33
αʹ. "Προσευχὴ τῷ ∆αβίδ." ∆ιωκόμενος ὑπὸ τοῦ Σαοὺλ, καὶ παντοδαπὰς ὑπομένων ἐπιβουλὰς, τὸν τῶν ὅλων Θεὸν εἰς ἐπικουρίαν καλεῖ. "Εἰσάκου σον, Κύριε, δικαιοσύνης μου· πρόσχες τῇ δεήσει μου· ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις." Πάλιν ἐνταῦθα δικαιοσύνην οὐ τὴν τελείαν ἀρετὴν λέγει, ἀλλὰ τὴν δικαίαν αἴτησιν. Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ τὴν ἀντωνυμίαν οὐ προστεθείκασιν· ἀλλ' ὁ μὲν Σύμμαχος καὶ ὁ Θεοδοτίων Κύριον δι καιοσύνης τὸν Θεὸν ὠνομάκασιν· ὁ δέ γε Ἀκύ λας οὕτως ἔφη, Εἰσάκουσον, Κύριε, δίκαιον, ἀντὶ τοῦ δικαίως, καὶ μὴ μακροθύμως. Τὸ δὲ, "Οὐκ ἐν χείλεσι δολίοις," ὁ Σύμμαχος οὕτως εἴρηκεν, Οὐ διὰ χειλέων δολίων. Καθαροῖς γὰρ, φησὶ, χείλεσι τὴν ἱκετείαν προσφέρω· οὐχ ἕτερα μὲν φρονῶν, ἕτερα δὲ φθεγγόμενος· ἀλλὰ συνομολογοῦσαν ἔχω τῇ γνώμῃ τὴν γλῶτταν. βʹ. "Ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητα." Ἀντι βολῶ σε δικάσαι τοῖς κατ' ἐμέ· οἶδα γάρ σου τῆς ψήφου τὸ δίκαιον. γʹ, δʹ. "Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδι κία. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων." Ἐνταῦθα διδάσκει, ὡς πολλάκις λαβὼν τὸν Σαοὺλ ὑποχείριον, ἀνελεῖν οὐκ ἠνέσχετο, ἀλλ' εὐεργεσίᾳ τὴν ἀδικίαν ἠμείψατο· διὸ καὶ τῆς νυκτὸς ἐμνημόνευσεν, ἐν ᾗ τοῦτο δέδρακεν, ἐν νυκτὶ καθεύδοντα τὸν Σαοὺλ περισώσας, καὶ οὐ δενὶ συγχωρήσας ἐπενεγκεῖν αὐτῷ τὴν θανατηφόρον πληγήν. Τροπικῶς δὲ καὶ τὰς συμφορὰς νύκτας καλεῖ, διὰ τὸ ζοφῶδες τῆς ἀθυμίας, ὥσπερ αὖ, καὶ πύρωσιν τὴν δοκιμασίαν αὖθις ὀνομάζει· "Ἐπύρωσας γάρ με, φησὶ, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία." Καθάπερ γάρ τινα χρυσὸν δοκιμάσας, ἀκίβδηλον εὗρες, ὦ ∆έσποτα. Τοσοῦτον γὰρ ἀπέσχον τοῦ λυμήνασθαι τὸν πολέμιον, ὅτι καὶ τῆς κατ' 80.968 αὐτοῦ λοιδορίας ἐλευθέραν τὴν γλῶτταν ἐφύλαξα, καὶ ἃ πράττων ἐκεῖνος διατελεῖ, ταῦτα λέγειν οὐκ ἠνεσχόμην ἐγώ. "∆ιὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς." Τοῦτο δὲ ὁ δυσχερὲς, καὶ ἐπίπονον δέδρακα ταῖς σαῖς πειθόμενος ἐντολαῖς. εʹ. "Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρί βοις σου, ἵνα μὴ σαλευθῇ τὰ διαβήματά μου." Ἱκετεύω τοίνυν, μὴ παρατραπῆναί μου τὸν σκοπόν· ἔσται δὲ τοῦτο, εἰ τῆς σῆς ῥοπῆς ἀπολαύσαιμι. ∆ια βήματα γὰρ τῆς πράξεως τὴν ὁρμὴν προσηγόρευ σεν. ʹ. "Ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός." Οὐ μάτην τοῖσδε λόγοις ἐχρησάμην, ἀλλὰ πεῖραν τῆς σῆς ἔχων φιλανθρωπίας· ἤκουσας γάρ μου καλοῦντος πολλάκις. "Κλῖνον τὸ οὖς σου ἐμοὶ, καὶ εἰσάκουσον τῶν ῥημάτων μου. [ζʹ.] Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώ ζων τοὺς ἐλπίζοντας ἐπὶ σέ." ∆έξαι τοίνυν τὴν ἱκετείαν· κίνησον πολλὰς γλώττας εἰς ὑμνῳδίαν. Οἱ γὰρ ἐλεούμενον παρὰ σοῦ τὸν ἀδικούμενον βλέπον τες ὑμνήσουσί σου τὴν πρόνοιαν· εἴωθας δὲ τοῖς εἰς σὲ πεποιθόσιν ἐπικουρίαν ὀρέγειν. ηʹ. "Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύ λαξόν με, Κύριε, ὡς κόρην ὀφθαλμοῦ." Ἀνθ εστηκότας τῇ τοῦ Θεοῦ δεξιᾷ τοὺς πολεμοῦντας αὐτῷ προσηγόρευσεν. Καὶ μάλα εἰκότως· ὑπὸ Θεοῦ γὰρ ἐχρίσθη, καὶ παρ' αὐτοῦ τῆς βασιλικῆς χειροτονίας τετύχηκεν. Λέγει τοιγαροῦν, ὅτι Τῇ σῇ ἀντιτάττονται ψήφῳ οἱ κατ' ἐμοῦ τὴν μάχην ἀνα δεξάμενοι, καὶ παρακαλεῖ τοσαύτης φυλακῆς ἀπο λαῦσαι, ὅσης ἡ κόρη τοῦ ὀφθαλμοῦ· ἥτις καθά περ τινὰς περιβόλους ἔχει τὰ βλέφαρα· ἀντὶ δὲ σκολόπων, τὰς βλεφαρίδας. Ἔχει δὲ καὶ τῶν ὀφρύων τὰς προσβολὰς, τὴν τῶν ἱδρώτων νοτίδα τοῖς κρο τάφοις παραπεμπούσας, καὶ τῆς ἐκεῖθεν λώβης ἀπαλλαττούσας τὸ ὀπτικόν. Τοιαύτης ἱκετεύει κη δεμονίας τυχεῖν. "Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με. [θʹ.] Ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με." Πάλιν ἑτέρᾳ χρησάμενος εἰκόνι προμηθείας τυχεῖν ἀξιοῖ. Ἤκουσε γὰρ καὶ τοῦ μεγάλου Μωσέως λέγοντος· "∆ιεὶς τὰς πτέρυγας αὑτοῦ ἐδέξατο αὐ 80.969 τοὺς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρέ νων αὑτοῦ." Καὶ ὁ Κύριος δὲ πρὸς τὴν Ἱερουσαλὴμ ἔφη· "Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας αὑτῆς, καὶ οὐκ ἠθελήσατε;" Πτέρυγας δὲ τὴν ὀξείαν καὶ σύντομον τῆς