1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

34

αὐτήν· «"Υπαγε, οὐδὲ ἐγώ σε κατακρίνω.» Τοῦτον τὸν σωτῆρα, βασιλέα καὶ Κύριον καὶ Θεὸν ἡμῶν, Ἰησοῦν, ὦ ἐπίσκοποι, σκοπὸν ὑμᾶς ἔχειν δεῖ, τούτου μιμητὰς εἶναι, πραεῖς, ἡσυχίους, εὐσπλάγχνους, ἐλεήμονας, εἰρηνικούς, ἀοργήτους, διδακτικούς, ἐπιστρεπτικούς, εἰσδε κτικούς, παρακλητικούς, μὴ πλήκτας, μὴ ὀργίλους μὴ ὑβριστάς, μὴ ἀλαζόνας, μὴ ὑπεροπτικούς, μὴ οἰνόφλυγας, μὴ μεθύσους, μὴ εἰκαιοδαπάνους, μὴ τρυφητάς, μὴ πολυ δαπάνους, μὴ ὡς ἀλλοτρίοις, ἀλλ' ὡς ἰδίοις τοῖς τοῦ Θεοῦ δόμασιν χρωμένους ὡς καθεστῶτας ἀγαθοὺς οἰκονόμους, ὡς μέλλοντας ἀπαιτεῖσθαι παρὰ τοῦ Θεοῦ τὸν λόγον. Aὐτάρκη ἐχέτω τροφὴν καὶ ἀμφιασμὸν ὁ ἐπίσκοπος τὸν τῇ χρείᾳ καὶ τῇ σεμνότητι προσήκοντα· μὴ τοῖς κυρια κοῖς ὡς ἀλλοτρίοις κεχρήσθω, ἀλλὰ μεμετρημένως· «Ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστιν.» Μὴ σπαταλὸς μηδὲ πέρπερος, ἀλλὰ μόνων τῶν πρὸς σύστασιν ἐφιέμενος, τὰ διδόμενα κατ' ἐντολὴν Θεοῦ τῶν δεκατῶν καὶ τῶν ἀπαρχῶν ὡς Θεοῦ ἄνθρωπος ἀναλισκέτω· τὰ εἰσφερόμενα ἐπὶ προφάσει πενήτων ἑκούσια καλῶς οἰκονομείτω ὀρφανοῖς καὶ χήραις καὶ θλιβομένοις καὶ ξένοις ἀπορουμένοις, ὡς ἔχων Θεὸν λογιστευτὴν τούτων τὸν ἐγχειρίσαντα αὐτῷ ταύτην τὴν οἰκονομίαν. Πᾶσι δὲ τοῖς δεομένοις μετὰ δικαιοσύνης ἐπιμερίζοντες, καὶ ὑμεῖς αὐτοὶ χρώμενοι ἐκ τῶν κυριακῶν, ἀλλὰ μὴ παραχρώμενοι, ἐσθίοντες ἐξ αὐτῶν, ἀλλὰ μὴ κατεσθίοντες αὐτὰ μόνοι, κοινωνοῦντες δὲ τοῖς χρῄζουσιν, ἀπρόσκοποι Θεῷ γίνεσθε· ἐὰν γὰρ μόνοι αὐτὰ ἀναλώσητε, ὀνειδισθήσεσθε παρὰ Θεοῦ λέγοντος ὡς πρὸς ἀπλήστους καὶ μονοφάγους· «Τὸ γάλα κατεσθίετε καὶ τὰ ἔρια περιβάλλεσθε», καὶ ἐν ἄλλοις· «Μὴ οἰκήσητε μόνοι ἐπὶ τῆς γῆς;» ∆ιὸ καὶ ἐν τῷ Νόμῳ προστέτακται ὑμῖν· «Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.» Καὶ ταῦτα λέγομεν, οὐχ ἵνα μὴ μεταλαμβάνητε ὑμῶν τῶν πόνων, γέγραπται γάρ· «Oὐ φιμώσεις βοῦν ἀλοῶντα», ἀλλ' ἵνα μεμετρημένως μετὰ δικαιοσύνης. Ὃν τρόπον οὖν ὁ βοῦς, ἐργαζόμενος ἐν τῇ ἅλῳ ἀκήμωτος, ἐσθίει μέν, ἀλλ' οὐ τὸ πᾶν κατεσθίει, οὕτως καὶ ὑμεῖς, ἐργαζόμενοι εἰς τὴν ἅλω, τοῦτ' ἔστιν εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἐκ τῆς Ἐκκλησίας ἐσθίετε, ὃν τρόπον καὶ οἱ λευῖται οἱ λει τουργοῦντες τῇ σκηνῇ τοῦ μαρτυρίου, ἥτις ἦν τύπος τῆς Ἐκκλησίας κατὰ πάντα, προσέτι δὲ καὶ ἐκ τοῦ ὀνόματος μαρτύριον τῆς Ἐκκλησίας ἡ σκηνὴ προωρίζετο. Ἐνταῦθα γοῦν οἱ λευῖται τῇ σκηνῇ προσεδρεύοντες ἐκ τῶν εἰς τὴν προσφορὰν τοῦ Θεοῦ διδομένων ὑπὸ παντὸς τοῦ λαοῦ δώρων