σοι καὶ τοῦτο ἐάσομαι. οὐκ ἐδεῖτο μὲν τῶν νεκροστόλων ἀμφίων. ὁμολογῶ, ἐπεὶ καὶ ἤδη πάντα σεσήπασιν. ἀλλ' ἐδεῖτο τῶν τύμβων αὐτῶν, ὅτι πλακὸς ἐτύγχανον τῆς ἀρίστης καὶ τῶν μὲν ἐξ ἐπιπολῆς αἱ γραμμαί, τῶν δὲ εἰς βάθος καὶ χρυσαυγεῖς διαπεποικιλμέναι οἷον ῥοδωνιαῖς, τῶν δὲ τὸ χρῶμα καθαρὸν ἀκριβῶς καὶ τηλεφανές. ἐπὶ τούτοις καὶ ὁ τέμνων ἀπῃώρηται σίδηρος καὶ οἱ ἀντωθοῦντες μεμίσθωνται καὶ πολλοὺς αὐτῶν διῃρήκασι. καὶ τὰ τμήματα ἐν τοῖς δεσποτικοῖς ἀγροῖς, ἐν τοῖς τῶν λουτρῶν κάλλεσί τε καὶ χάρισι· τὰ μὲν κολυμβήθραις ἥρμοσε, τὰ δὲ φιάλας καὶ κρατῆρας πεποίηκεν. ἔστι δὲ καὶ οὓς ἀπήναις καὶ βοῶν ζεύγεσι μετεκόμισεν, ἀπραγματεύτους λουτῆρας καὶ αὐτοσχεδίους ἐγκαταθέμενος. καὶ ἃ θρηνεῖν δέον ὁρῶντας, ταῦτα χαρίτων εἰσὶν ἀφορμαί. Ἀλλ' ἀφείσθω τῆς τυμβωρυχίας ὁ δεσπότης, εἰ βούλεσθε. τί ποτε οὖν παρανόμως τοὺς τάφους ἀνώρυττε; τί κεκίνηκε τὰ ἀκίνητα; τί δεδημοσίευκε τὰ τῶν θείων ψυχῶν οἰκητήρια; τί τὸ καταναγκάσαν; τίς ἡ αἰτία τοῦ πράγματος; τίς ποτε τῶν ἐπ' εὐσεβείᾳ γνωρίμων ἀναχωννύειν τῆς γῆς τοὺς τάφους εἵλετο; οὐ τοὺς ἐν τοῖς πολέμοις πίπτοντας νόμος τοὺς συστρατιώτας καταθάπτειν εὐθύς; οὐκ, εἴ τις ἴδοι νεκρὸν ἐν ὁδῷ σῶμα προκείμενον, εὐθύς, κἂν θηρίου ψυχὴν ἔχοι, καλύπτει τῇ γῇ καὶ βραχύν τινα κολωνὸν ἐγείρει καὶ στήλην ἵστησι λίθους τινὰς συμφορήσας καὶ σταυρὸν πήγνυσιν; ὁ δὲ ἐκ διαμέτρου πάντα πεποίηκεν, ἐξ αὐτῶν τῶν ἀδύτων τῆς γῆς τοὺς κειμένους ἀναβιβάσας καὶ τὴν τῆς φύσεως ἡμῶν θεατρίσας ἀσθένειαν. πόσῳ τούτων τὰ τῆς Ἑλληνικῆς γνώμης φιλανθρωπότερα; οἱ μὲν γὰρ τῷ πυρὶ τοὺς κεκμηκότας ἐδίδοσαν, ἔπειτ' ἐν ἄγγει τινὶ συνεφόρουν ἀμενηνὰ κάρηνα, εἶτα δὴ καταχωννύντες στήλας τε ἵστων καὶ πτελέας πέριξ ἐφύτευον καὶ ἱλάσκοντο. ὁ δὲ θεῖος πατὴρ οὐ κατέφλεξε μέν-οὐδὲν γὰρ ἦν ἔτι τῶν σωμάτων ὑπολιπὲς τῷ πυρί- διέχεε δὲ τὴν κόνιν καὶ εἰς ἀέρα ἐλίκμησεν. Ἰουλιανοὶ ταῦτα φθάσαντες τετολμήκασιν. ἐκεῖνος γὰρ διακωμῳδεῖν βουλόμενος τὴν ἀνάστασιν διαλύειν ἐπεχείρει τὰ σώματα, ἀλογώτατα περὶ τοὺς τῆς εὐσεβείας ἡμῶν λόγους διανοούμενος· ὅπου γὰρ ἂν διαλυθέντα διασπαρεῖεν τὰ σώματα, ἐντός που τῆς μεγάλης τυγχάνει περιοχῆς καὶ τὴν δύναμιν ἡ λύσις οὐχ ὑπερβαίνει τοῦ ἀναπλάττοντος. Ἀλλ' ἔστω καὶ τοῦτο συγκεχωρημένον ὑμῖν· ᾧ γὰρ ἐκ περιουσίας ἐστὶ τὸ κρατεῖν, τούτῳ τὰ πολλὰ διδόναι τοῖς κατηγορουμένοις οὐδέ τι μεῖον ὁ λόγος ἔχει. ἀλλ' αὐτὸ δὴ τὸ ἐπικεχειρηκέναι τοὺς θείους νεὼς καθελεῖν, οὐχ ὥστε ἀνοικοδομεῖν-ἐξῃρήσθω γὰρ ὑμῖν αὕτη ἡ ἀπολογία-, ἀλλ' εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν περιάγειν, ὥσπερ δή τις ἀνὴρ ὢν Βαβυλώνιος καὶ τοῖς τὴν Ἱερουσαλὴμ ἀνατρέπουσιν ἐφεστηκὼς καὶ ἐγκελευόμενος· "ἐκκενοῦτε, ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς". τοῦτο δὴ πῶς περιέψομεν; ποῖον δὲ χρῶμα τῷ λόγῳ δώσομεν ἢ τίνα μελετήσομεν αἰτίας μετάθεσιν; ὁ δὲ θεῖος ζῆλος τοσοῦτον ὑμᾶς ἐπιλέλοιπε καὶ οὕτω τὸ ἱερὸν πῦρ ἀπέσβη τῶν καρδιῶν, καὶ οὐδαμοῦ γλῶττα λόγων ἀφιεῖσα σπινθῆρας ὥστε τινὰς καὶ ταύτην ἀφεῖναι τὴν φωνήν· "μακάριος, ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν". ταύτην δὴ λέγων, ἥν ὑφῄρηκε τοῦ νεώ, εἴτε τῶν οἰκοδομημάτων ἀφελόμενος εἴτε τῶν θεμελίων ὑποσπάσας; ἀλλ' ἔστωσαν αὐτῷ ἀθιγῆ καὶ τὰ νήπια, ἅτινα ταῦτα ὑποληπτέον. τί γὰρ δεῖ ἐδαφιοῦν τὰ νεογιλά; ἀλλ' ὁ μέγας πατὴρ τὴν δίκην ὑπεχέτω καὶ αὐτὸς αἱμωδιάσθω ὅλους τοὺς ὄμφακας βεβρωκώς. συγχωρήσομεν ὑμῖν καὶ τὴν καταστροφὴν τοῦ σηκοῦ, ὃ μηδεὶς ἂν ἄλλος τῶν κατηγορούντων. τούτου δὲ πῶς ἀπολύσομεν; ἐπεὶ γὰρ τὸ πᾶν ἀφῄρηκε τοῦ νεὼ καὶ μετὰ πάντων τὸν ἱερὸν θρόνον, συνανώρυξε δὲ ταῖς κρηπῖσι καὶ τὰ τῶν μυστηρίων ἀπόρρητα, τὰ μαρτυρικὰ μέλη, τὰ ἐθελόθυτα σφάγια, τὴν συνθήκην τοῦ θυμιάματος. τί μὴ τὸ ἔδαφος τῆς πρώτης σκηνῆς καταπετάσμασί τισι περιείληφε; μὴ γάρ μοι πικρῶς αὐτῷ περὶ τοῦ ἁγίου κοσμικοῦ