ἀγωνίζεσθαι· εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καὶ ἑξῆς, τοῦτ' ἔστιν εἰ καὶ τούτων ἐλλειπόντων ὅμως κατηλλάγη ὁ θεὸς τῷ κόσμῳ, καὶ τὸ μεσότοιχον ἤρθη τῆς παλαιᾶς ἔχθρας, τί ἂν οὐ γένοιτο χρηστὸν καὶ ὑπερθαύμαστον καὶ τούτων σωθέντων καὶ προστεθέντων; Τίς ἡ πρόσληψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν; εἰ γὰρ καὶ μεγίστῳ μέρει, φησί, ζημιουμένων τῶν σωζομένων, ὅμως ἡ σωτηρία αὐτῶν καταλλαγὴ γίνεται κόσμου καὶ ἡ ἔχθρα ἡ πρὸς τὸν θεὸν διαλύεται τῶν ἀνθρώπων, τί χρὴ λογίζεσθαι, ἐπειδὰν καὶ αὐτὸ τὸ μέρος ὅπερ ἐστὶν οἱ Ἰουδαῖοι προσληφθῇ καὶ προστεθῇ τοῖς σωζομένοις; τίς οὖν αὐτῶν ἐστιν ἡ πρόσληψις καὶ ἡ προσθήκη εἰ μὴ μέγας πλοῦτος, εἰ μὴ τελεία καὶ ὁλόκληρος χαρά, ὡς ἐπὶ τελείᾳ καὶ κοινῇ ζωῇ καὶ ἀναβιώσει ἐκ νεκρῶν; Rο+m11,16 Τοῦτο ἐπικατασκευαστικὸν ὅτι πάντως, ἐάν περ θέλωσι, σωθήσονται οἱ Ἰουδαῖοι. καὶ κατασκευάζει αὐτὸ διχῶς· πρῶτον μὲν ἐκ τῆς ἀκολουθίας, δεύτερον δὲ ἀπορίαν πρὸς τοῦτο φερομένην πολλαχῶς ἐπιλυόμενος. Rο+m11,28 Εἰ ἐχθροὶ γεγόνασιν οἱ Ἰουδαῖοι διὰ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας, πῶς ἀνωτέρω ἔλεγεν· ἐφ' ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω; διὰ τί φησιν· εἴ πως παραζηλώσω μου τὴν σάρκα; εἰ γὰρ διὰ τῆς πίστεως τῶν 527 ἐθνῶν παραζηλοῦσι καὶ μιμοῦνται οἱ Ἰουδαῖοι καὶ πιστοὶ γίνονται, πῶς δι' αὐτοὺς ἐχθροὶ γίνονται πάλιν τῆς πίστεως καὶ τοῦ εὐαγγελίου; ἀλλὰ πρῶτόν φαμεν, ὅτι οὐκ ἔφη διὰ τῆς πίστεως τῶν ἐξ ἐθνῶν παραζηλοῦν καὶ μιμεῖσθαι τοὺς Ἰουδαίους, ἀλλὰ διὰ τὸ δοξάζεσθαι αὐτούς, διὰ τὸ ἐπαινεῖσθαι· ἡ γὰρ δόξα καὶ ὁ ἔπαινος ὁ εἰς τοὺς ἐξ ἐθνῶν ἀνερεθίσει αὐτοὺς καὶ εἰς ζῆλον καὶ μίμησιν παρακαλέσει, ὥστε οὐκ ἐναντία ἐστὶν ἀλλήλων τὰ εἰρημένα. δεύτερον δέ, οὐδὲ κατ' ἀπόφασιν ἔφη ὅτι παραζηλώσουσιν οἱ Ἰουδαῖοι, ἀλλ' ἀμφιβόλως καὶ διστάζων· εἴ πως γάρ, φησί, παραζηλώσω μου τὴν σάρκα, οἷον· ἴσως τάχα· ὥστε εἰ καὶ διὰ τῆς αὐτῶν πίστεως, οὐχὶ δὲ διὰ τῆς δόξης καὶ τῶν ἐπαίνων ἔλεγε παραζηλοῦν τοὺς Ἰουδαίους. οὐδ' οὕτως ἐμάχετο· διὰ μὲν γὰρ τοῦ εἰπεῖν ἐχθροὶ δι' ὑμᾶς τῶν Ἰουδαίων τὴν ἀπιστίαν λέγει καὶ τὴν αἰτίαν δι' ἣν σφοδρότερον ἀπεχθάνονται τῇ πίστει. διὰ δὲ τοῦ εἴ πως παραζηλώσω μου τὴν σάρκα, τὴν ἰδίαν ἐνδείκνυται σπουδὴν καὶ προθυμίαν ἣν εἶχεν εἰς τὸ σῶσαι τοὺς ἐξ Ἰουδαίων. καὶ χωρὶς δὲ τῶν εἰρημένων οὐδ' οὕτως ἐμάχετο τὰ λεχθέντα, κἂν ἄμφω ἀποφαντικῶς εἴρητο· καὶ γὰρ οὐδὲν ἐκώλυέν τινας μὲν τῶν πεπιστευκότων ἀνερεθισθέντας τῇ πίστει τῶν ἐθνῶν παραζηλῶσαι καὶ πιστεῦσαι, καὶ τῶν μὴ πεπιστευκότων πάλιν πολλοὺς ἀπεχθείᾳ καὶ μίσει τῷ πρὸς τοὺς ἐξ ἐθνῶν σκληροτέρους καὶ ἀπειθεστέρους γενέσθαι τῷ εὐαγγελικῷ κηρύγματι, ὡς ἔστι καὶ ἐπ' αὐτῶν ἰδεῖν τῶν πραγμάτων. οἱ μὲν γὰρ μιμούμενοι τοὺς ἐξ ἐθνῶν προσέρχονται τῇ πίστει καὶ σώζονται, οἱ δὲ τούτοις ἀπεχθανόμενοι σφοδρότεροι ἐχθροὶ καὶ τῆς πίστεως καθίστανται. Rο+m11,30-32 Προτρέπεται τοὺς Ἰουδαίους ἐπὶ τὴν εἰς Χριστὸν πίστιν διὰ τούτων, καὶ ἅμα χρηστὰς ἐλπίδας αὐτοῖς ὑποτείνει καὶ πᾶσαν αἰσχύνην ἀναιρεῖ. μὴ αἰσχυνθῇς, φησί, κἂν ἠπείθησας προσελθεῖν, μηδ' ἀπελπίσῃς ὡς βραδύτερον προσερχόμενος· τεύξῃ καὶ ὀψὲ προσϊὼν τοῦ ἐλέους. καὶ γὰρ καὶ τὰ ἔθνη κληθέντα ἠπείθησε πρότερον, ἀλλὰ νῦν ἐπίστευσεν, μήτε τὴν προτέραν αἰσχυνθέντα ἀπείθειαν, μήτε ὑπὸ τῆς βραδυτῆτος εἰς τὴν σωτηρίαν παρεμποδισθέντα. μηδ' αὐτὸς τοίνυν, ὦ Ἰουδαῖε, μήτ' αἰσχυνθῇς μήτ' ἀπελπίσῃς, ἀλλὰ πρόσελθε προθύμως τῇ πίστει καὶ πάντως ἐλεηθήσῃ. ἢ οὖν προτροπῆς καὶ παραινέσεως τόπον ἐπέχει τὰ εἰρημένα, ἢ καὶ προφητείας, πιστούμενα τὸ μέλλον ἀπὸ τῆς τῶν ἐκβεβηκότων παραθέσεως καὶ μαρτυρίας. τὸ δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ, καὶ ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, φησίν, οὐχ ὅτι ἡ ἀπείθεια τῶν Ἰουδαίων αἰτία γέγονε τοῦ ἐλεηθῆναι τὰ ἔθνη, οὐδ' ὅτι τὸ ἔλεος τῶν ἐθνῶν αἴτιον γέγονε τῆς Ἰουδαίων ἀπειθείας, ἀλλὰ ταῦτά φησι δεικνὺς καὶ διδάσκων, ὅτι ὁ θεὸς οὐδέποτε διέλιπε τὸ αὐτοῦ 528 ποιῶν καὶ τὸ ἔλεος αὐτοῦ πηγάζων. κἂν πάλαι μὲν γὰρ ἠπείθει τὰ ἔθνη, νῦν δ' ἀπειθοῦσιν οἱ Ἰουδαῖοι,