Ἀριστοτέλης ἐν τῷ Περὶ ψυχῆς· εἰ ἔλιπεν αἴσθησις, ἔλιπεν ἂν καὶ αἰσθητήριον. ἀλλὰ μὴν τὸ δεύτερον οὐκ ἔστιν οὐδὲ τὸ πρῶτον. ἡ αἴσθησις καὶ αἰσθητήριον τῶν πρός τι. ἐὰν οὖν λείπῃ αἴσθησις, λείπει καὶ αἰσθητήριον. ἡ αἴσθησις χρώμενον, τὸ αἰσθητήριον ᾧ χρῆται. ἀπόντος οὖν τοῦ χρωμένου ἀπέστη καὶ ᾧ χρᾶται εἰ μὴ μάτην μέλλει εἶναι. Τέτταρά εἰσι τὰ στοιχεῖα καὶ ἓν τὸ οὐράνιον σῶμα. ἐκ τούτου οὖν ἀιδίου ὄντος οὐ γίνεται αἴσθησις· φθαρταὶ γὰρ αἱ αἰσθήσεις. ἐκ τοῦ πυρὸς οὐδέν· φθαρτικὸν γὰρ καὶ τοῦτο. ἐκ τῆς γῆς καθ' ἑαυτὴν οὐδέν (δυστύπωτος γάρ ἐστι), μετὰ δὲ τῶν ἄλλων ποιεῖ· ἡ ἁφὴ γὰρ καὶ ἡ γεῦσις πλείονος γῆς μετέχει ὡς σαρκωδέστερον. τὸ ὕδωρ ἐποίησε τὸ κρυσταλλοειδὲς τῆς ὄψεως, ὁ ἀὴρ ἀκοὴν καὶ ὄσφρησιν· ὁ γὰρ ἐγκατῳκοδομημένος τῇ ῥινὶ καὶ τοῖς ὠσὶν ἀὴρ αὐτός ἐστι τὸ αἰσθητήριον ἀκοῆς καὶ ὀσφρήσεως. εἰ πέντε αἰσθήσεις, πῶς τρία τὰ αἰσθητήρια; τῷ ὀνόματι τρία, τῷ δὲ πράγματι πέντε, καὶ γὰρ τῇ γῇ καὶ ἁφὴ καὶ γεῦσις, καὶ τῷ ἀέρι ἀκοὴ καὶ ὄσφρησις, καὶ τῷ ὕδατι ὅρασις. Πῶς μιᾷ αἰσθήσει δύο αἰσθητήρια, ὡς ὀσφρήσεως ἐπὶ πεζῶν καὶ πτηνῶν ὁ ἀήρ, ἐπὶ δὲ ἐνύδρων τὸ ὕδωρ; οὐκ ἐπὶ τοῦ αὐτοῦ ζῴου συμβαίνει τοῦτο, ἀλλ' ἐπ' ἄλλου καὶ ἄλλου. 62 Θεμίστιός φησιν «οὐκ ἦν δυνατὸν ψυχὴν ἐπιφοιτῆσαι τὴν λογικήν, εἰ μὴ πρότερον ἐκοσμήθη τὸ ζῷον πάσαις ταῖς τοῦ ἀλόγου δυνάμεσι». Καὶ ὁ ἀσπάλαξ τὰ πέντε αἰσθητήρια ἔχει. εἰ γὰρ καὶ ὑμένι καλύπτεται ἡ ὄψις, ὥστε μὴ βλάπτεσθαι αὐτὴν ὑπὸ τῆς γῆς, ἀλλ' οὖν τὸ αἰσθητήριον σῷον ἔχει. ὡς πέντε τὰ στερεὰ μαθηματικὰ σώματα, οὕτω καὶ αἰσθήσεις. Τίνων αἰσθητὰ μέγεθος, σχῆμα, ἀριθμός, κίνησις, ἠρεμία; μέγεθος καὶ σχῆμα ὄψεως καὶ ἁφῆς, τὰ δὲ λοιπὰ τρία τῶν πέντε. Τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ οὐ ποιοῦσι πάθος. ἡ ὄψις κρίνει τὸ γλυκὺ ἀπὸ τῆς χροιᾶς. ἐὰν οὖν ἴδωμεν ὑγρόν τι ξανθόν, λέγομεν ὅτι τοῦτο μέλι ἐστί, καὶ λέγεται τοῦτο κατὰ συμβεβηκὸς αἰσθητόν. Τί δήποτε οὐκ ἔχουσι τὴν οἰκείαν ἰδιότητα αἱ αἰσθήσεις, ἀλλ' ἅπτεται μία ἑτέρας, οἷον οἶδεν ὄψις τὸ μέλι καὶ ἔγνω ξανθόν, ἡ γεῦσις γλυκύ, κατὰ τὴν αὔριον ἔγνω ἡ ὄψις τὸ μέλι καὶ ξανθὸν καὶ γλυκύ; ἡ φαντασία τοῦ γλυκέος αἰτία, ἥτις τὴν χθὲς γεῦσιν ἀναζητεῖ. ἄλλως τε ἡ ὄψις τὸ γλυκὺ τὸ τῆς γεύσεως ἴδιον κατὰ συμβεβηκὸς οἶδεν. ὅθεν καὶ πολλάκις ἀπατᾶται, ὡς ἐπὶ τῆς Κολοφωνίας ἣν ἰδοῦσα ξανθὴν καὶ γλυκεῖαν εἶναι ὑπολαμβάνει. Πλείους αἰσθήσεις ἀντιλαμβάνονται ἑνός, ὡς ὄψις καὶ ἁφὴ μεγέθους, σχήματος, καὶ αἱ πέντε τοῦ ἀριθμοῦ, καί φησιν Ἀριστοτέλης διὰ τοῦτο, ἵνα ὦσι κοινὰ αἰσθητά, σχήματα, κινήσεις, μεγέθη. ἄλλως δὲ οἴδασιν αἱ αἰσθήσεις τὰ ἴδια αἰσθητὰ ἢ τὰ κοινά. Τὸ κατὰ συμβεβηκὸς αἰσθάνεσθαι διττόν· τό τε τῇ ἑτέρᾳ αἰσθήσει ὑποκείμενον ἀντιλαμβάνεσθαι δι' ἑτέρου, ὡς ἀπὸ τοῦ ξανθοῦ τὸ γλυκύ, καὶ τὸ μὴ αἰσθήσει ὑποκείμενον. ὁ γὰρ Κλέωνος υἱὸς ὁρώμενος οὐχ ὡς οὐσία ὁρᾶται, ἀλλ' ὡς λευκός. Πῶς πλείους ἔχοντες αἰσθήσεις μὴ μιᾷ τῶν κοινῶν αἰσθητῶν ἀντιλαμβανόμεθα; λύσις· ἵνα μὴ ἥττω τῶν αἰσθητῶν ἀντιλαμβανώμεθα. ἄλλως τε μία αἴσθησις πῶς εἶχεν ἀντιλαμβάνεσθαι καὶ τὸν κοινὸν καὶ τὸν ἴδιον; καὶ εἰ ἀντελαμβάνετο, οὐκ ἂν διεκρίνετο. Ἀπορία· μήποτε αἱ πέντε αἰσθήσεις δέκα; ἀκούομεν γὰρ καὶ αἰσθανόμεθα, καὶ βλέπομεν καὶ αἰσθανόμεθα, καὶ γευόμεθα καὶ αἰσθανόμεθα, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. λύσις· οὐ δυνατὸν ἄλλην μὲν εἶναι αἴσθησιν τὴν ὁρῶσαν καὶ ἄλλην τὴν αἰσθανομένην τῆς ὁρατῆς ἐνεργείας, ἀλλὰ τὴν αὐτήν. εἰ γὰρ ἡ αἰσθανομένη ἑτέρα, ἔχει καὶ ἐκείνη ἄλλην αἴσθησιν αἰσθανομένην, κἀκείνη ἑτέραν, καὶ τοῦτο ἐπ' ἄπειρον. 63 Ἀλέξανδρος λέγει τὰς πέντε αἰσθήσεις αἰσθητῶν εἶναι ἀντιληπτικάς, τὴν δὲ κοινὴν καὶ τῶν ὑποκειμένων καὶ τῶν ἐνεργειῶν αὐτῶν. Πλούταρχος τὴν δόξαν τὸ ἄτιμον μέρος τῆς λογικῆς ψυχῆς συναπτικὸν λέγει τῆς λογικῆς καὶ ἀλόγου. Ταῖς πέντε δυνάμεσι τῆς λογικῆς ψυχῆς