34
ἐπεποίηντο, ἐφ' ᾧ μέντοι οὐ τελεωτάτην ἄγειν εἰρήνην οὐδὲ ὥστε πάντοθι τῶν κινδύνων πεπαῦσθαι, ἀλλ' ὅσον μόνον ἀνὰ τὴν ἕω καὶ τὰ τῆς Ἀρμενίας ὅρια ἑκατέρῳ γένει ἐσπεῖσθαι, ἀμφὶ δὲ τὴν Κολχίδα γῆν τὸν πόλεμον διαφέρειν. 4 οἱ δὲ Λαζοὶ Κόλχοι τὸ παλαιὸν ὠνομάζοντο, καὶ οὖτοι ἐκεῖνοι τυγχάνουσιν ὄντες. τοῦτό τε οὐκ ἄν τις ἀμφιγνοήσειε τεκ μαιρόμενος τῷ τε Φάσιδι καὶ Καυκάσῳ καὶ τῇ περὶ ταῦτα ἐκ πλείστου οἰκήσει. 5 λέγεται δὲ τοὺς Κόλχους Αἰγυπτίων εἶναι ἀποίκους. φασὶ γὰρ πολλῷ ἔμπροσθεν τοῦ ἐπίπλου τῶν ἀμφὶ τὸν Ἰάσονα ἡρώων καὶ πρό γε τῆς τῶν Ἀσσυρίων ἐπικρατείας καὶ τῶν Νίνου τε καὶ Σεμιράμιδος χρόνων Σέσωστρίν τινα βασιλέα Αἰγύπτιον μεγίστην στρατιὰν ἐκ τῶν ἐπιχωρίων ἀγείραντα καὶ ἅπασαν τὴν Ἀσίαν ἐπελθόντα καὶ καταστρε ψάμενον, ἀλλὰ καὶ ἐν τῷδε ἀφικέσθαι τῷ χώρῳ ἀπόμοιράν τε ἐνταῦθα καταλιπεῖν τοῦ ὁμίλου, καὶ τοίνυν ἐνθένδε τὸ τῶν Κόλχων κατάγεσθαι γένος. τοῦτο δὲ ∆ιόδωρός τέ φησιν ὁ Σικελιώτης καὶ ἄλλοι ὡς πλεῖστοι τῶν παλαιῶν ἱστοριογράφων. 6 οἱ δὴ οὖν εἴτε Λαζοὶ εἴτε Κόλχοι εἴτε Αἰγύπτιοι μετανάσται περιμάχητοι ἐν τῷ καθ' ἡμᾶς γεγένηνται χρόνῳ, καὶ πλεῖστοι ὅσοι ἀγῶνες τῆς τούτων γε ἕκατι καταβέβληνται χώρας. Χοσρόης τε γὰρ ὁ Περσῶν βασιλεὺς ἤδη πολλὰ καὶ ἐπικαιρότατα τῶν ἐκείνῃ χωρίων σφετερισάμενος καὶ κατέχων, οὐκ ᾤετο δεῖν μεθιέναι, ἀλλὰ καὶ τὰ λοιπὰ χειρώσασθαι διενοεῖτο, Ἰουστινιανῷ τε τῷ Ῥωμαίων αὐτοκράτορι καταπροέσθαι Γουβάζην τὸν Λαζῶν ἐν τῷ τότε βασιλέα καὶ ἅπαν τὸ ἔθνος, κατηκόους ὄντας καὶ εὔνους καὶ τὰ ἐς θεὸν ὁμογνώμο 65 νας, οὐκ ἀνεκτὰ ἐδόκει οὐδὲ ὅσιον. μᾶλλον μὲν οὖν καὶ ἐπειρᾶτο παντὶ σθένει ἀπώσασθαι ὡς τάχιστα τοὺς πολεμίους. 7 ἐλογίζετο γὰρ καὶ ἐδεδίει, ὡς εἰ τῷ πολέμῳ κρατήσαιεν οἱ Πέρσαι καὶ ἁπάσης ἐπιλάβοιντο τῆς χώρας, οὐδὲν ἔσται τὸ κωλύον αὐτοὺς ἀνὰ τὸν Εὔξεινον Πόντον ἀδεῶς ναυτιλλομένους τὰ ἐνδότατα τῆς Ῥωμαίων ἀρχῆς ἀνιχνεύειν. 8 τοιγάρτοι στράτευμα μέγιστόν τε καὶ ἀλκιμώτατον ἐνταῦθα ἔταξε καὶ στρατηγοὺς ἐπέστησε τοὺς ἀρίστους. Βέσσας τε γὰρ καὶ Μαρτῖνος καὶ Βούζης ἡγεῖτο, ἄνδρες ἐν τοῖς μάλιστα γεγενημένοι καὶ πολέμους συχνοὺς ἀγωνισάμενοι. ἔσταλτο δὲ καὶ Ἰουστῖνος ὁ Γερμανοῦ, νεάζων μὲν ἔτι κομιδῇ, τὰ δὲ πολέμια ἤδη πεπαιδευμένος.
19. Μερμερόης δὲ ὁ τῶν Περσῶν στρατηγὸς ἐπειδὴ πρότερον Ἀρχαιοπόλει τε δὶς προσβαλὼν ἀπεκέκρουστο καὶ ἄλλα ἄττα ἐπεπρά χει, ἃ δὴ ἔγωγε παρίημι (ἀποχρώντως γάρ που Προκοπίῳ τῷ ῥήτορι τὰ μέχρι τῶνδε ἀναγέγραπται), τότε δὴ αὖθις (ἐνθένδε γάρ μοι ἀρχο μένῳ τὰ ἐφεξῆς ἁρμοστέον) ἀφῖκτο μὲν ἐς Μουχείρισίν τε καὶ Κοτάϊσιν τὸ φρούριον, ἐβουλεύετο δὲ τὴν ἐς Τήλεφιν δυσχωρίαν παραμειψάμενος εἴσω τοῦ Φάσιδος γενέσθαι ποταμοῦ καὶ τῷ ἀπροσδοκήτῳ τοὺς Ῥω μαίους ἐκπλήξας διὰ πείρας ἐλθεῖν, εἴ πως ἂν ἔνια γοῦν τῶν τῇδε πολισ μάτων παραστήσασθαι δυνηθείη. 2 ταῦτα δὲ αὐτῷ πράττειν ἐκ τοῦ ἐμφανοῦς πορευομένῳ καὶ ἐπιόντι ἀμήχανα ἦν· Μαρτῖνος γὰρ ὁ στρατη γὸς ἅμα τῇ ἀμφ' αὐτὸν στρατιᾷ ἐς τὴν Τήλεφιν ἱδρυμένος (φρούριον δὲ τοῦτο καρτερόν τε καὶ ἐχυρώτατον) διεφύλαττεν ἐπιμελέστατα τὰς εἰσόδους. 3 ἔστι δὲ καὶ ἄλλως τὸ χωρίον δύσβατόν τε καὶ ἀπρόσοδον. φάραγγές τε γὰρ καὶ πέτραι ἀπερρωγυῖαι καὶ ἐς ἀλλήλας ἐπικλινό μεναι στενοτάτην ἀτεχνῶς τὴν ὑποκειμένην ἀτραπὸν ἐκτελοῦσιν. 4 ἄλλοθεν δὲ οὐκ ἔστιν ὁτῳοῦν εἰσιτητέα. τὰ γὰρ ἐχόμενα πεδία ἰλυώδη γέ εἰσι δεινῶς καὶ τελματώδη, λόχμαι τε δασεῖαι καὶ δρυμοὶ ἀνέχουσιν, ὡς καὶ ἑνὶ ἀνδρί, καὶ τούτῳ εὐζώνῳ, ἄπορον εἶναι τὸ χρῆμα, μή τί γε πλήθεσιν ὡπλισμένοις. πλὴν ἀλλὰ καὶ ὣς οἱ Ῥωμαῖοι οὐδὲν ὁτιοῦν 66 πόνου ἀνιέντες, εἴ πού τι εὗρον τῶν τόπων σταθερόν τε καὶ βάσιμον, αὐτίκα ξύλοις τε καὶ λίθοις περιέφραττον καὶ θαμὰ ἐν τοῖσδε ἐμόχθουν. 5 διαπορουμένῳ δὴ οὖν ἐπὶ τοῖς παροῦσι τῷ Μερμερόῃ καὶ πλεῖστα διαλογιζομένῳ