συνθέτων προέστηκε καὶ τῆς τάξεως καὶ τῆς κατ' ἀριθμὸν αὐτῶν διαιρέσεως, καὶ ἔστι τῆς αὐτῆς τῷ πα τρικῷ συστοιχίας ἐν μερικωτέροις γένεσιν. ἑκάτερον γὰρ τῆς τοῦ πέρατός ἐστι τάξεως, ἐπεὶ καὶ ἡ ὕπαρ ξις καὶ ὁ ἀριθμὸς καὶ τὸ εἶδος περατοειδῆ πάντα ἐστίν· ὥστε ταύτῃ σύστοιχα ἀλλήλοις. ἀλλὰ τὸ μὲν δημιουργικὸν εἰς πλῆθος προάγει τὴν ποίησιν, τὸ δὲ ἑνοειδῶς παρέχεται τὰς τῶν ὄντων προόδους· καὶ τὸ μὲν εἰδοποιόν ἐστι, τὸ δὲ οὐσιοποιόν. ᾗ οὖν ταῦτα διέστηκεν ἀλλήλων, τό τε εἶδος καὶ τὸ ὄν, ταύτῃ τοῦ δημιουργικοῦ τὸ πατρικὸν διέστηκεν. ἔστι δέ τι ὂν τὸ εἶδος. ὁλικώτερον ἄρα καὶ αἰτιώτερον <ὄν,> τὸ πατρικόν ἐστιν ἐπέκεινα τοῦ δημιουργικοῦ γένους, ὡς τὸ ὂν τοῦ εἴδους. 158 Πᾶν τὸ ἀναγωγὸν αἴτιον ἐν τοῖς θεοῖς καὶ τοῦ καθαρ τικοῦ διαφέρει καὶ τῶν ἐπιστρεπτικῶν γενῶν. ὅτι μὲν γὰρ εἶναι δεῖ καὶ τοῦτο πρώτως ἐν ἐκείνοις δῆλον, ἐπειδὴ τῶν ὅλων ἀγαθῶν ἐκεῖ τὰ αἴτια πάντα προϋφέστηκεν. ἀλλὰ τοῦ μὲν καθαρτικοῦ προϋπάρχει, διότι τὸ μὲν ἀπολύει τῶν χειρόνων, τοῦτο δὲ συνάπτει τοῖς κρείττοσι· τοῦ δὲ ἐπιστρεπ τικοῦ μερικωτέραν ἔχει τάξιν, διότι πᾶν τὸ ἐπιστρέφον ἢ πρὸς ἑαυτὸ ἐπιστρέφει ἢ πρὸς τὸ κρεῖττον, τοῦ δὲ ἀναγωγοῦ τὸ ἐνέργημα κατὰ τὴν πρὸς τὸ κρεῖττον ἐπιστροφὴν χαρακτηρίζε ται, ὡς εἰς τὸ ἄνω καὶ τὸ θειότερον ἄγον τὸ ἐπιστρεφόμενον. 159 Πᾶσα τάξις θεῶν ἐκ τῶν πρώτων ἐστὶν ἀρχῶν, πέρατος καὶ ἀπειρίας· ἀλλ' ἡ μὲν πρὸς τῆς τοῦ πέρατος αἰτίας μᾶλλον, ἡ δὲ πρὸς τῆς ἀπειρίας. πᾶσα μὲν γὰρ ἐξ ἀμφοτέρων πρόεισι, διότι τῶν πρώτων αἰτίων αἱ μεταδόσεις διήκουσι διὰ πάντων τῶν δευτέρων. ἀλλ' ὅπου μὲν τὸ πέρας ἐνδυναστεύει κατὰ τὴν μῖξιν, ὅπου δὲ τὸ ἄπειρον· καὶ οὕτω δὴ τὸ μὲν περατοειδὲς ἀποτελεῖται γένος, ἐν ᾧ τὰ τοῦ πέρατος κρατεῖ· τὸ δὲ ἀπειροειδές, ἐν ᾧ τὰ τῆς ἀπει ρίας. 160 Πᾶς ὁ θεῖος νοῦς ἑνοειδής ἐστι καὶ τέλειος καὶ πρώτως νοῦς, ἀφ' ἑαυτοῦ καὶ τοὺς ἄλλους νόας παράγων. εἰ γὰρ θεῖός ἐστι, πεπλήρωται τῶν θείων ἑνάδων καὶ ἔστιν ἑνοειδής· εἰ δὲ τοῦτο, καὶ τέλειος, τῆς ἀγαθότητος τῆς θείας πλήρης ὑπάρχων. εἰ δὲ ταῦτα, καὶ πρώτως ἐστὶ νοῦς, ἅτε τοῖς θεοῖς ἡνωμένος· παντὸς γὰρ νοῦ κρείττων ὁ ἐκθεούμενος νοῦς. πρώτως δὲ ὢν νοῦς, καὶ τοῖς ἄλλοις αὐτὸς δίδωσι τὴν ὑπόστασιν· ἀπὸ γὰρ τῶν πρώτως ὄντων πάντα τὰ δευτέρως ὄντα τὴν ὕπαρξιν κέκτηται. 161 Πᾶν τὸ ὄντως ὂν τὸ τῶν θεῶν ἐξημμένον θεῖόν ἐστι νοητὸν καὶ ἀμέθεκτον. ἐπεὶ γὰρ πρῶτόν ἐστι τῶν τῆς θείας ἑνώσεως μετεχόντων τὸ ὄντως ὄν, ὡς δέδεικται, καὶ πληροῖ τὸν νοῦν ἀφ' ἑαυτοῦ (καὶ γὰρ ὁ νοῦς ὄν ἐστιν, ὡς τοῦ ὄντος πληρούμενος), θεῖόν ἐστι δήπου νοητόν· ὡς μὲν ἐκθεούμενον, θεῖον, ὡς δὲ πληρωτικὸν τοῦ νοῦ καὶ ὑπ' αὐτοῦ μετεχόμενον, νοητόν. καὶ ὁ μὲν νοῦς ὂν διὰ τὸ πρώτως ὄν, αὐτὸ δὲ τὸ πρώτως ὂν χωριστόν ἐστιν ἀπὸ τοῦ νοῦ, διότι μετὰ τὸ ὄν ἐστιν ὁ νοῦς. δὲ ἀμέθεκτα πρὸ τῶν μετεχομένων ὑφέστηκεν· ὥστε καὶ τοῦ συζύγου πρὸς τὸν νοῦν ὄντος προϋπάρχει τὸ καθ' αὑτὸ καὶ ἀμεθέκτως ὄν. νοητὸν γάρ ἐστιν οὐχ ὡς τῷ νῷ συντεταγμένον, ἀλλ' ὡς τελειοῦν ἐξῃρημένως τὸν νοῦν, διότι κἀκείνῳ τοῦ εἶναι μεταδίδωσι καὶ πληροῖ κἀκεῖνον τῆς ὄντως οὔσης οὐσίας. 162 Πᾶν τὸ καταλάμπον τὸ ὄντως ὂν πλῆθος τῶν ἑνάδων κρύφιον καὶ νοητόν ἐστι· κρύφιον μὲν ὡς τῷ ἑνὶ συνημμένον, νοητὸν δὲ ὡς ὑπὸ τοῦ ὄντος μετεχόμενον. ἀπὸ γὰρ τῶν ἐξημμένων πάντες οἱ θεοὶ καλοῦνται, διότι καὶ τὰς ὑποστάσεις αὐτῶν τὰς διαφόρους ἀπὸ τούτων, ἀγνώστους ὑπαρχούσας, γνῶναι δυνατόν. ἄρρητον γὰρ καθ' αὑτὸ πᾶν τὸ θεῖον καὶ ἄγνωστον, ὡς τῷ ἑνὶ τῷ ἀρρήτῳ συμφυές· ἀπὸ δὲ τῆς τῶν μετεχόντων ἐξαλλαγῆς καὶ τὰς ἐκείνων ἰδιότητας γνωρίζε σθαι συμβαίνει. νοητοὶ δὴ οὖν εἰσιν οἱ τὸ ὄντως ὂν καταλάμ ποντες, διότι δὴ τὸ ὄντως ὂν νοητόν ἐστι θεῖον καὶ ἀμέθεκτον, τοῦ νοῦ προϋφεστηκός. οὐ γὰρ ἂν τοῦτο τῶν πρωτίστων ἐξῆπτο θεῶν, εἰ μὴ κἀκεῖνοι πρωτουργὸν εἶχον ὑπόστασιν καὶ δύναμιν τελειωτικὴν τῶν ἄλλων θεῶν, εἴπερ ὡς τὰ μετέχοντα πρὸς ἄλληλα, οὕτω καὶ αἱ τῶν μετεχομένων ἔχουσιν ὑπάρξεις. 163 Πᾶν τὸ πλῆθος τῶν ἑνάδων τὸ μετεχόμενον ὑπὸ τοῦ ἀμεθέκτου νοῦ νοερόν ἐστιν. ὡς γὰρ ἔχει νοῦς πρὸς τὸ ὄντως ὄν, οὕτως αἱ ἑνάδες αὗται πρὸς τὰς ἑνάδας τὰς