ἔξω ὀφθαλμοὶ βλέπουσι μακρὰν τὰς ἀκάνθας καὶ τοὺς κρημνοὺς καὶ τοὺς βόθρους, οὕτω καὶ ὁ νοῦς προβλέπει γοργότερος ὢν τῆς ἀντικειμένης δυνάμεως τὰς τέχνας καὶ τὰς ἐπισκευὰς καὶ προασφαλίζεται τὴν ψυχήν, ὡς ὀφθαλμὸς ὢν τῆς ψυχῆς. Οἱ Χριστιανοὶ ἄλλου αἰῶνός εἰσι, γέννημα καινόν, τέκνα πνεύματος ἁγίου, φωτεινοί, ὅμοιοι τοῦ πατρὸς αὐτῶν, τοῦ Ἀδὰμ τοῦ πνευματικοῦ, τοῦ φωτεινοῦ, ἐκείνης τῆς πόλεως, ἐκείνου τοῦ γένους, ἐκείνης τῆς δυνάμεως. οὔκ εἰσι τοῦ κόσμου τούτου, ἄλλου κόσμου εἰσίν· αὐτὸς γὰρ λέγει· «οὐκ ἐστὲ ἐκ τοῦ κόσμου 4.26.2 τούτου, ὡς ἐγὼ οὔκ εἰμι ἐκ τοῦ κόσμου τούτου». ὥσπερ γὰρ ἔμπορος ἀπὸ πολλῶν μονῶν ἀπερχόμενος καὶ πολυπλασιάζων αὐτοῦ τὴν ἐμπορίαν ἀποστέλλει τοῖς ἰδίοις ἐπὶ τῷ κτισθῆναι αὐτῷ παραδείσους, οἴκους, ἐνδύματα ἀναγκαῖα, καὶ ὅταν ἀναλύσῃ εἰς τὰ ἴδια, πάλιν πλοῦτον πολὺν ἐπιφέρεται, καὶ μετὰ πολλῆς χαρᾶς δέχονται αὐτὸν οἱ ἴδιοι αὐτοῦ, οὕτω πολλῷ μᾶλλον εἰς τὸ πνευματικόν, ὅσοι ἐμπορεύονται τὸν πλοῦτον τὸν ἐπουράνιον, οἴδασι τούτους οἱ συμπολῖται αὐτῶν, τουτέστι τῶν ἁγίων τὰ πνεύματα καὶ τῶν ἀγγέλων, καὶ θαυμάζουσιν ὅτι εἰς μέγα πλοῦτον ἐνέπεσον οἱ ἀδελφοὶ ἡμῶν ἐπὶ τῆς γῆς. ἔχοντες οὖν τὸν κύριον μεθ' ἑαυτῶν ἐν τῇ ἀναλύσει, ἐν πολλῇ χαρᾷ ἀπέρχονται πρὸς τοὺς ἄνω, καὶ δέχονται αὐτοὺς οἱ τοῦ κυρίου ἐκεῖ, εὐτρεπίσαντες αὐτοῖς οἴκους καὶ παραδείσους, ἐνδύματα ὁλόλαμπρα καὶ πολυτελῆ. 4.27.1 Ὅτι καὶ οἱ πνευματικοὶ καὶ οἱ ἔχοντες χαρίσματα πίπτουσιν ἐπαιρόμενοι. Καὶ οἱ χρηστοὶ κατὰ φύσιν, ἐὰν μὴ ἀσφαλίσωνται, κατὰ μικρὸν δι' αὐτῆς τῆς χρηστότητος ὑποσύρονται, καὶ οἱ ἔχοντες σοφίαν δι' αὐτῆς τῆς σοφίας κλέπτονται. χρὴ οὖν ἐν πᾶσι τοῖς μέρεσι συγκεκερασμένον εἶναι τὸν ἄνθρωπον, τὸ χρηστὸν μετὰ τοῦ ἀποτόμου, τὸ σοφὸν μετὰ διακρίσεως, τὸν λόγον μετὰ τοῦ ἔργου, τὸ ὅλον πεποιθέναι ἐπὶ τὸν θεὸν καὶ μὴ ἐφ' ἑαυτόν. 4.27.2 Οἱ λέγοντες μὴ εἶναι ἁμαρτίαν ἐν ἀνθρώπῳ οὕτως εἰσὶν ὡς ὑπὸ πλημμύρας ὑδάτων πολλῶν καταπεποντισμένοι καὶ ἀπαγόμενοι καὶ λέγοντες "1ἤχους ὑδάτων ἠκούσαμεν."2 οὕτω καὶ οὗτοι καταπεποντισμένοι ὑπὸ τοῦ βυθοῦ τῆς κακίας καὶ τῶν κυμάτων οὐ λέγουσιν εἶναι ἐν τῷ νῷ αὐτῶν καὶ τοῖς λογισμοῖς τὴν ἁμαρτίαν. 4.27.3 Ἄλλοι εἰσὶν οἱ λόγον λαλοῦντες μὴ ἠρτυμένοι τῷ ἅλατι τῷ ἐπουρανίῳ, ὥστε διηγεῖσθαι περὶ τραπέζης βασιλικῆς καὶ μηδὲν φαγεῖν ἢ κτήσασθαι. ἄλλος δέ ἐστιν ὁ θεασάμενος αὐτὸν τὸν βασιλέα ἀνοιγέντων τῶν θησαυρῶν καὶ εἰσελθὼν καὶ κληρονομήσας καὶ φαγὼν καὶ πιὼν ἐκ τῶν ἐδεσμάτων τῶν πολυτελῶν. 4.27.4 Ὥσπερ δὲ ἵνα ᾖ μήτηρ ἔχουσα υἱὸν μονογενῆ, εὐειδέστατον, σοφόν, ἐφ' ᾧ ἔχει πάσας τὰς ἐλπίδας, καὶ συμβῇ τοῦτον θάψαι, πόνον ἔχει ἄπαυστον καὶ πένθος ἀπαραμύθητον, οὕτω καὶ ὁ νοῦς ὡς ἀποθανούσης τῆς ψυχῆς ἀπὸ 4.27.5 θεοῦ ὀφείλει ἔχειν πένθος καὶ πόνον καὶ δάκρυα ἄπαυστα, συντετριμμένην ἔχειν τὴν καρδίαν καὶ εἶναι ὑπὸ φόβον καὶ μέριμναν, ἔχειν πείναν καὶ δίψαν τοῦ ἀγαθοῦ πάντοτε. καὶ τὸν τοιοῦτον λοιπὸν διαδέχεται χάρις θεοῦ καὶ ἐλπίς, καὶ οὐκέτι ἐστὶν ἐν τῷ τοιούτῳ πένθει, ἀλλ' ὡς εὑρὼν τὸν θησαυρὸν χαίρει καὶ πάλιν τρέμει, μήπως ἀπολέσῃ αὐτόν. ἐπέρχονται γὰρ οἱ λῃσταί. 4.27.6 Ὥσπερ ἵνα τις εἰς πολλὰς λειτουργίας καὶ ζημίας ἐμπεσὼν μετὰ πολλοῦ καμάτου διαφύγῃ καὶ μετὰ ταῦτα ἐμπέσῃ εἰς περιουσίαν μεγάλην καὶ ὑπόστασιν πολλήν, καὶ οὗτος οὐκέτι δέδοικε ζημίας ἢ πενίαν διὰ τὸν πλεονάσαντα πλοῦτον, οὕτω καὶ οἱ πνευματικοί, πρῶτον διελθόντες εἰς τόπους φοβερούς, εἶτα μεμεστωμένοι χάριτος οὐκέτι δεδοίκασι τοὺς θέλοντας συλῆσαι αὐτούς, ἐπειδὴ ὁ πλοῦτος σύνεστιν αὐτοῖς, ἔχουσι δὲ φόβον, οὐ τὸν τῶν ἀρχαρίων τῶν φοβουμένων τὰ πονηρὰ πνεύματα, ἀλλὰ τὸν φόβον καὶ τὴν μέριμναν, πῶς διοικήσωσι 4.27.7 τὰ ἐμπιστευθέντα αὐτοῖς πνευματικὰ χαρίσματα. ἔχει δὲ οὗτος ἐξουδενωμένον ἑαυτὸν παρὰ πάντας τοὺς ἀνθρώπους, καὶ τοὺς ἁμαρτωλοὺς καὶ τοὺς