ἀγνοούντων τῶν στρατιωτῶν αὐτοῦ. Καὶ οὕτω λοιπὸν οἱ μὲν Ἀσσύ ριοι ἔφυγον, οἱ δὲ υἱοὶ Ἰσραὴλ πανταχόθεν συνδρα μόντες, κατέκοψαν τοὺς Ἀσσυρίους. Οὕτω δὲ σωθέν τες, καὶ σκυλεύσαντες τοὺς πολεμίους, δεδώκασι τῇ Ἰουδὶθ πάντα τὰ τοῦ Ὁλοφέρνου. Αὐτὴ δὲ ἡ Ἰουδὶθ,ἀπελθοῦσα εἰς τὴν Ἱερουσαλὴμ, ἀνέθηκε πάντα τῷ Κυρίῳ, καὶ ὑποστρέψασα εἰς τὸν οἶκον ἑαυτῆς, τὴν αὐτὴν εἶχεν ἄσκησιν, καὶ διέμεινεν ἕως θανάτου χήρα, μηδενὸς αὐτὴν ἰσχύσαντος πεῖσαι εἰς γάμον, καὶ ἀπέθανε, ζήσασα καλῶς ἐν τῇ χηρείᾳ, ἐτῶν ρεʹ. Βιβλίον Τωβίτ. Ὀνομάζεται οὕτως τὸ βιβλίον, ἐπειδὴ καὶ τὴν περὶ αὐτοῦ τοῦ Τωβὶτ ἱστορίαν περιέχει. Ἦν δὲ οὗ τος ἀπὸ μὲν φυλῆς Νεφθαλείμ· γέγονε δὲ ἐν τῇ αἰχμαλωσίᾳ, καὶ ἦν ἐν τῇ Νινευῒ, ἐλεήμων καὶ θεοσε βής. Καὶ γὰρ ἐν τῇ αἰχμαλωσίᾳ γενόμενος, οὐκ ἤσθιε κοινὸν ἄρτον ἀπὸ τῶν ἐθνῶν, ἀλλὰ ἑαυτὸν συνετήρει. Ἦν δὲ καὶ προαγοραστὴς τοῦ βασιλέως Ἐνεμεσάρου, καὶ παρέθετο ἐν τῇ Μηδίᾳ Γαμαήλῳ τάλαντα δέκα. Οὗτος ὁ Τωβὶτ σπουδὴν εἶχε θάπτειν τοὺς ἀπο θνήσκοντας τῶν Ἰουδαίων. ∆ιαβληθεὶς δὲ τῷ βασιλεῖ Ἀχιρὴλ, ἔφυγε, καὶ ἐπανελθὼν καὶ θάψας τινὰ τῶν ἀποθανόντων, ἐκοιμήθη ἔξω τοῦ τείχους, καὶ, ὡς εἴωθεν, ἐν τῷ κοιμᾶσθαι ἀνεῳγμένους ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ, λευκώματα ἔσχε καὶ οὐκ ἔτι ἔβλε πεν. Ἦν δὲ καὶ ἐν Ἐκβατάνοις θυγάτηρ τοῦ Ῥαγουὴλ συγγενοῦς αὐτοῦ, Σάῤῥα ὀνόματι. Ταύτην γαμηθῆναι οὐκ ἐπέτρεπεν ὁ δαίμων ὁ Ἀσμοδαῖος. Ἑπτὰ γοῦν ἑξῆς λαβόντας αὐτὴν ἀπέκτεινε· καὶ πάνυ λυπηθεῖσα ἡ παῖς, ηὔξατο, καὶ ἀπέστειλεν αὐτῇ βοηθὸν ὁ Θεὸς, τὸν ἀρχάγγελον Ῥαφαήλ. Ὁ τοίνυν Τωβὶτ, παραγγείλας τῷ υἱῷ αὐτοῦ Τωβίᾳ, μὴ λαβεῖν ἀλλαχόθεν γυναῖκα εἰ μὴ ἐκ τῆς φυλῆς αὐτοῦ καὶ τοῦ γένους, δίδωσιν αὐτῷ τὸ χειρόγραφον τῶν δέκα τα λάντων, καὶ ἐντέλλεται αὐτῷ ἀπελθεῖν καὶ ἀπαιτῆσαι. Ἀγνοῶν δὲ ὁ παῖς τὴν ὁδὸν καὶ τὸν ἄνθρωπον, ἐξέρχεται ζητῆσαι συνοδοιπόρον, καὶ Θεοῦ προνοίᾳ εὑρίσκει τὸν Ῥαφαὴλ, ὡς ἄνθρωπον ἑστῶτα ἔξω, καὶ μισθοῦται αὐτὸν λέγοντα εἰδέναι τὴν ὁδόν. Καὶ συν οδεύει αὐτῷ ὁ ἄγγελος, ὡς ἄνθρωπος, λεγόμενος Ἀζαρίας. Ἐλθόντων δὲ αὐτῶν εἰς τὸν Τίγριν ποταμὸν, ἠθέλησεν ὁ παῖς εἰς αὐτὸν καταβῆναι καὶ λού σασθαι, καὶ εὐθὺς ἰχθὺς ἐπεπήδησε τῷ παιδαρίῳ μέ γας. Ὁ δὲ ἄγγελος εἶπεν αὐτῷ ἐπιλαβέσθαι τοῦ ἰχθύος, καὶ τεμεῖν αὐτὸν, καὶ λαβεῖν τὸ ἧπαρ, καὶ τὴν καρδίαν, καὶ τὴν χολὴν, καὶ ταῦτα τηρεῖν. Εἶτα πυνθανομένου τοῦ παιδὸς, Εἰς τί χρήσιμα ταῦτα; ἐκεῖνος ἔφη· Τὸ ἧπαρ καὶ ἡ καρδία, θυμιώμενα, διώξει τὸν δαίμονα· ἡ δὲ χολὴ καθαρίσει τὰ λευκώ ματα. Ὁ μὲν οὖν παῖς [τούτου] συμβουλίᾳ καὶ συνεργίᾳ λαμβάνει τὴν τοῦ Ῥαγουὴλ θυγατέρα τὴν Σάῤῥαν γυ ναῖκα, διωχθέντος τοῦ δαιμονίου ἐν τῷ θυμιάματι τούτῳ, καὶ δεθέντος εἰς τὰ ἀνώτερα μέρη Αἰγύπτου ὑπὸ τοῦ ἀγγέλου. Μείνας δὲ μετὰ τῆς γυναικὸς ὁ Τωβίας, ἀποστέλλει τὸν Ἀζαρίαν, ὡς ἄνθρωπον ὄντα, εἰς τὴν Μηδίαν, καὶ ἀπαιτήσας ἐκεῖνος τὰ δέκα τάλαντα, ὑποστρέφει μετὰ τῆς γυναικὸς καὶ αὐτοῦ πρὸς τὸν πατέρα. Ὑποστρέψας δὲ ὁ παῖς, ἐγχρίει 28.373 τῇ χολῇ τοῦ ἰχθύος τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς, καὶ ἀποπίπτουσιν αἱ λεπίδες, καὶ εὐθὺς ἔβλεψεν. Ὅτε μὲν οὖν ἐτυφλώθη ὁ Τωβὶτ, ἦν ἐτῶν νηʹ· ὅτε δὲ ἀν έβλεψεν ἦν ἐτῶν ξʹ. Καὶ λοιπὸν βλέψαντος αὐτοῦ, ἐφανέρωσεν ἑαυτὸν ὁ ἄγγελος, ὅτι οὐκ ἄνθρωπος ἦν, ἀλλὰ παρὰ τὰ τοῦ Θεοῦ ἀπεστάλη εἰς βοήθειαν αὐ τῶν τε καὶ τῆς Σάῤῥας. Γηράσας δὲ ὁ Τωβὶτ, παρήγ γειλε τῷ υἱῷ αὐτοῦ Τωβίᾳ ἀπελθεῖν εἰς τὴν Μηδίαν, διὰ τὴν ἐσομένην καταστροφὴν τῆς Νινευῒ κατὰ τὸ ῥῆμα Ἰωνᾶ τοῦ προφήτου. Καὶ ἐκλιπὼν, ἀπέθανεν ἐτῶν ρνηʹ. Ὁ δὲ
34