1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

34

Καναλή. ∆ιόκλεια δὲ ὀνομάζεται ἀπὸ τοῦ ἐν τῇ τοιαύτῃ χώρᾳ κάστρου, οὗπερ ἔκτισεν ὁ βασιλεὺς ∆ιοκλητιανός, νυνὶ δέ ἐστιν ἐρημόκαστρον μέχρι τοῦ νῦν ὀνομαζόμενον ∆ιόκλεια. Ὅτι ἐν τῇ χώρᾳ ∆ιοκλείας εἰσὶ μεγάλα κάστρα οἰκούμενα· τὸ Γράδεται, τὸ Νουγράδε, τὸ Λοντοδόκλα. 36 Περὶ τῶν Παγανῶν, τῶν καὶ Ἀρεντανῶν καλουμένων, καὶ ἧς νῦν οἰκοῦσι χώρας. Ὅτι ἡ χώρα, εἰς ἣν νῦν οἰκοῦσιν οἱ Παγανοί, καὶ αὐτὴ πρότερον παρὰ τῶν Ῥωμάνων ἐκρατεῖτο, οὓς ἀπὸ Ῥώμης ὁ βασιλεὺς ∆ιοκλητιανὸς μετοικίσας ἐν ∆ελματίᾳ ἐνῴκισεν. Οἱ δὲ αὐτοὶ Παγανοὶ ἀπὸ τῶν ἀβαπτίστων Σέρβλων κατάγονται ἐξ ἐκείνου τοῦ ἄρχοντος, τοῦ εἰς τὸν βασιλέα Ἡράκλειον προσφυγόντος. Παρὰ δὲ τῶν Ἀβάρων καὶ αὐτὴ ἡ χώρα αἰχμαλωτισθεῖσα ἠρήμωται, καὶ πάλιν ἐπὶ Ἡρακλείου τοῦ βασιλέως ἐνῳκίσθη. Παγανοὶ δὲ καλοῦνται διὰ τὸ μὴ καταδέξασθαι αὐτοὺς τῷ τότε καιρῷ βαπτισθῆναι, ὅτε καὶ πάντες οἱ Σέρβλοι ἐβαπτίσθησαν. Καὶ γὰρ Παγανοὶ τῇ τῶν Σκλάβων διαλέκτῳ "ἀβάπτιστοι" ἑρμηνεύονται, τῇ τῶν Ῥωμαίων δὲ διαλέκτῳ ἡ χώρα αὐτῶν Ἄρεντα καλεῖται, ἐξ οὗ κἀκεῖνοι παρὰ τῶν αὐτῶν Ῥωμαίων Ἀρεντανοὶ καλοῦνται. Ὅτι ἐν Παγανίᾳ εἰσὶν κάστρα οἰκούμενα· τὸ Μόκρον, τὸ Βερούλλια, τὸ Ὄστρωκ καὶ ἡ Σλαβίνετζα. Κρατοῦσιν δὲ καὶ ταύτας τὰς νήσους· νῆσος μεγάλη ἡ Κούρκρα, ἤτοι τὸ Κίκερ, ἐν ᾗ ἔστιν καὶ κάστρον· νῆσος ἑτέρα μεγάλη τὰ Μέλετα, ἤτοι τὸ Μαλοζεάται, ἣν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων ὁ ἅγιος Λουκᾶς μέμνηται Μελίτην ταύτην προσαγορεύων, ἐν ᾗ καὶ ἔχις τὸν ἅγιον Παῦλον ἀπὸ τοῦ δακτύλου προσήψατο, ἣν καὶ τῷ πυρὶ ὁ ἅγιος Παῦλος κατέφλεξεν· νῆσος ἑτέρα μεγάλη τὸ Φάρα· νῆσος ἑτέρα μεγάλη ὁ Βράτζης. Εἰσὶ δὲ καὶ ἕτεραι νῆσοι, αἱ μὴ κρατούμεναι παρὰ τῶν αὐτῶν Παγανῶν· νῆσος τὰ Χώαρα, νῆσος Ἴης, νῆσος τὸ Λάστοβον. 37 Περὶ τοῦ ἔθνους τῶν Πατζινακιτῶν. Ἰστέον, ὅτι οἱ Πατζινακῖται τὸ ἀπ' ἀρχῆς εἰς τὸν ποταμὸν Ἀτὴλ τὴν αὐτῶν εἶχον κατοίκησιν, ὁμοίως δὲ καὶ εἰς τὸν ποταμὸν Γεήχ, ἔχοντες τούς τε Χαζάρους συνοροῦντας καὶ τοὺς ἐπονομαζομένους Οὔζους. Πρὸ ἐτῶν δὲ πεντήκοντα οἱ λεγόμενοι Οὖζοι μετὰ τῶν Χαζάρων ὁμονοήσαντες καὶ πόλεμον συμβαλόντες πρὸς τοὺς Πατζινακίτας, ὑπερίσχυσαν, καὶ ἀπὸ τῆς ἰδίας χώρας αὐτοὺς ἐξεδίωξαν, καὶ κατέσχον αὐτὴν μέχρι τῆς σήμερον οἱ λεγόμενοι Οὖζοι. Οἱ δὲ Πατζινακῖται φυγόντες περιήρχοντο, ἀναψηλαφῶντες τόπον εἰς τὴν αὐτῶν κατασκήνωσιν, καταλαβόντες δὲ τὴν σήμερον παρ' αὐτῶν διακρατουμένην γῆν καὶ εὑρόντες τοὺς Τούρκους οἰκοῦντας ἐν αὐτῇ, πολέμου τρόπῳ τούτους νικήσαντες καὶ ἐκβαλόντες αὐτοὺς ἐξεδίωξαν, καὶ κατεσκήνωσαν ἐν αὐτῇ, καὶ δεσπόζουσιν τὴν τοιαύτην χώραν, ὡς εἴρηται, μέχρι τὴν σήμερον ἔτη πεντήκοντα πέντε. Ἰστέον, ὅτι πᾶσα ἡ Πατζινακία εἰς θέματα ὀκτὼ διαιρεῖται, ἔχουσα καὶ μεγάλους ἄρχοντας τοσούτους. Τὰ δὲ θέματά εἰσιν ταῦτα· ὄνομα τοῦ πρώτου θέματος Ἠρτήμ, τοῦ δευτέρου Τζούρ, τοῦ τρίτου Γύλα, τοῦ τετάρτου Κουλπέη, τοῦ πέμπτου Χαραβόη, τοῦ ἕκτου Ταλμάτ, τοῦ ἑβδόμου Χοπόν, τοῦ ὀγδόου Τζοπόν. Κατὰ δὲ τὸν καιρόν, ὃν ἀπὸ τῆς ἰδίας χώρας οἱ Πατζινακῖται ἐξεδιώχθησαν, εἶχον ἄρχοντας εἰς μὲν τὸ θέμα Ἠρτὴμ τὸν Βάϊτζαν, εἰς δὲ τὸ Τζοὺρ τὸν Κούελ, εἰς δὲ τὸ Γύλα τὸν Κουρκοῦται, εἰς δὲ τὸ Κουλπέη τὸν Ἰπαόν, εἰς δὲ τὸ Χαραβόη τὸν Καϊδούμ, εἰς δὲ τὸ θέμα Ταλμὰτ τὸν Κώσταν, εἰς δὲ τὸ Χοπὸν τὸν Γιαζή, εἰς δὲ τὸ θέμα Τζοπὸν τὸν Βατᾶν. Μετὰ δὲ θάνατον αὐτῶν διεδέξαντο τὰς ἀρχὰς οἱ τούτων ἐξάδελφοι. Νόμος γὰρ ἐν αὐτοῖς καὶ τύπος ἐκράτησεν παλαιὸς μὴ ἔχειν ἐξουσίαν πρὸς παῖδας ἢ ἀδελφοὺς αὐτῶν μεταπέμπειν τὰ ἀξιώματα, ἀλλ' ἀρκεῖσθαι μόνον τοῖς κεκτημένοις τὸ καὶ μέχρι ζωῆς ἄρχειν αὐτούς, μετὰ δὲ θάνατον προχειρίζεσθαι ἢ ἐξάδελφον αὐτῶν ἢ ἐξαδέλφων παῖδας πρὸς τὸ μὴ καθόλου εἰς ἓν μέρος τῆς γενεᾶς διατρέχειν τὸ ἀξίωμα, ἀλλὰ καὶ {εἰς} τοὺς ἐκ πλαγίου καὶ κληρονομεῖν καὶ ἀπεκδέχεσθαι τὴν τιμήν· ἀπὸ ξένης δὲ γενεᾶς οὐχ ὑπεισέρχεταί τις καὶ γίνεται ἄρχων. Τὰ δὲ ὀκτὼ θέματα διαιροῦνται εἰς τεσσαράκοντα μέρη, καὶ ἔχουσι καὶ ἐλάττονας ἄρχοντας. Ἰστέον, ὅτι αἱ τέσσαρες τῶν