34
αὐτόν. καὶ τὰ μὲν γραφέντα ἐστὶ ταῦτα· 60.4 Ὁ δὲ Εὐσέβιος μαθὼν πείθει περιμένειν αὐτούς. καὶ ἐλθόντος μου κατηγοροῦσι πάλιν Μακαρίου μὲν περὶ ποτηρίου, ἐμὲ δὲ οὐ τὴν τυχοῦσαν διαβολήν, ἀλλὰ τὴν ἀνωτάτω πα σῶν, ὅτι δὴ κατὰ βασιλέως γενόμενος ἔπεμψα γλωσσόκομον χρυσίου Φιλουμένῳ τινί. ὁ μὲν οὖν βασιλεὺς καὶ περὶ ταύτης ἐν τῇ Ψαμαθίᾳ ἤκουσεν ἡμῶν, αὐτοὶ δὲ συνήθως κατα γνωσθέντες ἐρρίφησαν. καὶ γράφει τοῖς λαοῖς ἐπανερχομένων ἡμῶν ταῦτα·
61.1 Κωνσταντῖνος Μέγιστος Σεβαστὸς τῷ λαῷ τῷ κατὰ Ἀλεξάνδρειαν καθολικῆς ἐκκλησίας. Ἀγαπητοὶ ἀδελφοί, προσαγορεύω ὑμᾶς ἐπικαλούμενος τὸν θεὸν τὸν τῆς ἐμῆς βου λήσεως μέγιστον μάρτυρα καὶ τὸν τοῦ ἡμετέρου νόμου μονογενῆ δημιουργόν, ὃς καὶ τῆς ζωῆς προκαθέζεται τῶν ἁπάντων καὶ τὰς διχονοίας μισεῖ. πλὴν τί ἂν εἴποιμι; ὅτι καλῶς ὑγιαίνομεν; ἀλλ' ἐξῆν καλλίονος ἀπολαῦσαι τῆς εὐρωστίας, εἰ ὑμᾶς αὐτοὺς ἀμοι βαδὶς ἠγαπᾶτε ἀποσεισάμενοι τὰ μίση, δι' ὧν ταῖς τῶν ἐρεσχηλούντων τρικυμίαις τὸν 61.2 λιμένα τῆς ἀγάπης ἐγκατελίπομεν. φεῦ τῆς ἀτοπίας ταύτης· ὅσα καθ' ἑκάστην ἡμέραν συμπτώματα τοῦ συγκεχυμένου φθόνου κινεῖται. οὕτω πρὸς τὸν λαὸν τοῦ θεοῦ μετῳκίσθη σαν αἱ δυσφημίαι. ποῦ τοίνυν τῆς δικαιοσύνης ἡ πίστις ἀνακεχώρηκεν; ὅπου γε εἰς το σοῦτον τῇ τοῦ σκότους ἀχλύι περιβεβλήμεθα οὐ μόνον διὰ τὴν πολύπλοκον πλάνην, ἀλλὰ καὶ διὰ τὰ τῶν ἀχαρίστων ἐλαττώματα. τῶν μὲν τὴν ἄνοιαν βραβευόντων ἀνεχόμεθα, τῶν δὲ τὴν ἐπιείκειαν καὶ τὴν ἀλήθειαν διακρουομένων αἰσθανόμενοι παρενθυμούμεθα. 61.3 τί τὸ δεινὸν τοῦτο τῆς ἡμετέρας κακίας; τοὺς ἐχθροὺς οὐκ ἐλέγχομεν, ἀλλ' ἑπόμεθα τῷ λῃστηρίῳ, δι' οὗ ὁδόν τινα ἑαυτῇ, ἵν' οὕτως εἴπω, ἡ τῆς ἀπωλείας ἀπάτη μηδενὸς ἀντι κειμένου ῥᾳδίως εἰργάσατο. ἆρα οὐδεμία ἐστὶν αἴσθησις οὐδὲ κατὰ χάριν τῆς κοινῆς ἁπάν των φύσεως, εἴ γε τῶν τοῦ νόμου προσταγμάτων ἠμελήσαμεν; ἀλλ' ἐρεῖ τις· κατὰ φύσιν 61.4 ἡ ἀγάπη ἐξευρίσκεται. τί οὖν ὅτι ἡμεῖς καὶ τὸν τοῦ θεοῦ νόμον πρὸς τῇ εὐφυίᾳ σχόντες ἀνεχόμεθα τῆς ὀχλήσεως καὶ τοῦ θορύβου τῶν ἐχθρῶν πυρσοῖς τισιν, ὡς ἔοικεν, ἐξαπτο μένων; καὶ οὐχ ὁρῶμεν ὀφθαλμοὺς ἔχοντες οὐδὲ αἰσθανόμεθα, καίτοι ταῖς τοῦ νόμου αἰσθή 61.5 σεσιν ὄντες πεφραγμένοι. ὁπόση ἄρα πτόησις τὴν ἡμετέραν ζωὴν κατείληφεν, ὅπου γε ἡμῶν ἑαυτῶν οὕτως ἀμελοῦμεν καὶ ταῦτα ὑπομιμνήσκοντος τοῦ θεοῦ; εἶτα οὐκ ἔστιν ἀφόρητον τὸ κακόν; οὐ πολεμίους ἡγεῖσθαι προσήκει τούτους, οὐ τὸν οἶκον καὶ τὸν λαὸν τοῦ θεοῦ; ἐμπαροινοῦσιν ἡμῖν καὶ ἐγκαλοῦσί γε οἱ πανώλεις ἐκεῖνοι καὶ ἐπιπλήσ 62.1 σουσιν ἐκ τῶν ἐναντίων ἡμῖν. μεθ' ὅσης δὲ ἀπονοίας τοῦτο πράττουσιν, ὑμᾶς αὐτοὺς ἐννοεῖν ἀξιῶ. οἱ γὰρ μωροὶ ἐπὶ τῆς γλώττης κειμένην ἔχουσι τὴν κακίαν. οὗτοι γοῦν μολιβδίνας τινὰς ὀργὰς ἐπιφέρονται, ὡς ἑαυτοὺς μὲν κατ' ἀντίδοσιν πλήττειν, ἡμᾶς δὲ 62.2 πρὸς κέρδος τῆς οἰκείας κολάσεως ἀπάγειν. καὶ ὁ μὲν καλῶς διδάξας πολέμιος κρίνε ται, ὁ δὲ τὴν τοῦ φθόνου κακίαν προβεβλημένος ἐκεῖνος τὴν τοῦ λαοῦ ἡμερότητα οὐ δεόντως καταλαμβάνει, πορθεῖ, καταναλίσκει, καὶ ἑαυτὸν κακοθελεῖ ἐγκωμίῳ κοσμεῖ καὶ συντίθησι, τὴν δὲ ἀλήθειαν ἀνατρέπει καὶ τὴν πίστιν ἀπατᾷ, μέχρις οὗ τῷ οἰκείῳ συνειδότι φωλεὸν 62.3 καὶ κρυπτηρίαν ἐπιζητήσας εὕρῃ. αὕτη γοῦν αὐτοὺς ἡ σκαιότης ἀθλίους ποιεῖ, ὅταν προπετῶς ἑαυτοὺς ἀναξίους ὄντας ἀποδέχωνται λέγοντες· «φεῦ τῶν κακῶν· ἐκεῖνος πρεσ βύτερός ἐστι καὶ ἐκεῖνος παῖς, ἐμοῦ ἅπτεται ἡ τιμή, ἐμοὶ ὀφείλεται, ἐκείνου περιαιρεθῇ, ἐπεὶ αὐτὸς ἐμαυτῷ ἀφαρπάσας ἅπαντας ἐπ' ἐξουσίας ἀπολέσαι πειράσομαι». λαμπρά τις ἡ τῆς μανίας ἐκβόησις, τάγματα καὶ συλλόγους ἤ, ἵν' οὕτως εἴπω, ἀρχιαιρεσίαν τῶν 62.4 ἀτόπων τούτων συστημάτων ἰδεῖν. ὢ τῆς ἀτοπίας ἡμῶν, ἵν' οὕτως εἴπω, ἐπὶ τῆς ἐκκλησίας τοῦ θεοῦ ἀνοίας ἐστὶν ἐπίδειξις. εἶτα οὐκ αἰδοῦνται; οὐκ αὐτοὶ ἑαυτοὺς ψέγουσιν οὐδὲ τὰς ψυχὰς δάκνονται, ἵνα νῦν γοῦν καταντικρὺ τῆς ἀπάτης καὶ τῆς ἐρεσχηλίας ἄξιόν 62.5 τι φρονεῖν δόξωσι; βία μόνη