33
συλλειτουργούντων, ἕως ἂν ἐκ μέσου γένηται τὸ σκάνδαλον. Τοῦτο τοίνυν παρακαλοῦμεν καὶ δεόμεθα, δυσωπηθῆναί σου τὴν ἁγίαν ψυχὴν παρασταλῆναι τὸν ἄνδρα πρὸς τὸ μὴ μωμεῖσθαί σου τὴν ἄληπτον ὁσιότητα μηδὲ χραίνεσθαι τὸ θεῖον θυσιαστήριον καθηρημένου λειτουργίᾳ μηδὲ εἶναι αἰτίας εὐλόγους σχισμάτων· γινωσκέτω γὰρ ἀψευδῶς καὶ ἀκραιφνῶς ἡ μακαριότης σου ὅτι, εἰ μὴ τοῦτο γένηται νεύσει καὶ τῆς φιλοθέου ψυχῆς τῶν εὐσεβεστάτων καὶ καλλινίκων ἡμῶν βασιλέων (ζηλωταὶ γάρ εἰσιν), τὸ μὲν ἡμέτερον ὅπως ἂν ἕξει, ὑπὲρ τῆς ἐντολῆς ἐνισταμένων, θεῷ ἐγνωσμένον, σχίσμα δὲ μέγα ὑπὸ μάρτυρι θεῷ καὶ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων γενήσεται ἐν τῇ καθ' ἡμᾶς ἐκκλησίᾳ. ἀλλ' ἐλέησον, ὁ ποιμὴν ὁ καλός, ἀλλὰ βοήθησον, ὁ ἰατρὸς ὁ ἐπιστήμων, τὴν ποίμνην σου, τὰ πρόβατά σου, τὰς ἐκκλησίας σου, τρόποις σοφίας σου, λόγοις συνέσεώς σου, φαρμάκοις ἰατρείας σου τὸ ἓν πρόβατον ἀπεῖρξαι μόνης τῆς ἱερουργίας καὶ τὰ ὅλα κερδῆσαι, καὶ μὴ τῇ τοῦ ἑνὸς ψώρᾳ λυμανθῆναι τὴν ἐκκλησίαν, ἣν περιεποιήσατο ὁ Κύριος καὶ θεὸς ἡμῶν τῷ οἰκείῳ αἵματι. 26 {1Συμεὼν ἡγουμένῳ}1 Ἀξίαν τῆς ἡγιασμένης καὶ θεοφόρου σου ψυχῆς ἐχάραξεν ἡμῖν τὴν ἐπιστολὴν ἡ τιμία σου πατρότης, ὁμοῦ μὲν σημαίνουσαν τὴν ἀγαπητικὴν πρὸς ἡμᾶς τοὺς ἁμαρτωλοὺς διάθεσιν, ὁμοῦ δὲ δηλοῦσαν τὴν ἰσόρροπον καὶ ταὐτόγνωμον αὐτῆς περὶ τῶν θείων ἐντολῶν συμφωνίαν, καὶ μὴν ἐκδιδάσκουσαν τὰ κρείττονα καὶ συμπροθυμοῦσαν εἰς τοὺς προκειμένους ἀγῶνας ἀκλονητὶ ἐνίστασθαι καὶ μηδαμόθεν τῇ τῶν ἑτεροδόξων καὶ εἰκαιολόγων ἀνατρέπεσθαι κενοφωνίᾳ. καὶ γέγονεν ἡμῖν τὸ τίμιόν σου γράμμα ὡς ἀληθῶς ἐμψύχωμα ἀνδρείας καὶ χαράκωμα δυνάμεως, ὡς δοξάσαι ἡμᾶς τὸν ἀγαθὸν ἡμῶν Κύριον, τὸν μὴ τελείως τὴν ταπεινὴν ἡμῶν γενεὰν ἐγκαταλιπόντα, ἀλλὰ δόντα σπινθῆρας ζωτικοὺς τοῖς ἐθέλουσιν ἀναζωπυρεῖσθαι πρὸς τὴν τῆς εὐσεβείας ἀγαθοεργίαν. Ἔχει μὲν οὕτω ταῦτα. καὶ εὐχὴν εὐχόμεθα ὡς ἁμαρτωλοὶ ἐπιμένειν σου τὴν τῆς ἁγιωσύνης ζωὴν εἰς σωτηρίας ὑπόδειγμα ἡμῖν τε καὶ οἷστισιν ἄλλοις βουλομένοις· οὐ γὰρ πάντως οἱ τοὺς κανόνας στρεβλοῦντες καὶ τοὺς γνώμονας σκελίζοντες εὐθύτητα βλέπουσιν ἐν τοῖς ὀρθοτομοῦσι τὸν λόγον τῆς ἀληθείας, ἀλλὰ καὶ γέλωτα ἀνάπτουσι καὶ ὀνειδισμοὺς προσάπτουσι. καὶ τί ἄλλο ἢ τὸ ἐντεῦθεν μᾶλλον στερεοῦσθαι ἡμᾶς, μανθάνοντας τὸ σαθρὸν καὶ ἐπισφαλὲς τῶν τοιούτων; ὑφ' ὧν ὅτι ἡ σὴ ὑψηλὴ διάνοια οὐχ ἁλίσκεται, ἀξιάγαστον καὶ ἡμῖν πολύευκτον. ζητεῖ δὲ μαθεῖν ὅ τι γέγονε καινότερον πρὸς τὴν ἐνισταμένην ὑπόθεσιν· καὶ οὐκ ἔχομεν λέγειν διὰ τὸ τοὺς κρατοῦντας τὸ νῦν φοσσατεύειν. πρὸς γὰρ τὸν ἀρχιερέα τί δεῖ καὶ λέγειν, μήτε λόγον διαπέμψαντα μήτε ἐθέλοντα ἀκοὴν παραδέξασθαι, ταμιευόμενον πάντα Καίσαρι; ὁ γὰρ κύριος Συμεὼν ἀμφοτερόγλωσσος, πῆ μὲν οὕτως, πῆ δὲ ἄλλως μεταβαλλόμενος. πλὴν ὅτι καὶ πάλιν συνήραμεν λόγον καὶ οὐχ ὑφήκαμεν τῆς ἀληθείας. καὶ μικρὸν μὲν μαλάσσεται, μένει δὲ ὁ αὐτός, ἐκεῖνα φρονῶν καὶ ζητῶν, ἃ ἐφετὰ πάντως τοῖς κρατοῦσιν. ἐν δὲ τῷ ἐξέρχεσθαι τὸν εὐσεβῆ ἡμῶν δεσπότην πάλιν γεγράφαμεν, ἐκζητήσαντος αὐτοῦ τοῦτο· καὶ ὅμως οὐκ ἠθέλησεν ἡμᾶς εἰς ὄψιν αὐτοῦ ἐλθεῖν. μένομεν δὲ ἡμεῖς οἱ ἁμαρτωλοί, εἴπερ γρηγορεῖ ἡ εὐχὴ ὑμῶν, ὡσαύτως, μὴ βουλόμενοι προδοῦναι τὴν ἀλήθειαν μηδὲ μετασχεῖν τῆς κοινωνίας αὐτῶν, κἂν ἐξορία πρόκειται, κἂν ξίφος στιλβοῦται, κἂν πῦρ ἀνάπτηται. ἀλλ' οὐκ ἂν τοῦτο δυνηθείημεν, ἀνάξιοι τυγχάνοντες τοῦ καὶ ὀνομάζεσθαι μόνον μοναχοί, εἰ μὴ προσσχὼν Κύριος ταῖς ὑμετέραις ἱεραῖς προσευχαῖς δυναμώσειε τὸ ἡμῶν ἀσθενὲς καὶ σαθρόν. ∆ιὸ γρηγορεῖτε, πατέρες ἅγιοι, εἰς αὐτὸ τοῦτο, ὑμέτερον ἡγούμενοι, ὅπερ καὶ ἐστί, τὸ κοινωφελὲς πρόβλημα. θεοῦ δὲ κελεύσει ἐξερχόμενος ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν καὶ οἰκονόμος τῆς ἁγίας ἡμῶν μονῆς ἀγάγῃ τῇ ἁγιωσύνῃ σου ἀντίγραφα τῶν διαπεμφθέντων ἐπιστολῶν πρὸς ἑκάτερα πρόσωπα, ἵνα κἀντεῦθεν ἐναργέστερον μανθάνουσα τὰ καθ' ἡμᾶς τὸ