προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
ἥλιος τὸ φῶς τὸ ἄδυτον καὶ ἀνέσπερον ἐπιδημήσας τῷ κόσμῳ καὶ διὰ τῶν θεοπρεπῶν τε καὶ ὑπὲρ λόγον θαυμάτων ἐνα στράψας αὐτοῦ τῆς θεότητος τὴν αἴγλην ἐπὶ πλέον διήλεγξεν τῶν ἀγνωμόνων Ἰουδαίων τὸ προκατασχὸν αὐτῶν τὰ τῆς ψυχῆς ὄμματα σκότος καὶ τὴν ἀβλεψίαν. 95 Μετὰ ταῦτα ζητήσεις, διὰ τὸ ἐν συμπλοκῇ εἰρῆσθαι· «Τί εἴπω «καὶ τί λαλήσω;» πότερον διαφορὰν ἔχει τὸ εἰπεῖν καὶ τὸ λαλῆσαι ἢ ταὐτόν ἐστιν ἐκ παραλλήλου εἰρημένον. παραθήσεις οὖν τὰ ῥήματα ἐν οἷς ἀναγέγραπται τὸ «Εἶπε», καὶ συνεξετάσεις ἐκείνοις περὶ ὧν εἴρηται τὸ «Ἐλάλησα». εἰ δὲ συμβάλλεταί τι εἰς τὴν περὶ τούτων ἐξέτασιν τὸ δι' ὅλης τῆς κοσμοποιΐας οὐ λελαληκέναι μὲν θεόν, ἀνα γεγράφθαι δὲ περὶ αὐτοῦ τὸ «Εἶπε», καὶ αὐτὸς ἐπιστήσεις πρὸς τὸ ἐν τῷ Λευιτικῷ συνεχῶς εἰρημένον· «Καὶ ἐλάλησε κύριος πρὸς Μωϋ «σῆν λέγων». καὶ ὅρα εἰ δύνασαι ἐν μὲν τῷ εἰπεῖν τὸ προστακτικὸν ἀπὸ αὐθεντείας φάσκειν σημαίνεσθαι, ἐν δὲ τῷ «Ἐλάλησε» τὸ δι δασκαλικόν. « Καὶ οἶδα ὅτι ἡ ἐντολὴ αὐτοῦ ζωὴ αἰώνιός ἐστι ». περὶ οὗ ζητήσαι τις ἂν διὰ τί μὴ λέλεκται ὅτι ζωὴν αἰώνιον περιποιεῖ ἡ ἐντολὴ τοῦ θεοῦ, ἀλλ' ὅτι αὐτή ἐστι καθ' ὑπόστασιν ἡ αἰώνιος ζωή, ὡς καὶ τὸ γινώσκειν τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλεν Ἰησοῦν Χριστόν. ἔστιν οὖν ἡ αἰώνιος ζωὴ ἑκάτερον αὐτῶν. εἰ μέν τοι ἡ ἐντολὴ τοῦ θεοῦ ζωὴ αἰώνιός ἐστιν, ἐστὶ δὲ ἐν τῷ δικαίῳ ἡ ἐντολὴ τοῦ θεοῦ, τῷ ζῶντι μακαρίως δι' αὐτήν, αἱρετή ἐστιν ἡ ζωή. 96 ινξ. Ἄριστον μέν ἐστιν ἡ πρώτη καὶ πρὸ τῆς συντελείας εχπλ.: αὐτὸς αὐτοὺς νίψῃ. 97 ινξ. Οὐκ ἀπὸ Πέτρου δὲ ἤρξατο εχπλ. ἐμμένειν τῷ κακῶς κριθέντι. 98 ινξ. Παραπέφρασται τὸ ῥητὸν τῆς προφητείας εχπλ. ὅτι τοῦτο ποιεῖ ὁ λὰξ ἐντείνων τινί. 99 ινξ. Τοῦτο γὰρ τὸ ἐσόμενόν φησιν· εχπλ. καὶ διὰ τοῦτο τὴν περὶ ἐμοῦ γνῶσιν. 100 ινξ. Σημείωσαι τίνα τρόπον ἐν τοῖς ἐξεταζομένοις εχπλ. μετὰ δόλου ψεκτόν ἐστιν. 101 ινξ. Τὸ δοθὲν ψωμίον ὑπὸ τοῦ Ἰησοῦ εχπλιξ. εἰσῆλθεν εἰς αὐ τὸν ὁ σατανᾶς. 102 ινξ. Οὐ μόνον δὲ κατὰ τὸ ἁπλούστερον ἐξῆλθε εχπλιξ. Ἡμεῖς δὲ ἡμέρας ὄντες νήφωμεν. 103 ινξ. Γέγραπται· Οὐδεὶς ἔγνω τὸν υἱὸν εχπλιξ. ἐνοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφοῦνται. 104 ινξ. Ἐντεῦθεν ἔστιν ἰδεῖν καὶ τῶν παραπλήσιον φωνῶν εχπλ. ἀπὸ τοῦ τοιούτου διδασκάλου τὴν σοφίαν τοῦ θεοῦ. 105 Ἐναντίον εἶναι δοκεῖ τῷ προειρημένῳ. ἄνω μὲν ὡς οὐκ οὔσης τοῦ ἑτοιμάσαι χρείας φησίν, ἐνταῦθα δὲ ὅτι Ἐὰν πορευθῶ, ἑτοι μάσω τόπον ὑμῖν. ὃ οὖν λέγει τοιοῦτόν ἐστιν· ὅτι ὅσον πρὸς τὴν ἀφθο νίαν τῶν ἀγαθῶν ὧν κατὰ πρόγνωσιν ηὐτρέπισεν ὁ πατήρ, ὥστε τοὺς εὖ καὶ κατὰ πᾶσαν βιοῦντας ἀκρίβειαν ἐνδιαιτᾶσθαι τοῖς ἑτοιμασθεῖσι καλοῖς διηνεκῶς, οὐ χρεία ὥστε ὑμῖν εὐτρεπισθῆναι παρ' ἐμοῦ, ἀλλ' ὥστε ὑμᾶς τὴν προσήκουσαν ἐπιδείξασθαι γνώμην. πλὴν ἀλλ' ἐγὼ τούτων ὑμῖν ἑτοιμαστὴς καὶ πρόξενος γίνομαι. τί γὰρ <τὸ> «Πάλιν «ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν;» ἐπειδὰν γάρ, φησί, τῆς εἰς οὐρανοὺς ἀνόδου παρασχῶ ὑμῖν καὶ τῆς τῶν ὁμοίων ἀπο λαύσεως τὴν ἀφορμήν, ὥστε φανῆναι τὸν καταστάντα τούτων αἴτιον ὑμῖν, αὐτὸς ἐλεύσομαι πάλιν, (λέγει δὲ τὴν ἐξ οὐρανῶν δευτέραν αὐ τοῦ παρουσίαν,) καὶ λαβὼν ὑμᾶς ἀνελεύσομαι εἰς τοὺς οὐρανούς, ὅπου καὶ αὐτός εἰμι, ὥστε καὶ ὑμᾶς ἔχειν μεθ' ἑαυτοῦ τῶν αὐτῶν ἀπο λαύοντας ἐμοί. «Εἰ γὰρ ὑπομένομεν, ὁ Παῦλος φησίν, καὶ συμβασι «λεύσομεν». 106 Ἔοικέ τι ἀκριβὲς καὶ ἐξητασμένον ἔχειν ὁ Θωμᾶς, ὅπερ παρίστα ται καὶ ἐκ τῶν ὑπ' αὐτοῦ λεγομένων, ἅπερ οἶμαι αὐτὸν εἰρηκέναι μὴ ἀπιστοῦντα τοῖς λέγουσι τεθεωρηκέναι τὸν κύριον, ἀλλ' εὐλαβούμενον μήποτε φάντασμά ἐστι, καὶ μεμνημένον τοῦ «Πολλοὶ ἐλεύσονται ἐπὶ «τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι». τοῦτο δὲ οἶμαι πεπονθέ ναι καὶ τοὺς λοιποὺς ἀποστόλους, ἀλλὰ κατ' ἐξοχὴν τὸν
Θωμᾶν. 〚ὅτι δὲ καὶ οἱ λοιποὶ ἀπόστολοι τοιοῦτόν τι ἐνενόησαν ἰδόντες τὸν Ἰησοῦν δῆ λον ἐκ τοῦ γεγράφθαι ὅτι «Ἐδόκουν ὅτι φάντασμά ἐστι», καὶ ἀπεκρίθη καὶ εἶπεν αὐτοῖς «Ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα ὀστᾶ καὶ σάρκα οὐκ «ἔχει, καθὼς ἐμὲ