1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

33

κατεστήσατο· 3.3.8 ἔνθα δὴ καὶ διαρκὲς ὕδωρ ἐσαγαγὼν τά τε ἄλλα πάντα τοῖς τῇδε ᾠκημένοις ἐν ἐπιτηδείῳ πεποιημένος, τὸν ἕτερον δοῦκα, ᾗπέρ μοι εἴρηται, ξὺν στρατιωτῶν ἐνταῦθα φρουρᾷ ἱκανωτάτῃ ἱδρύσατο. ταύτῃ τε τοῖς τῶν Ἀρμενίων ἔθνεσι τὴν ἀσφάλειαν ἀνεσώσατο. 3.3.9 Ἐκ δὲ Κιθαρίζων ἔς τε Θεοδοσιούπολιν καὶ Ἀρμενίαν τὴν ἑτέραν ἰόντι Χορζάνη μὲν ἡ χώρα καλεῖται, διήκει δὲ ἐς ὁδὸν τριῶν ἡμερῶν μάλιστα οὔτε λίμνης τινὸς ὕδατι οὔτε ποταμοῦ ῥείθρῳ οὔτε ὄρεσι τὴν δίοδον ἐν στενῷ εἴργουσι διοριζομένη τῆς τῶν Περσῶν γῆς, ἀλλὰ τῶν ὁρίων 3.3.10 αὐταῖς ἀναμὶξ κειμένων. ὥστε οἱ ταύτῃ ᾠκημένοι, Ῥωμαίων ἢ Περσῶν ὄντες κατήκοοι, οὔτε τι ἀπ' ἀλλήλων δέος ἔχουσιν οὔτε ἀλλήλοις πη ἐς ἐπιβουλήν εἰσιν ὕποπτοι, ἀλλὰ καὶ γάμους ἀλλήλοις ἐπικηδεύουσι καὶ ἀγορὰν τῶν ἐπιτηδείων συμβάλλονται καὶ τὰ ἐς γεωργίαν ἐπι3.3.11 κοινοῦνται. ἢν δέ ποτε οἱ τῶν ἑτέρων ἄρχοντες ἐπὶ τοὺς ἑτέρους στρατῷ ἴωσιν, ἐπιτεταγμένον σφίσι πρὸς τοῦ βασιλέως, ἀφυλάκτους ἀεὶ τοὺς πλησιοχώρους εὑρίσκουσι. 3.3.12 χωρία μὲν γὰρ ἑκατέροις πολυανθρωπότατα ὡς ἀγχοτάτω ἀλλήλων ἐστίν, ἔρυμα δὲ οὐδετέροις πη ἐκ παλαιοῦ ἦν. 3.3.13 παρῆν οὖν ἐνθένδε τῷ Περσῶν βασιλεῖ ῥᾷόν τε καὶ ἀπονώτερον τὴν δίοδον ἐς τὰ Ῥωμαίων ἤθη ποιεῖσθαι, ἕως βασιλεὺς Ἰουστινιανὸς διακωλυτὴς αὐτῷ γέγονε τρόπῳ τοιῷδε. χωρίον ἦν ἐπὶ μέσης τῆς χώρας Ἀρταλέ3.3.14 σων ὄνομα. τοῦτο τείχει ἐχυρωτάτῳ περιβαλὼν φρούριόν τε ἀμαχώτατον ἐξειργάσατο καὶ στρατιωτικοὺς καταλόγους τῇδε ἱδρύσατο, οἷς δὴ ἄρχοντα ἐς ἀεὶ ἐφεστάναι διώρισεν, ὅνπερ δοῦκα Ῥωμαῖοι τῇ Λατίνων καλοῦσι φωνῇ. οὕτω τε τὴν ἐκείνῃ ἐσχατιὰν ἐτειχίσατο ξύμπασαν. 3.4.1 Ταῦτα μὲν οὖν βασιλεῖ ταύτῃ ἐξείργασται. ὅσα δὲ αὐτῷ ἐπὶ τῆς ἄλλης Ἀρμενίας διαπεπόνηται ἐρῶν ἔρχο3.4.2 μαι. Σάταλα πόλις ἐπὶ σφαλερᾶς τὸ παλαιὸν ἐλπίδος εἱστήκει. τῶν μὲν γὰρ πολεμίων τῆς γῆς ὀλίγῳ διέχει, ἐν δαπέδῳ δὲ χθαμαλῷ κεῖται, λόφοις τε πολλοῖς ἀμφ' αὐτὴν ἐπανεστηκόσιν ὑπόκειται, περιβόλων τε αὐτῇ διὰ 3.4.3 ταῦτα ἔδει τοῖς ἐπιβουλεύουσιν ἀμηχάνων ἑλεῖν. ἀλλὰ καὶ τοιαύτῃ τοῦ χωρίου τὴν φύσιν οὔσῃ τὰ ἐκ τοῦ ἐρύματος σφαλερώτερα ἦν, φαύλως τε ἀρχὴν τῇ κατασκευῇ καὶ παρέργως πεποιημένου καὶ τῷ μακρῷ χρόνῳ ἤδη τῆς 3.4.4 οἰκοδομίας ἑκασταχοῦ διερρωγότος. ἀλλὰ τοῦτο περιελὼν ὁ βασιλεὺς ὅλον, περίβολον ᾠκοδομήσατο ἐνταῦθα νέον, ὑψηλὸν μὲν ὅσον ὑπερπεφυκέναι τοὺς ἀμφ' αὐτὸν λόφους δοκεῖν, εὐρυνόμενον δὲ ὅσον ἐπ' ἀσφαλοῦς ἐπανε3.4.5 στηκέναι τό γε τοῦ ὕψους ὑπέρογκον. καὶ προτείχισμα δὲ πολλοῦ ἄξιον λόγου πηξάμενος ἐν κύκλῳ τοὺς πολεμίους κατέπληξε. καὶ φρούριον δὲ Σατάλων οὐ πολλῷ ἄποθεν ἐχυρὸν ἄγαν ἐν χώρᾳ Ὀσροηνῶν καλουμένῃ ᾠκοδομήσατο. 3.4.6 Ἦν δέ τι φρούριον ἐν τῇδε τῇ χώρᾳ ἐν ἀκρωνυχίᾳ λόφου κατακρήμνου πεποιημένον τοῖς πάλαι ἀνθρώποις, ὃ δὴ Πομπήιος ἐν τοῖς ἄνω χρόνοις ὁ Ῥωμαίων στρατηγὸς ἐξελὼν καὶ τῆς χώρας τῷ πολέμῳ κύριος γεγονὼς 3.4.7 ἐκρατύνατό τε ὡς μάλιστα καὶ Κολώνειαν ἐπωνόμασε· καὶ τοῦτο οὖν χρόνῳ πεπονηκὸς τοσούτῳ τὸ πλῆθος βασι3.4.8 λεὺς Ἰουστινιανὸς ἀνεσώσατο δυνάμει τῇ πάσῃ. καὶ χρήματα μέντοι προέμενος ἀνάριθμα τοῖς τῇδε ᾠκημένοις, ἐρύματα ἑκασταχοῦ διεπράξατο ἐν τοῖς αὐτῶν ἰδίοις ἀγροῖς ἢ νέα δείμασθαι, ἢ ἀνοικοδομήσασθαι σαθρὰ γεγο3.4.9 νότα. ὥστε ἅπαντα σχεδόν τι τὰ ὀχυρώματα, ὅσα δὴ ἐνταῦθα ξυμβαίνει εἶναι, Ἰουστινιανοῦ βασιλέως τυγχάνει 3.4.10 ἔργα ὄντα. ἐνταῦθα δὲ καὶ φρούρια ᾠκοδομήσατο τό τε Βαιβερδὼν καλούμενον καὶ τὸ Ἄρεων. καὶ τὸ Λυσίορμον ἀνενεώσατο πεπονηκὸς ἤδη σὺν τῷ Λυταραριζών. 3.4.11 ἔν τε χωρίῳ, ὅπερ Γερμανοῦ καλοῦσι Φοσσᾶτον, φρούριον ἐδείματο νέον. ἀλλὰ καὶ Σεβαστείας καὶ Νικοπόλεως τῶν ἐν Ἀρμενίαις πόλεων τὰ τείχη, ἐπεὶ καταπεσεῖσθαι πάντα ἔμελλον, τεταλαιπωρημένα τῷ μήκει τοῦ χρό3.4.12 νου, ἀνοικοδομησάμενος πεποίηται νέα. καὶ ἱερῶν δὲ καὶ μοναστηρίων ἐνταῦθα οἰκοδομίας ἐξείργασται. ἔν τε γὰρ τῇ Θεοδοσιουπόλει νεὼν τῇ θεοτόκῳ ἀνέθηκε, καὶ μοναστήρια ἔν τε χωρίῳ τῷ