χαλάσαντες ἄνωθεν, καθ' ἕνα τοὺς συνωμότας πρότερον ἅπαντας ἀνιμήσαντο, ἔπειτα δὲ καὶ τὸν Ἰωάννην αὐτόν. ἀνελθόντες οὖν παρὰ πᾶσαν ἀνθρωπίνην ὑπόνοιαν, καὶ τὰ ξίφη γυμνώσαντες, εἰς τὸν βασιλικὸν εἰσελαύνουσι θάλαμον, καὶ τὴν κλίνην κατειληφότες, καὶ ταύτην εὑρόντες κενὴν καὶ μήτινα ἐν αὐτῇ διαναπαυόμενον, ἐπεπήγεσαν ἀπὸ τοῦ δέους, καὶ κατακρημνίζειν αὑτοὺς ἐπειρῶντο πρὸς θάλασσαν. ἀλλ' ἀνδράριόν τι τῶν ἐκ τῆς γυναικωνίτιδος ἰταμῶν, αὐτῶν ἡγησάμενον, ὑποδεικνύει τὸν βασιλέα καθεύδοντα, ὃν κύκλῳ περιστάντες ἔνυττον τοῖς ποσὶν ἐναλλόμενοι. διυπνισθέντα δὲ τοῦτον καὶ τὴν κεφαλὴν ἐπ' ἀγκῶνος ἐρείσαντα, ξίφει βιαίως παίει Λέων ὁ Βαλάντης ὀνομαζόμενος. ὁ δὲ περιαλγήσας τῷ 88 τραύματι (μέχρι τῆς ὀφρύος καὶ τῆς βλεφαρίδος τὸ ξίφος καθίκετο, ἀπαράξαν μὲν τὸ ὀστοῦν, μὴ πλῆξαν δὲ τὸν ἐγκέφαλον), Θεοτόκε, βοήθει, ἐκέκραγε γεγωνοτέρᾳ φωνῇ· ἐῤῥεῖτο δὲ πανταχόθεν τῷ αἵματι καὶ κατεφοινίσσετο. ὁ δὲ Ἰωάννης, ἐπὶ τῆς βασιλικῆς καθίσας στρωμνῆς, ἑλκύειν ὡς αὑτὸν τὸν βασιλέα παρεκελεύσατο. ὃν ἑλκυσθέντα, ὀκλάζοντά τε καὶ ἐπὶ τὸ ἔδαφος διαῤῥέοντα (οὐδὲ γὰρ οἷός τε ἦν ἐπὶ γόνυ ἀνίστασθαι, καταβληθείσης αὐτῷ τῆς γιγαντώδους ἰσχύος τῇ τοῦ ξίφους πληγῇ), ἀνηρώτα τοῦτον μετὰ ἀπειλῶν, καὶ, λέγε μοι, ἀγνωμονέστατε σὺ καὶ βάσκανε τύραννε, οὐ δι' ἐμοῦ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἐπέβης, καὶ τὴν τοσαύτην δυναστείαν ἀνείληφας; πῶς οὖν, τῆς τοιαύτης ἀλογήσας εὐεργεσίας, καὶ φθόνῳ καὶ μανίᾳ οἰστρηλατηθεὶς, τῆς τῶν στρατευμάτων καθαιρήσειν ἀρχῆς τὸν σὸν εὐεργέτην ἐμὲ οὐκ ἐνάρκησας; ἀλλὰ κατ' ἀγροὺς σχολάζειν διαφῆκας μετὰ τῶν γεωργῶν, ὡσεί τινα ἄτιμον μετανάστην, ἄνδρα γενναῖον οὕτω, καὶ νεανικὸν ὑπὲρ σέ· ὃν τὰ τῶν ἐναντίων φρίττει στρατόπεδα, καὶ οὗ τῶν χειρῶν οὐκ ἔστιν ὅστις σε ῥύσεται νῦν. εἰπὲ τοίνυν, εἴ τίς σοι πρὸς ταῦτα δικαιολογίας ἀντιλογία ὑπολέλειπται. ηʹ. Ὁ δὲ βασιλεὺς, λειποθυμῶν ἤδη καὶ μὴ ἔχων τὸν αὑτῷ ἐπαμύνοντα, τὴν Θεοτόκον ἐκάλει ἐπίκουρον. Ἰωάννης δὲ τὸν πώγωνα τούτου δραξάμενος ἀνηλεῶς ἔτιλλε, καὶ οἱ συνωμόται ταῖς λαβαῖς τῶν ξιφῶν τὰς αὐτοῦ σιαγόνας ὠμῶς καὶ ἀφιλαν 89 θρώπως ἔνυττον, ὡς διασαλεῦσαί τε τοὺς ὀδόντας καὶ παρακινῆσαι αὐτοὺς τοῦ φατνώματος. ἐπεὶ δὲ προσκορεῖς ἦσαν τοῦτον ποινηλατούμενοι, κατὰ τῶν στέρνων ὁ Ἰωάννης παίει ποδὶ, τό τε ξίφος ἀνατείνας κατὰ μέσον διήλασε τοῦ κρανίου, πλήττειν τὸν ἄνδρα καὶ τοῖς ἄλλοις ἐγκελευσάμενος. οἱ δὲ κατεσπάθιζον τοῦτον ἀνηλεῶς, καί τις ἀκουφίῳ τὸ μετάφρενον αὐτοῦ πλήξας διαμπερὲς ἐπὶ τὰ στέρνα διήλασε. τὸ δὲ τοιοῦτον ὅπλον σιδήρειον ἐπίμηκες πέφυκεν, ἐρωδιοῦ ῥάμφει προσεοικὸς ἀτεχνῶς· παρὰ τοσοῦτον δὲ διαλλάττει τοῦ ῥάμφους κατὰ τὸν σχηματισμὸν, παρ' ὅσον ἐκεῖνο μὲν ἰθυτενὲς ἡ φύσις ἐκλήρωσε τῷ πτηνῷ, τὸ δὲ εἰς καμπὴν ἠρέμα μετρίαν ἐκτείνεται, ὀξεῖαν ἐπιεικῶς προβαλλόμενον τὴν ἀκμήν. τοιαύτην μὲν δὴ Νικηφόρος ὁ αὐτοκράτωρ τὴν τοῦ βίου εὗρε καταστροφὴν, πάντα μὲν τὸν τῆς ζωῆς χρόνον πεντήκοντα καὶ ἑπτὰ ἔτη διαβιοὺς, ἓξ δὲ καὶ μόνους ἐνιαυτοὺς πρὸς μησὶ τέσσαρσι τὴν τῆς βασιλείας ἰθύνας ἀρχήν· ἀνὴρ ἀνδρείᾳ καὶ σώματος ῥώμῃ πᾶσαν ἀδηρίτως ὑπερβαίνων τὴν κατ' αὐτὸν γενεὰν, ἐμπειρότατός τε καὶ δραστικώτατος τὰ πολέμια, καὶ πρὸς πᾶσαν ἰδέαν πόνων ἀνένδοτος, καὶ σώματος ἀμείλικτος καὶ ἀκολάκευτος ἡδοναῖς· μεγαλόφρων τε καὶ μεγαλοφυὴς τὰ πολιτικὰ, ἐννομώτατα δικάζων, καὶ νομοθετῶν ἀσφαλῶς, καὶ μηδενὸς τῶν ἐν τούτοις κατατριβέντων ἡττώμενος· ἐν δὲ ταῖς εὐχαῖς καὶ ταῖς παννύχοις πρὸς Θεὸν στάσεσιν ἄκαμπτός τε καὶ ἀδαμάντινος, ἀμετεώριστον ἐν ταῖς ὑμνῳδίαις τὸν νοῦν συντηρῶν, καὶ πρὸς τὰ μάταια μηδόλως ῥεμβόμενον. ἐλάττωμα δὲ τοῦτο προσῆπτον οἱ πολλοὶ τῷ ἀνδρὶ, ὅτι τε ἀπαρεγχείρητον ἐβούλετο πρὸς ἁπάν 90 των συντηρεῖσθαι τὴν ἀρετὴν, καὶ μὴ παραχαράττεσθαι τὴν τοῦ δικαίου ἀκρίβειαν. διὸ καὶ ἀπαραίτητος ἦν εἰς