33
λϛʹ, ὧν ἡγεῖτο Ἐλεύσιος. τῶν δὲ ρνʹ ἁγίων πατέρων προηγοῦντο Τιμόθεος Ἀλεξανδρείας, Μελέτιος, ὁ ἱερώτατος Ἀντιοχείας, Κύριλλος,ὁ ἱερώτατος Ἱεροσολύμων, καὶ ὁ θεῖος Γρηγόριος Κωνσταντινουπόλεως. οἱ δὲ τὰ Μακεδονίου φρονοῦντες λϛʹ ἐπίσκοποι προτραπέντες ὑπὸ τῶν πατέρων τὰ ἐν Νικαίᾳ δέξασθαι δόγματα, καθὰ καὶ Λιβερίῳ ἐπὶ Οὐάλεντος συνθέμενοι λιβέλλους ἐπέδωκαν οἱ περὶ 69 Σιλβανὸν ἐν Ῥώμῃ πεμφθέντες, ἀπηνήναντο τῇ ἀληθείᾳ συνθέσθαι καὶ ἀνεχώρησαν γέλως ἅπασι γεγονότες, ἄλλα μὲν φρονοῦντες, ἄλλα δὲ συνθέμενοι, ἀπατηλῶς τὰς Λιβερίου ἐπιστολὰς ἐπαγόμενοι μαρτυρούσας αὐτοῖς ὀρθοδοξίαν. ἡ δὲ ἁγία σύνοδος Γρηγορίῳ τῷ Θεολόγῳ τὴν ἐπισκοπὴν Κωνσταντινουπόλεως ἐκύρωσεν, καὶ ἄκοντα τοῦτον τῷ θρόνῳ ἐνίδρυσαν ὡς πολλὰ καμόντα καὶ τῆς λώβης τῶν αἱρέσεων τὴν πόλιν ἐλευθερώσαντα. τινὰς δὲ τῶν ἐξ Αἰγύπτου μαθὼν ὁ τὰ πάντα σοφὸς καὶ μακαριώτατος φθονήσαντας τῷ πράγματι, τὸν συντακτήριον λόγον ἐπιδειξάμενος ἑκουσίως τοῦ θρόνου τῆς βασιλίδος ὑπεχώρησεν. τούτου δὲ ἀποταξαμένου, Νεκτάριον ὁ βασιλεὺς καὶ ἡ σύνοδος προχειρίζεται, Ταρσέα μὲν τῷ γένει, τὴν τοῦ πραίτωρος δὲ ἀρχὴν τότε διέποντα, ἀβάπτιστον μὲν ἕως τότε τυγχάνοντα, σεμνὸν δὲ καὶ εὐλαβῆ περὶ βίον. ἡ δὲ ἁγία καὶ οἰκουμενικὴ σύνοδος τὸ ὁμοούσιον ἐκύρωσεν, προσέθηκε δὲ τῷ συμβόλῳ καὶ τὴν θεολογίαν τοῦ πνεύματος. ἐξέθετο δὲ καὶ κανόνας, ἐν οἷς τῷ θρόνῳ Κωνσταντινουπόλεως τὰ πρεσβεῖα νέας Ῥώμης ἀπένειμεν. τότε Γρηγόριος ὁ Νύσης καὶ Πελάγιος Λαοδικείας, Εὐλόγιός τε Ἐδέσης καὶ Ἀμφιλόχιος Ἰκονίου ἐν ταύτῃ διέλαμπον σὺν τῷ μεγάλῳ Γρηγορίῳ καὶ τοῖς προρρηθεῖσιν. ἡ δὲ ἁγία σύνοδος Ἄρειόν τε καὶ Εὐσέβιον τὸν Νικομηδείας, Εὐζώϊόν τε καὶ Ἀκάκιον, Θεόγνιν καὶ Εὐφρόνιον καὶ τοὺς λοιποὺς ἀνεθεμάτισεν, πρὸς τούτοις δὲ καὶ Μακεδόνιον τὸν πνευματομάχον, Εὐδόξιόν τε καὶ Ἀέτιον καὶ Εὐνόμιον ἀπεκήρυξεν. Μελέτιος δὲ ὁ μέγας μετὰ τὸ πληρωθῆναι τὴν σύνοδον ἐν Κωνσταντινουπόλει ἐν εἰρήνῃ ἐκοιμήθη. τὸ δὲ ἱερὸν αὐτοῦ σῶμα διεκομίσθη εἰς Ἀντιόχειαν καὶ ἐτέθη πλησίον τῆς θήκης τοῦ ἁγίου μάρτυρος Βαβυλᾶ. ἐχειροτονήθη δὲ Φλαβιανὸς Ἀντιοχείας ἐπίσκοπος, ζῶντος καὶ Παυλίνου, καίπερ ὅρκων δεδομένων, ὅτι οὐ καταδέξεται ἐπισκόπου χειροτονίαν Φλαβιανός. πάλιν οὖν ταραχὴ τὴν ἐκκλησίαν Ἀντιοχείας εἶχεν, τῶν μὲν Παυλίνῳ, τῶν δὲ Φλαβιανῷ ὑπεικόντων. τότε καὶ Παύλου τοῦ ὁμολογητοῦ τὸ σῶμα ὁ βασιλεὺς εἰς Κωνσταντινούπολιν ἤγαγε καὶ ἀπέθετο εἰς τὴν ἐκκλησίαν, ἣν ᾠκοδόμησε Μακεδόνιος ἐπιβουλεύων Παύλῳ. Κωνσταντινουπόλεως ἐπίσκοπος Νεκτάριος ἔτη ιϛʹ. ζʹ. γʹ. εʹ. αʹ. ιθʹ. ϛʹ. ιγʹ. Τούτῳ τῷ ἔτει Θεοδόσιος Αὔγουστος Ὀνώριον, υἱὸν αὐτοῦ, τὸν γεννηθέντα ἐκ Πλακίλλης τῆς εὐσεβεστάτης, ἐπιφανέστατον καὶ ὕπατον ἀνέδειξεν. εὐτρεπίσθη δὲ πολεμεῖν τῷ τυράννῳ Μαξίμῳ. καὶ πολεμοῦντος πρὸς αὐτὸν ἐπὶ τὰ ἑσπέρια μέρη, φήμης ψευδοῦς ἐξελθούσης, ὅτι νενίκηκε Μάξιμος, οἱ Ἀρειανοὶ ἀνασυρθέντες τὴν οἰκίαν Νεκταρίου ἐνέπρησαν, τοῦ ἐπισκόπου Κωνσταντινουπόλεως. ηʹ. δʹ. ϛʹ. βʹ. κʹ. ζʹ. ιδʹ. Τούτῳ τῷ ἔτει ἐν Ἀντιοχείᾳ ἐπεκτίσθη ἐν τῇ Ταυριανῇ λεγομένῃ πύλῃ προσθήκη εἰς πλάτος τῆς γεφύρας καὶ ἐπεστεγάσθη· ἐπεκτίσθη δὲ καὶ μικρὰ βασιλικὴ ἐν τῇ παλαιᾷ πλησίον τῆς μεγάλης. ἐν δὲ Παλαιστίνῃ, Ἐμμαοὺς κώμῃ, παιδίον ἐγεννήθη τέλειον ἀπὸ τοῦ ὀμφαλοῦ, καὶ ἄνω διῃρημένον, ὡς εἶχε δύο στήθη, δύο κεφαλάς, καὶ ἕκαστον τὰς αἰσθήσεις ἔχον. τὸ ἓν ἤσθιε καὶ ἔπινεν, καὶ τὸ ἕτερον οὐκ ἤσθιεν· τὸ ἓν ἐκάθευδεν, καὶ τὸ ἕτερον ἐγρηγόρει· ἔστι δὲ ὅτε καὶ συνέπαιζον πρὸς ἄλληλα, καὶ ἔκλαιον ἀμφότερα, καὶ ἔκλαιον ἀμφότερα, καὶ ἔτυπτον ἄλληλα. ἔζησαν δὲ μικρὸν πρὸς ἔτη δύο. καὶ τὸ μὲν ἓν ἀπέθανεν, τὸ δὲ ἕτερον ἔζησεν ἡμέρας τέσσαρας, καὶ ἀπέθανε καὶ αὐτό. Τῷ δ' αὐτῷ ἔτει ἔστησεν ὁ βασιλεὺς Θεοδόσιος τὸν κίονα τοῦ Ταύρου. θʹ. εʹ. ζʹ. γʹ. καʹ. ηʹ.