33
προσηγόρευσε, καὶ ὦτα τὴν ἀκουστικὴν, καὶ χεῖρας τὴν πρακτικὴν, καὶ τὰς ἄλλας ἐνεργείας ὡσαύτως. Τούτων οὐδὲν συνεὶς ὁ ἀνόητος, τὴν ἀνθρωπείαν τῷ Θεῷ μορφὴν περιτέ θεικεν. Οὕτω γὰρ ἐνόησε καὶ τό· "Ποιήσωμεν ἄν θρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν." Καὶ ἀλογίαν νοσῶν, τὸ μὲν τῆς ψυχῆς ἀόρατον καὶ ἀθάνατον οὐ συνεῖδε, τῷ δὲ σώματι μόνῳ τὸν λογι σμὸν προσαπήρεισε. Ἀλλὰ καὶ περὶ τούτου ἐν τοῖς περὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως σὺν Θεῷ φάναι λεχθήσεται. Τοῦτον τοίνυν φασὶ τὸν Αὐ δαῖον, καὶ τὸ σκότος εἰπεῖν, καὶ τὸ πῦρ, καὶ τὸ ὕδωρ ἀγέννητα. Οἱ δὲ τῆς τούτου προσηγορίας μετειλη χότες κατακρύπτουσι ταῦτα. Σκήπτονται δὲ φεύγειν τῆς Ἐκκλησίας τὴν κοινωνίαν, διὰ τοὺς 83.429 τοκογλύφους, καὶ γυναιξὶ συνοικοῦντας, καίτοι πολ λῶν καὶ παρ' αὐτοῖς τολμωμένων χαλεπωτέρων. Καὶ οὐ συνορῶσιν, ὡς οὐδὲ τοῖς ἀκριβέσι τῶν ἐπισκόπων τὸ ἐκτέμνειν εὐπετές· ἀλλὰ χρεία μὲν κατηγόρων, χρεία δὲ μαρτύρων, κατὰ τὸν ἀποστολικὸν νόμον· "Κατηγορίαν γὰρ, φησὶ, κατὰ πρεσβυτέρου μὴ καταδέξῃ ἐκτὸς δύο ἢ τριῶν μαρτύρων." Ὅτι δὲ τοὺς ἁλισκομένους οἱ ἐκκλησιαστικοὶ κολά ζουσι νόμοι, μαρτυρεῖ πανταχοῦ γῆς καὶ θαλάττης τὰ γινόμενα. Καὶ γὰρ ἐπίσκοποι, καὶ διάκονοι, καὶ πρεσβύτεροι, τῶν ἐκκλησιαστικῶν καταλόγων χωρί ζονται. Οὗτοι δὲ ἄφεσιν ἁμαρτημάτων ποιεῖσθαι νεανιεύονται. ∆ιχῆ γὰρ τὰς ἱερὰς βίβλους μετὰ τῶν νόθων διελόντες (διαφερόντως γὰρ ταύτας νομίζουσιν ἀποκρύφους καὶ μυστικὰς), καὶ στιχηδὸν ἔνθεν καὶ ἔνθεν τεθεικότες, διαβαίνειν ἕκαστον μεταξὺ τού των κελεύουσι, καὶ τὰ πλημμεληθέντα ὁμολογεῖν· εἶτα τοῖς ὡμολογηκόσιν δωροῦνται τὴν ἄφεσιν· οὐ χρόνον ὁριζόμενοι εἰς μετάνοιαν, καθὰ κελεύουσιν οἱ τῆς Ἐκκλησίας θεσμοὶ, ἀλλ' ἐξουσίᾳ ποιούμενοι τὴν συγχώρησιν. Εἰδότες δὲ οἱ διαβαίνοντες παιδιὰν τὸ γινόμενον, τὰ μὲν ἀληθῆ πλημμελήματα κατα κρύπτουσι, σμικρὰ δέ τινα λέγουσι, καὶ γέλωτος ἄξια, ἃ καὶ λέγειν ὀκνήσειεν ἄν τις, εἰ μὴ τὴν τού των ἔχοι φρενοβλάβειαν. ΙΑʹ. -Περὶ Μεσσαλιανῶν, ἤγουν Εὐχιτῶν καὶ Ἐνθουσιαστῶν. Μεσσαλιανοὶ δὲ (τοὔνομα δὲ τοῦτο μεταβαλλό μενον εἰς τὴν Ἑλλάδα φωνὴν, τοὺς Εὐχίτας σημαίνει), τὸ μὲν βάπτισμά φασι μηδὲν ὀνεῖν τοὺς προσ ιόντας· ξυροῦ γὰρ δίκην ἀφαιρεῖται τῶν ἁμαρτημά των τὰ πρότερα, τὴν δὲ ῥίζαν οὐκ ἐκκόπτει τῆς ἁμαρτίας· ἡ δὲ ἐνδελεχὴς προσευχὴ, καὶ τὴν ῥίζαν τῆς ἁμαρτίας πρόῤῥιζον ἀνασπᾷ, καὶ τὸν ἐξ ἀρχῆς συγκληρωθέντα πονηρὸν δαίμονα τῆς ψυχῆς ἐξελαύ νει. Ἑκάστῳ γάρ φασιν ἀνθρώπῳ τικτομένῳ παραυτίκα συνέπεσθαι δαίμονα, καὶ τοῦτον εἰς τὰς ἀτόπους πράξεις παρακινεῖν. Τοῦτον δὲ οὔτε τὸ βάπτισμα, οὔτε ἄλλο τι δύναται τῆς ψυχῆς ἐξελάσαι, ἀλλὰ μόνη τῆς προσευχῆς ἡ ἐνέργεια. Ἐξιέναι δέ φασι τὸν ἔνοικον δαίμονα διὰ κορύζης καὶ τῶν περιττωμάτων τοῦ πτύσματος. Οὕτως ἐξαπατηθέντες οἱ τρισάθλιοι ἔργον μὲν οὐδὲν μετίασι (πνευματικοὺς γὰρ ἑαυτοὺς ὀνομάζουσι), τῇ δὲ εὐχῇ δῆθεν ἐσχολα κότες, τῆς ἡμέρας τὸ πλεῖστον καθεύδουσιν. Εἶτα ὑπὸ τοῦ σφᾶς ἐκβακχεύσαντος δαίμονος ἐξαπατη θέντες, ἀποκαλύψεις ἑωρακέναι φασὶ, καὶ τὰ ἐσόμε να προλέγειν ἐπιχειροῦσιν· ἐλέγχονται δὲ διὰ τῶν πραγμάτων ψευδόμενοι. Βρενθύονται δὲ καὶ τὸν Πα τέρα βλέπειν, καὶ τὸν Υἱὸν, καὶ τὸ πανάγιον Πνεῦμα, τοῖς τοῦ σώματος ὀφθαλμοῖς, καὶ τῆς γινομένης τοῦ 83.432 Πνεύματος ἐπιφοιτήσεως τὴν αἴσθησιν δέχεσθαι. Πρό χειροι δέ εἰσιν εἰς ἄρνησιν, κἂν βιασθῶσιν, ἀναθε ματίζουσιν εὐπετῶς τοὺς τούτων τι λέγοντας. Αὐτίκα τοίνυν ἐπὶ τοῦ πανευφήμου Φλαβιανοῦ, τοῦ τῆς Ἀν τιοχέων ἐπισκόπου, κρινόμενοι, συκοφαντίας ἐκάλουν τὰς γεγενημένας κατηγορίας. Ἀλλ' ὁ πάνσοφος ἐκεῖνος ἀνὴρ τὴν λανθάνουσαν ἐφώρασεν αἵρεσιν. Ἀγανακτεῖν γὰρ κατὰ τῶν κατηγόρων δόξας, καὶ χαλεπαίνειν ὡς ψευδεῖς λόγους συντεθεικότων, παρ' αὐτὸν