τοῦ ὑδέρου νόσῳ κρατηθεὶς τελευτᾷ τὸν βίον, βασιλεύσας δέκα καὶ ἓξ ἔτη, ἐν ὅλοις δὴ βασιλεύων εἰς ὑψηλοὺς τοῦ βίου καταλήξας τέρμονας· «ἐπί τε γὰρ νίκαις λαμπραῖς καὶ μοναρχήσας Ῥωμαίων καὶ δυοῖν βασιλέων πατέρα ἑαυτὸν ἐπιδὼν καὶ τούτοις ἀστασίαστον παραπέμψας τὴν βασιλείαν, κἀπὶ τῆς ἑαυτοῦ κλίνης εὐδαιμονέστατα προλείπει τὸν βίον, τοῦ θερμοῦ μοι δοκῶ κατὰ τῶν εἰδώλων ζήλου τοῦτο γέρας ἐξενεγκών.» Ταῦτα λέγων ὁ δυσσεβὴς περὶ τοῦ εὐσεβεστάτου Θεοδοσίου, οὐκ αἰσχύνεται κωμῳδεῖν αὐτὸν ἐπ' ἀκρασίᾳ βίου καὶ τρυφῆς ἀμετρίᾳ, δι' ἣν αὐτὸν ἁλῶναι γράφει καὶ τῷ τοῦ ὑδέρου νοσήματι. 11.3 Ὅτι Ἀρκαδίῳ μὲν ἐπ' Ἀνατολῆς Ῥουφῖνος παρεδυνάστευενκατὰ δὲ τὴν ∆ύσιν τῷ Ὀνωρίῳ τὴν αὐτὴν ὁ Στελίχων τάξιν διέσωζεν. ἑκάτερος γὰρ αὐτῶν ἑκατέρῳ τῶν Θεοδοσίου παίδων τὸ τῆς βασιλείας σχῆμα καὶ τὸ ὄνομα νέμειν οὐ παραιτούμενος, τὸ κράτος τῆς ἀρχῆς διὰ χειρὸς καὶ γλώσσης εἶχεν, ἐν ὑπάρχου προσηγορίᾳ βασιλεύων τοῦ βασιλεύοντος. οὐδέτερος δ' αὐτῶν οἷς ὑπῆρχεν τῶν βασιλέων ἔστεργεν· ὁ μὲν γὰρ Ῥουφῖνος καὶ τὸ τῆς βασιλείας ὄνομα εἰς ἑαυτὸν μεθέλκειν ἐτέχναζεν, ὁ Στελίχων δὲ τῷ ἑαυτοῦ παιδὶ Εὐχερίῳ περιάπτειν ἠγωνίζετο. ἀλλὰ τὸν μὲν Ῥουφῖνον ὁ ἀπὸ Ῥώμης ἀνακομισθεὶς στρατός, οἳ τῷ Θεοδοσίῳ κατὰ τοῦ τυράννου συνεστρατεύσαντο, ἐν τῷ λεγομένῳ τριβουναλίῳ πρὸς αὐτοῖς τοῖς τοῦ βασιλέως ποσὶ ταῖς μαχαίραις κατεκόψατο, τοῦτο μὲν ἔχοντες ἐντολὰς παρὰ Στελίχωνος ἐξεργάσασθαι, τοῦτο δὲ καὶ διότι μυκτηρίζων αὐτοὺς ἐπεφώρατο. καὶ κατ' ἐκείνην ἀπερράγη τὴν ἡμέραν τῆς ζωῆς καθ' ἣν οἱ στρατολόγοι μονονουχὶ τὴν ἀλουργίδα αὐτῷ περιεβάλοντο. Εὐμήκης δέ, φησίν, ὁ Ῥουφῖνος ἦν καὶ ἀνδρώδης· καὶ τὴν σύνεσιν αἵ τε τῶν ὀφθαλμῶν κινήσεις ἐδήλουν καὶ τῶν λόγων ἡ ἑτοιμότης. ὁ δὲ Ἀρκάδιος βραχὺς τῷ μεγέθει καὶ λεπτὸς τὴν ἕξιν καὶ ἀδρανὴς τὴν ἰσχὺν καὶ τὸ χρῶμα μέλας· καὶ τὴν τῆς ψυχῆς νωθείαν οἵ τε λόγοι διήγγελλον καὶ τῶν ὀφθαλμῶν ἡ φύσις, ὑπνηλῶς τε καὶ δυσαναφόρως αὐτοὺς δεικνῦσα καθελκομένους. ἃ καὶ τὸν Ῥουφῖνον ἠπάτα, ὡς ἐξ αὐτῆς μόνης τῆς ὄψεως ὁ στρατὸς αὐτὸν μὲν αἱρήσεται χαίρων βασιλέα, ἀποσκευάσεται δὲ τὸν Ἀρκάδιον. Τὴν μέντοι κεφαλὴν Ῥουφίνου τεμόντες τῷ στόματι λίθον ἐνέθεσαν, ἐπὶ καμάκου δ' ἀναρτήσαντος πανταχοῦ περιέθεον. καὶ τὴν δεξιὰν ὡσαύτως τεμόντες ἐν τοῖς ἐργαστηρίοις τῆς πόλεως περιῆγον «δότε τῷ ἀπλήστῳ» λέγοντες. καὶ πολὺ χρυσίον ἡ αἴτησις ἠρανίσατο· οἷα γὰρ ἐπὶ καταθυμίῳ θεάματι προθύμως τὸ χρυσίον οἱ ὁρῶντες ἀντεδίδοσαν. Ἀλλ' ὁ μὲν Ῥουφίνου τῆς βασιλείας ἔρως εἰς τοῦτο περιέκοψεν. καὶ τὸν Στελίχωνα δέ, ὡς οὗτος λέγει, ἐπιβουλὴν κατὰ τοῦ Ὀνωρίου συστησάμενον αὐτόν τε καὶ τοὺς συστασιώτας ὁ τὸ σύνθημα παρὰ τοῦ βασιλέως δεξάμενος στρατὸς ἀποσφάττουσιν. 11.4 Ὅτι Εὐτρόπιος, φησί, μετὰ Ῥουφῖνον ἐκ δούλων εὐνοῦχος εἰς τὰ βασίλεια παραδὺς καὶ τὴν τοῦ πραιποσίτου τιμὴν ἀναβάς, τοῖς παροῦσιν οὐκ ἠγάπησεν. ἀλλ' ἐπειδήπερ αὐτὸν ἡ ἐκτομὴ τῆς ἀλουργίδος ἀπεστέρει, πείθει βασιλέα πατρίκιόν τε αὐτὸν καὶ ὕπατον ἀναγράφειν. καὶ ἦν λοιπὸν πατὴρ ὁ εὐνοῦχος βασιλέως, ὁ μηδὲ τὸν τυχόντα παῖδα φῦναι δυνάμενος. 11.5 Ὅτι, φησί, Εὐτρόπιος προστάττει Καισαρίῳ τὴν Ῥουφίνου διαδεξαμένῳ ἀρχὴν Εὐνόμιον ἐκ τῶν ∆ακοροηνῶν ἐπὶ Τύανα μεταστῆσαι, ὑπὸ τῶν ἐκεῖ μοναστῶν τηρησόμενον. βασκαίνων γὰρ αὐτῷ τοῦ κλέους, οὐδὲ τὸν νεκρὸν αὐτοῦ ταφῆς τυχεῖν τῆς μετὰ τοῦ διδασκάλου συνεχώρει, καίτοι πολλὰ πολλῶν δεηθέντων· ἀλλὰ καὶ τὰς βίβλους αὐτοῦ δημοσίοις γράμμασιν ἀφανίζεσθαι διετάξατο. 11.6 Ὅτι, φησίν, Ἀρκάδιος ὁ βασιλεὺς μετὰ θάνατον τοῦ πατρὸς θυγατέρα Βαύδωνος ἄγεται γυναῖκα· ὁ δὲ βάρβαρος μὲν ἦν τὸ γένος, στρατηγίᾳ δὲ κατὰ τὴν Ἑσπερίαν διαπρέψας. τὸ δὲ γύναιον οὐ κατὰ τὴν τοῦ ἀνδρὸς διέκειτο νωθείαν, ἀλλ' ἐνῆν αὐτῇ τοῦ βαρβαρικοῦ θράσους οὐκ ὀλίγον. αὕτη δὲ θυγατέρας ἤδη τῷ Ἀρκαδίῳ δύο Πουλχερίαν καὶ Ἀρκαδίαν ἐγείνατο, ὕστερον δὲ καὶ Μαρῖναν καὶ υἱὸν ἐπέτεκε Θεοδόσιον. τότε δ' οὖν τῶν δύο παίδων μήτηρ οὖσα, παρὰ Εὐτροπίου περιυβρισθεῖσα ὡς καὶ ἀπειλὴν αὐτῇ