XXXII. Then to appoint such a reward for liberality,—an everlasting habitation! O excellent trading! O divine merchandise! One purchases immortality for money; and, by giving the perishing things of the world, receives in exchange for these an eternal mansion in the heavens! Sail to this mart, if you are wise, O rich man! If need be, sail round the whole world.56 γῆν ὸλην, for which Fell reads τὴν ὅλην. Spare not perils and toils, that you may purchase here the heavenly kingdom. Why do transparent stones and emeralds delight thee so much, and a house that is fuel for fire, or a plaything of time, or the sport of the earthquake, or an occasion for a tyrant’s outrage? Aspire to dwell in the heavens, and to reign with God. This kingdom a man imitating God will give thee. By receiving a little here, there through all ages He will make thee a dweller with Him. Ask that you may receive; haste; strive; fear lest He disgrace thee. For He is not commanded to receive, but thou to give. The Lord did not say, Give, or bring, or do good, or help, but make a friend. But a friend proves himself such not by one gift, but by long intimacy. For it is neither the faith, nor the love, nor the hope, nor the endurance of one day, but “he that endureth to the end shall be saved.”57 Matt. x. 22.
32.1 ἔπειτα τηλικοῦτον μισθὸν ὁρίσαι τῆς κοινωνίας, αἰώνιον, σκηνήν. ὢ καλῆς ἐμπορίας, ὢ θείας ἀγορᾶς· ὠνεῖται χρημάτων τις ἀφθαρσίαν, καὶ δοὺς τὰ διολλύμενα τοῦ κόσμου μονὴν τούτων αἰώνιον ἐν οὐρα 32.2 νοῖς ἀντιλαμβάνει. πλεῦσον ἐπὶ ταύτην. ἂν σωφρονῇς. τὴν πανήγυ ριν, ὦ πλούσιε, κἂν δέῃ, περίελθε γῆν ὅλην, μὴ φείσῃ κινδύνων καὶ 32.3 πόνων, ἵν' ἐνταῦθα βασιλείαν οὐράνιον ἀγοράσῃς. τί σε λίθοι δια φανεῖς καὶ σμάραγδοι τοσοῦτον εὐφραίνουσι καὶ οἰκία, τροφὴ πυρὸς 32.4 ἢ χρόνου παίγνιον ἢ σεισμοῦ πάρεργον ἢ ὕβρισμα τυράννου; ἐπιθύ μησον ἐν οὐρανοῖς οἰκῆσαι καὶ βασιλεῦσαι μετὰ θεοῦ, ταύτην σοὶ τὴν βασιλείαν ἄνθρωπος δώσει θεὸν ἀπομιμούμενος· ἐνταῦθα μικρὰ 32.5 λαβὼν ἐκεῖ δι' ὅλων αἰώνων σύνοικόν σε ποιήσεται. ἱκέτευσον ἵνα λάβῃ· σπεῦσον, ἀγωνίασον, φοβήθητι μή σε ἀτιμάσῃ· οὐ γὰρ κεκέ 32.6 λευσται λαβεῖν, ἀλλὰ σὺ παρασχεῖν. οὐ μὴν οὐδ' εἶπεν ὁ κύριος· "δὸς" ἢ "παράσχες" ἢ "εὐεργέτησον" ἢ "βοήθησον", "φίλον" δὲ "ποίησαι"· ὁ δὲ φίλος οὐκ ἐκ μιᾶς δόσεως γίνεται, ἀλλ' ἐξ ὅλης ἀναπαύσεως καὶ συνουσίας μακρᾶς· οὔτε γὰρ ἡ πίστις οὔτε ἡ ἀγάπη οὔτε ἡ καρτερία μιᾶς ἡμέρας, ἀλλ' "ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται".