εὔθλαστα μέν, μὴ μένει δὲ ἡ θλάσις, ὥσπερ ἐρίου ἢ σπόγγου, οὐ θλαστὰ ἀλλὰ πιεστά. πιέζεται δὲ ὅσα πόρους ἔχει κενοὺς συγγενοῦς σώματος. ἀπίεστα δὲ τὰ μὴ πεφυκότα συνιέναι, ὥσπερ σίδηρος καὶ λίθος καὶ ὕδωρ καὶ πᾶν ὑγρόν. ἑλκτὰ δέ ἐστιν ὅσων δυνατὸν εἰς τὸ πλάγιον μεθίστασθαι τὸ ἐπίπεδον, οἷον ἡ θρίξ, ἱμάς. καὶ ἐλατὰ μέν, οἷον χαλκός, ἀνήλατα δέ, οἷον λίθος. καὶ σχιστὰ μέν, οἷον ξύλον, ἄσχιστα δέ, οἷον κέραμος. τμητὰ δέ, ὅσα μὴ θραύεται διαιρούμενα, οἷον ξύλον. γλίσχρον δὲ ὅταν ἑλκτὸν ἢ ὑγρὸν ὂν μαλακὸν ᾖ, ὅσα δὲ μὴ τοιαῦτα ψαθυρά. καὶ πιλητὰ μέν, ὅσα τῶν πιεστῶν μόνιμον ἔχει τὴν πίεσιν, ἀπίλητα δὲ ὅσα ἀπίεστα. καὶ τὰ μὲν καυστά ἐστιν τὰ δὲ ἄκαυστα, οἷον ξύλον μὲν ἔριον καὶ ὀστοῦν καυστά, λίθος δὲ καὶ κρύσταλλος ἄκαυστα. ἔστι δὲ καυστὰ ὅσα ἔχει πόρους δεκτικοὺς πυρὸς καὶ ὑγρότητα ἐν τοῖς κατ' εὐθυωρίαν πόροις ἀσθενεστέραν πυρός, ἄκαυστα δὲ ὅσα ἢ μὴ ἔχει ἢ ἰσχυροτέραν, οἷον κρύσταλλος καὶ τὰ σφόδρα χλωρά. θυμιατὰ δέ ἐστιν ὅσα ὑγρότητα ἔχει μέν, οὕτω δὲ ἔχει ὥστε μὴ ἐξατμίζειν. ἔστιν ἡ μὲν ξυλώδους σώματος θυμίασις καπνός, ἡ δὲ λιπαροῦ κνίσσα. ταῦτα δὲ ὑπ' ἄλλης μὲν αἰτίας συνέστηκεν, ὕλη τὸ ξηρὸν καὶ ὑγρόν, τὰ δὲ ποιοῦντα τὸ θερμὸν καὶ ψυχρόν. 18 Ἀριστοτέλους περὶ νεότητος, γήρως, ἀναπνοῆς, ζωῆς καὶ θανάτου. Ἡ τῷ ὄντι ἀρχὴ τῶν ἄλλων μορίων τοῦτό ἐστιν ἡ καρδία· ἀρχὴ γὰρ ἡ καρδία, ὡς οὗτος πολλάκις εἶπε, καὶ κοιλιῶν καὶ φλεβῶν καὶ ἀρτηριῶν καὶ τοῦ αἵματος ἐξ οὗ πάντα ἄλλα τρέφεται. ἐν αὐτῇ γὰρ τὴν διάκρισιν καὶ τὴν τελείαν πέψιν τὸ αἷμα λαμβάνει. ἐπεὶ τῶν ἰδίων αἰσθητηρίων ἕν τι κοινόν ἐστιν αἰσθητήριον εἰς ὃ τὰς κατ' ἐνέργειαν αἰσθήσεις ἀναγκαῖον ἀπαντᾶν, τοῦτο δ' ἂν μέσον τοῦ πρόσθεν καλουμένου καὶ ὄπισθεν-ἔμπροσθεν μὲν γὰρ λέγεται ἐφ' ᾧ ἐστιν ἡμῖν ἡ αἴσθησις, ὄπισθεν δὲ τὸ ἀντικείμενον-, ἔτι δὲ διῃρημένου τοῦ σώματος τῶν ζῴων τῶν πάντων τὸ ἄνω καὶ κάτω-πάντα γὰρ ἔχει τὸ ἄνω καὶ τὸ κάτω, ὥστε καὶ τὰ φυτά-, δῆλον ὅτι τὴν θρεπτικὴν ἂν ἔχοιεν ἀρχὴν ἐν μέσῳ τούτων· καθ' ὃ μὲν γὰρ εἰσέρχεται μόριον ἡ τροφή, ἄνω καλοῦμεν, πρὸς αὐτὸ βλέποντες, ἀλλ' οὐ πρὸς τὸ περιέχον ὅλον, κάτω δὲ καθ' ὃ τὸ περίττωμα ἀφίησι τὸ πρῶτον. ἔχει δ' ἐναντίον τοῖς φυτοῖς τοῦτο καὶ τοῖς ζῴοις· τῷ μὲν γὰρ ἀνθρώπῳ διὰ τὴν ὀρθότητα μάλιστα ὑπάρχει τοῦτο τῶν ζῴων, τὸ ἄνω μόριον πρὸς τὸ τοῦ παντὸς ἄνω, τοῖς δ' ἄλλοις μεταξύ· τοῖς δὲ φυτοῖς ἀκινήτοις οὖσι καὶ λαμβάνουσιν ἐκ τῆς γῆς τὴν τροφὴν ἀναγκαῖον ἀεὶ κάτω τοῦτ' ἔχειν τὸ μόριον. ἀνάλογον γάρ εἰσιν αἱ ῥίζαι τοῖς φυτοῖς καὶ τὸ καλούμενον στόμα τοῖς ζῴοις, δι' οὗ τὴν τροφὴν τὰ μὲν ἐκ τῆς γῆς λαμβάνει, τὰ δὲ δι' αὐτῶν. Τριῶν δὲ μερῶν ὄντων εἰς ἃ διαιρεῖται πάντα τὰ τέλεια τῶν ζῴων, ἑνὸς μὲν ᾗ δέχεται τὴν τροφήν, ἑνὸς δ' ᾗ τὸ περίττωμα προΐεται, τρίτου δὲ τούτων τοῦ μέσου, τοῦτο ἐν μὲν τοῖς μεγίστοις τῶν ζῴων καλεῖται στῆθος, ἐν δὲ τοῖς ἄλλοις τὸ ἀνάλογον, διήρθρωται μᾶλλον ἑτέροις ἑτέρων. ὅσα δ' αὐτῶν ἐστι πορευτικά, πρόσκειται καὶ μόρια πρὸς ταύτην τὴν ὑπηρεσίαν, οἷς τὸ πᾶν οἴσουσι κύτος, σκέλη τε καὶ πόδες καὶ τὰ τούτοις ἔχοντα τὴν αὐτὴν δύναμιν. ἀλλ' ἥ γε τῆς θρεπτικῆς ἀρχὴ ψυχῆς ἐν τῷ μέσῳ τῶν τριῶν μορίων καὶ κατὰ τὴν αἴσθησιν οὖσα φαίνεται καὶ κατὰ τὸν λόγον· πολλὰ γὰρ ζῷα ἀφαιρουμένου ἑκατέρου τῶν μορίων, τῆς τε καλουμένης κεφαλῆς καὶ τοῦ δεκτικοῦ τῆς τροφῆς, ζῇ μεθ' οὗπερ ἂν ᾖ τὸ μέσον. δῆλον δ' ἐπὶ τῶν ἐντόμων οἷον σφηκῶν τε καὶ μελιττῶν τοῦτο συμβαῖνον, καὶ τῶν μὴ ἐντόμων δὲ πολλὰ διαιρούμενα δύναται ζῆν διὰ τὸ θρεπτικόν. Τῷ μὲν ὑποκειμένῳ τὸ αὐτὸ καὶ ἓν τῷ ἀριθμῷ ἀναγκαῖον εἶναι τὸ ἔχον τὴν ἀρχὴν μόριον τῆς τε αἰσθήσεως καὶ