34
ἐστίν μου ὁ υἱὸς ὁ ἀγαπητός, εἰς ὃν εὐδόκησα, τούτου ἀκούετε». καὶ πρὸς τούτοις ἐπὶ πλεῖον αὐτοὺς πεπλανημένους ἐλέγξαι θέλων τοὺς προφήτας, παρ' ὧν δὴ μεμαθηκέναι ἐβεβαίουν, ἐπιθυμοῦντας ἀληθείας καὶ μὴ μεμαθηκότας τελευτήσαντας ἀπεφήνατο εἰπών· «Πολλοὶ προφῆται καὶ βασιλεῖς ἐπεθύμησαν ἰδεῖν, ἃ ὑμεῖς βλέπετε, καὶ ἀκοῦσαι, ἃ ὑμεῖς ἀκούετε, καὶ ἀμὴν λέγω ὑμῖν, οὔτε εἶδον οὔτε ἤκουσαν». ἔτι μὴν ἔλεγεν· «Ἐγώ εἰμι περὶ οὗ Μωυσῆς προεφήτευσεν εἰπών· Προφήτην ἐγερεῖ ὑμῖν κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὥσπερ καὶ ἐμέ· αὐτοῦ ἀκούετε κατὰ πάντα. ὃς ἂν δὲ μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἀποθανεῖται». ὅθεν ἀδύνατόν ἐστιν ἄνευ τῆς τούτου δι- δασκαλίας ἀληθείᾳ σῳζούσῃ ἐπιστῆναι, κἂν τὸν αἰῶνά τις ζητῇ ἔνθα τὸ ζητούμενον οὐκ ἔστιν. ἦν δὲ καὶ ἔστιν ἐν τῷ Ἰησοῦ ἡμῶν λόγῳ. πλὴν τἀληθῆ τοῦ νόμου εἰδὼς Σαδδουκαίοις πυνθανομένοις καθ' ὃν λόγον Μωυσῆς ἑπτὰ συνεχώρησεν γαμεῖν, ἔφη· «Μωυσῆς κατὰ τὴν σκλη- ροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν· ἀπ' ἀρχῆς γὰρ οὕτως οὐκ ἐγένετο. ὁ γὰρ κτίσας ἀπ' ἀρχῆς τὸν ἄνθρωπον ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐ- τόν». τοῖς δὲ νομίζουσιν (ὡς αἱ γραφαὶ διδάσκουσιν) ὅτι ὁ θεὸς ὀμνύει, ἔφη· «Ἔστω ὑμῶν τὸ ναὶ ναί, τὸ οὒ οὔ· τὸ γὰρ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν». καὶ τοῖς λέγουσιν ὅτι Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀπέθανεν, ἔφη· «Oὐκ ἔστιν θεὸς νεκρῶν, ἀλλὰ ζώντων». τοῖς δὲ οἰομένοις ὅτι ὁ θεὸς «πειράζει» (ὡς αἱ γραφαὶ λέγουσιν) ἔφη· «Ὁ πο- νηρός ἐστιν ὁ πειράζων», ὁ καὶ αὐτὸν πειράσας. τοῖς δὲ ὑπολαμβάνου- σιν ὅτι ὁ θεὸς οὐ προγινώσκει, ἔφη· «Oἶδεν γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων, πρὶν αὐτὸν ἀξιώσετε». τοῖς δὲ πι- στεύουσιν (ὡς αἱ γραφαὶ λέγουσιν) ὅτι μὴ πάντα βλέπει, ἔφη· «Ἐν τῷ κρυπτῷ εὔχεσθε» εἰπών· «Καὶ ὁ πατὴρ ὑμῶν ὁ βλέπων τὰ κρυπτὰ ἀποδώσει ὑμῖν». τοῖς δὲ οἰομένοις αὐτὸν μὴ ἀγαθὸν εἶναι (ὡς αἱ γραφαὶ λέγουσιν) ἔφη· «Τίνα ὑμῶν αἰτήσει υἱὸς ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; ἢ καὶ ἰχθὺν αἰτήσει, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτουμένοις αὐτὸν καὶ τοῖς ποιοῦσιν τὸ θέλημα αὐτοῦ;» τοῖς δὲ αὐτὸν διαβεβαιουμένοις ἐν ναῷ εἶναι ἔφη· «Μὴ ὀμόσητε τὸν οὐρανόν, ὅτι θρόνος θεοῦ ἐστιν, μήτε τὴν γῆν, ὅτι ὑποπόδιον τῶν ποδῶν αὐτοῦ ἐστιν». τοῖς δὲ προλαβοῦσιν ὅτι θυσιῶν ὀρέγεται ὁ θεός, ἔφη· «Ὁ θεὸς ἔλεος θέλει καὶ οὐ θυσίας, ἐπίγνωσιν αὐτοῦ καὶ οὐχ ὁλο- καυτώματα». τοῖς δὲ πειθομένοις κακὸν αὐτὸν εἶναι (ὡς αἱ γραφαὶ λέ- γουσιν) ἔφη· «Μή με λέγε ἀγαθόν· ὁ γὰρ ἀγαθὸς εἷς ἐστιν». καὶ πάλιν· «Γίνεσθε ἀγαθοὶ καὶ οἰκτίρμονες ὡς ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς, ὃς ἀνα- τέλλει τὸν ἥλιον ἐπ' ἀγαθοῖς καὶ πονηροῖς καὶ φέρει τὸν ὑετὸν ἐπὶ δικαίοις καὶ ἀδίκοις». τοῖς δὲ ἠπατημένοις πολλοὺς θεοὺς ὑπονοεῖν (ὡς αἱ γραφαὶ λέγουσιν) ἔφη· «Ἄκουε Ἰσραήλ, κύριος ὁ θεὸς ὑμῶν κύριος εἷς ἐστιν». Ὁμῶς ὁ Σίμων συνιδὼν ὅτι Πέτρος αὐτὸν συνάγει ταῖς γραφαῖς χρῆ- σθαι ὡς Ἰησοῦς ἐδίδαξεν, εἰς τὸν περὶ θεοῦ λόγον ἐξέτασιν γενέσθαι οὐκ ἠθέλησεν, καίτοιγε μεταθεμένου τοῦ Πέτρου ὡς αὐτὸς Σίμων ἠξίωσεν