33
σκευασμένα ξόανα προσκυνοῦσι· πάσης μὲν γὰρ ἑταίρας ἐπὶ τέ 3.80 γους ἑστώσης ἀναιδέστερον τῆς Ἀφροδίτης τὸ σχῆμα. Τίς γάρ τοι χαμαιτύπην γυμνὴν ἐπ' ἀγορᾶς ἄτερ χιτῶνος καὶ διαζώματος ἑστῶσαν ἐθεάσατο πώποτε; ἀλλὰ τὴν τούτων διδάσκαλον γυμνὴν καὶ οἱ ἀνδριαντοποιοὶ καὶ οἱ ἀγαλματογλύφοι κατασκευάζουσι καὶ οὐδὲ τῷ χιτωνίσκῳ καλύπτουσιν. Καὶ τὴν Εὐρώπην δὲ ἐπὶ τοῦ ταύρου καθημένην καὶ οἱ ζωγράφοι γράφουσι, καὶ οἱ χαλκοτύποι διαπλάττουσι, καὶ διαγλύφουσιν οἱ τῶν ἀγαλμάτων δημιουργοί· καὶ μέντοι καὶ ὁ ∆ιόνυσος λυσιμελής τις καὶ γύννις ὑπὸ τούτων 3.81 κατασκευάζεται· καὶ τὸν Πάνα δὲ καὶ τοὺς Σατύρους ἵπποις καὶ ὄνοις παραπλησίως ὀχείας ὀριγνωμένους καὶ θορνυμένους δη μιουργοῦσιν· οὕτω καὶ τὸν ∆ία ἐν ἀετοῦ σχήματι κατὰ τοῦ Γανυ μήδους λυττῶντα καὶ τῇ Λήδᾳ ἐν εἴδει κύκνου μιγνύμενον, καὶ μέντοι καὶ εἰς τὸν ∆ανάης κόλπον χρυσοῦ δίκην φερόμενον· καὶ τἄλλα δὲ ὡσαύτως κατὰ τὰς τῶν ποιητῶν ὑφηγήσεις διαμορφοῦ 3.82 σιν οἱ τῶν ἀγαλμάτων δημιουργοί. Εἰ τοίνυν ψευδεῖς μύθους 3.82 φατὲ διαπλάσαι τοὺς ποιητάς, τί δήποτε τῶν ἀνδριαντοποιῶν καὶ ἀγαλματογλύφων καὶ ζωγράφων ἀνέχεσθε, κρατυνόντων τῇ τέχνῃ τὸ ψεῦδος; ἀνθ' ὅτου δὲ τοσοῦτο σέβας προσνέμετε τοῖς ὑπὸ τού 3.83 των τεκταινομένοις ἀγάλμασιν; Ἔδει γάρ, εἴπερ ἀληθῆ ἄρα κατηγορεῖτε τῶν ποιητῶν, τὰ μὲν ἐκείνων ἐμπρῆσαι ποιήματα, νόμῳ δὲ τοὺς τεχνίτας κωλῦσαι καὶ προσαπειλῆσαί γε θάνατον, ὥστε μηδένα ποτὲ μηδαμῇ τοιαύτας κατασκευάζειν εἰκόνας, τὸν δὲ παρὰ τὸν νόμον τι δρῶντα ζημιοῦσθαι θανάτῳ. Ἐχρῆν δὲ καὶ τὰ ἐφ' ὕβρει καὶ κωμῳδίᾳ τῶν καλουμένων θεῶν τεκταινόμενα ξυντρίβειν καὶ διαφθείρειν καὶ πείθειν ἅπαντας, ὡς ψευδῆ τὰ 3.84 περὶ τούτων παρὰ τῶν μύθων θρυλούμενα. Ἀλλὰ τούτων μὲν οὐδὲν πώποτε γεγένηται παρ' ὑμῶν, τἀναντία δὲ τούτων δρώμενα ἔστιν ἰδεῖν, θαυμαζομένους μὲν τοὺς ποιητὰς ἐπὶ τοῖς ποιήμα σιν, ἐπαινουμένους δὲ ἄγαν τοὺς ἀγαλματογλύφους καὶ ἀνδριαν τοποιοὺς καὶ ζωγράφους ἐπὶ τοῖς σφετέροις τεχνήμασι, προσκυ νούμενα δὲ τὰ τῷ λόγῳ κατηγορούμενα ξόανα καὶ θυσίαις καὶ τελεταῖς γεραιρόμενα, καὶ τὸ σμικρὸν ἐκεῖνο ζῴδιον, τὸν Πρίαπον λέγω, μετὰ τοῦ μεγίστου καὶ τεταμένου μορίου τιμώμενον, καὶ τὸν τοῦ ∆ιονύσου φαλλὸν ἐν τῇ φαλλαγωγίᾳ παρὰ τῶν ὀργια ζόντων προσκυνούμενον, καὶ τὸν κτένα τὸν γυναικεῖον-οὕτω δὲ τὸ γυναικεῖον ὀνομάζουσι μόριον-ἐν τοῖς Θεσμοφορίοις παρὰ τῶν τετελεσμένων γυναίων θείας τιμῆς ἀξιούμενον. 3.85 Αἰγύπτιοι δὲ τοσοῦτον ταῖς αἰσχραῖς ἐδουλώθησαν ἡδοναῖς, ὡς καὶ τὸν τράγον διὰ τὴν περὶ τὰς μίξεις μανίαν ὀνομάσαι θεόν. Μενδήσιοι δὲ τοῦτον διαφερόντως τιμῶσιν. Καὶ τοῖς ἄλλοις δὲ ζῴοις αἱ ἄλλαι πόλεις θείας τιμὰς ἀφιέρωσαν· ἔσεβον γὰρ δὴ καὶ Μεμφῖται τὸν ταῦρον, καὶ Λυκοπολῖται τὸν λύκον, καὶ Λεοντο πολῖται τὸν λέοντα, καὶ μέντοι καὶ Κυνοπολῖται τὸν κύνα, καὶ ἰχθύν τινα λάτον ὀνομαζόμενον τῆς Λατοῦς οἱ οἰκήτορες, καὶ ἄλλοι τὴν ἶβιν, καὶ ἕτεροι τὸν κροκόδειλον· καὶ ἕκαστον δὲ τούτων ἐν τοῖς ἱεροῖς καθιέρωτο, καὶ τὴν κατάλληλον αὐτῷ προσέφερον ἐδωδήν· εἶτα, ὡς θεοῖς δῆθεν, τὰς θυσίας ἐπετέλουν καὶ τελευ τήσαντα δὲ ταφῆς ἠξίουν πολυτελοῦς. 3.86 Τοσαύτη πάλαι ποτὲ κατεῖχε πλάνη τὴν οἰκουμένην· ἀλλὰ ταύ την ἄρδην ἠφάνισε καὶ πάμπαν ἐξήλασεν ὁ παρ' ἡμῶν προσκυ νούμενος καὶ παρ' ὑμῶν ἀγνοούμενος, καὶ τὴν μεθύουσαν καὶ παραπαίουσαν τῶν ἀνθρώπων φύσιν σωφρονοῦσαν καὶ καθεστηκυῖαν ἀνέδειξεν. Ἀλλὰ γὰρ οἶμαι ὑμᾶς ἐρεῖν, ὡς καὶ ὑμεῖς ἀοράτους τινὰς 3.87 δυνάμεις φατέ, οὓς καὶ Ἀγγέλους καὶ Ἀρχαγγέλους ὀνομάζετε καὶ προσαγορεύετε καὶ Ἀρχὰς καὶ Ἐξουσίας καὶ Κυριότητας καὶ Θρόνους· καὶ ἄλλας αὖ πάλιν κατὰ τὴν Ἑβραίων γλῶτταν Χερουβὶμ καὶ Σεραφὶμ ἴστε προσαγορευομένας. Ἀνθ' ὅτου τοίνυν ἡμῖν νεμεσᾶτε, μετὰ τὸν ἀεὶ ὄντα καὶ ὡσαύτως καὶ κατὰ ταὐτὰ ἔχοντα δευτέρους τινὰς θεούς, καὶ κομιδῇ γε ἐκείνου ἀποδέοντας, νομίζουσί τε καὶ γεραίρουσιν; 3.88 Ἐγὼ δὲ ὁμολογῶ μὲν τὴν θείαν ἡμᾶς διδάξαι γραφήν, εἶναι δή τινας ἀοράτους δυνάμεις, καὶ ὑμνούσας τὸν ποιητὴν καὶ