πόλεως. Ἐπεὶ Ἐζεχίας κράτος Θεοῦ ἑρμηνεύεται, πᾶς νοῦς 77.1265 διὰ πρακτικῆς φιλοσοφίας κτησάμενος κράτος θεῖον, ἐπειδὰν γνῷ κινούμενον κατ' αὐτοῦ τὸν νοητὸν Σεναχηρεὶμ, ὃς ἑρμηνεύεται πειρασμὸς ξηραίνων, ἢ ὀδόντες ἠκονημένοι, ὁποῖός ἐστιν ὁ διάβολος, βουλεύεται μετὰ τῶν πρεσβυτέρων καὶ δυνατῶν τῶν ἀμφ' αὐτόν. Οὗτοι δέ εἰσιν ἥ τε λογιστικὴ δύναμις, καὶ ἡ θυμικὴ, καὶ ἡ ἐπιθυμητική· ἃς εἴληχεν, ὡς πρεσβυτέρους μὲν, ὅτι πρῶται δυνάμεις αὗται τῆς ψυχῆς, καὶ συμπληρωτικαὶ τῆς οὐσίας αὐτῆς, ὡς δυνατοὺς δὲ, ὅτι καὶ αὐτὸ τοῦτο ∆υνάμεις ὀνομάζονται· καὶ ὅτι συνεργοί εἰσι τοῦ νοὸς πρὸς καθαίρεσιν κακίας, καὶ σύστασιν ἀρετῆς, καὶ ὅτι ἄρχουσιν, ἡ μὲν λογικὴ δύναμις, τῶν γνωστικῶν λογισμῶν· ἡ δὲ θυμικὴ, ὁρμῶν· καὶ ἡ ἐπιθυμητικὴ τῶν ἐπιθυμητικῶν ὀρέξεων· ἔτι δὲ ἑκάστη, τῶν κατ' αὐτὴν ἀποτελεσμάτων. Τούτους οὖν τοὺς πρεσβυτέρους ἔχων ὁ νοῦς ὑγιεῖς τε καὶ ἀνεξαπατήτους, βουλεύεται μετ' αὐτῶν, ὡς συνεργῶν, ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν τὰ ἔξω τῆς πόλεως. Ταῦτα δέ εἰσιν αἱ κατὰ τὴν φυσικὴν θεωρίαν γινόμεναι φαντασίαι, καὶ τὰ νοήματα τῶν αἰσθητῶν. Ὧν φαντασιῶν καὶ νοημάτων πηγαὶ, αὐτὰ τὰ αἰσθητὰ ἔξω τῆς πόλεως κείμενα· λέγω δὴ τῆς ψυχῆς· καὶ ἔξωθεν τὰς ἐξ αὐτῶν ῥεούσας φαντασίας εἰς αὐτὴν πέμποντα. Καλῶς οὖν ἐμφράττει τὰ τοιαῦτα ὕδατα, ἵνα μὴ δι' αὐτὰ παραμένων ὁ ἐχθρὸς πολεμῇ τῇ ψυχῇ. Ἐμφράττει δὲ καὶ τὸν ποταμὸν τὸν διερχόμενον διὰ τῆς ψυχῆς· οὖτος δέ ἐστιν ὁ τῆς φυσικῆς θεωρίας ἐπιστημονικὸς λόγος· ἵνα μὴ λάθῃ δι' αὐτοῦ εἰσελθών. Χρὴ γὰρ τὸν μὴ τελέως ἀπαλλαγέντα παθῶν, ἐν τῷ καιρῷ τοῦ πολέμου τῶν παθῶν, μύειν τὰς αἰσθήσεις, καὶ παύειν μὲν καὶ τὰς φαντασίας, καὶ τὰ νοήματα τῶν αἰσθητῶν, καὶ τὴν φυσικὴν φιλοσοφίαν, κακοπαθείᾳ τοῦ σώματος. Ὧν μὲν τῆς προσευχῆς τύπος, ἡ τοῦ βασιλέως εἰς τὸν θεῖον ναὸν ἄνοδος· τῆς δὲ σωματικῆς κακοπαθείας, ἡ τοῦ σάκκου παραβολή. Συνεπισχύουσι δὲ καὶ συνεργοῦσιν αὐτῷ πρὸς ἔμφραξιν, οἵ τε δηλωθέντες πρεσβύτεροι καὶ ὁ συναχθεὶς λαὸς, ὅστις ἐστὶν οἱ εὐσεβεῖς λογισμοὶ ἑκάστης τῶν εἰρημένων τριῶν δυνάμεων. Χρὴ δὲ φυλάττειν καὶ τὰ χείλη τῆς ψυχῆς, ἤτοι τὰς φρουρητικὰς αὐτῆς ἀρετὰς, ἢ τὰς τῶν ἀρετῶν φυλακτικὰς μεθόδους, ἐγκράτειαν καὶ ὑπομονὴν, καὶ ταπείνωσιν· καὶ οὕτως ἀποστέλλεται θεόθεν ἄγγελος, ὁ διαφθείρων τὰ πάθη λόγος τῆς γνωστικῆς σοφίας, καὶ ἀναιρεῖ τὰς ρπεʹ χιλιάδας αὐτῶν. Ἓξ γὰρ δεκάκις ξʹ, καὶ τρὶς ξʹ καὶ ρπʹ, οἷς προστεθέντων καὶ εʹ συναπαρτίζεται ὁ τῶν ἀναιρεθεισῶν χιλιάδων ἀριθμός. Ἐπεὶ γὰρ ἡ περὶ φύσιν τῶν προειρημένων τριῶν δυνάμεων, πᾶσαν κακίαν ποιεῖ· τὸν ἓξ μὲν ἀριθμὸν λαμβάνομεν διὰ τὸ ποιητικὸν τῆς κακίας· ἐν ἓξ γὰρ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν κόσμον. ∆εκάκις δὲ διὰ τὴν ἐν κακίᾳ τελείαν κίνησιν ἑκάστης δυνάμεως. Τέλειος γὰρ ὁ δέκα, τελειῶν καὶ περιορίζων πάντας τοὺς κυρίως ἀριθμούς· τρισσοῦμεν τὰ ἀποτελεσθέντα διὰ τὸ τρισσὸν τῶν δηλωθεισῶν δυνάμεων. Καὶ προστιθέαμεν τὰ πέντε 77.1268 διὰ τὴν αἴσθησιν, περὶ ἣν ἡ κακία ἐνεργεῖται· πενταδικὴ γὰρ ἡ αἴσθησις. Χιλιάδες δὲ τὰ τῆς κακίας ἀποτελέσματα, διὰ τὸ χεῖσθαι λίαν καθ' ἡμῶν. Ὅτι δὲ ταῖς φαντασίαις καὶ τοῖς νοήμασι τῶν αἰσθητῶν ἀποκέχρηται καθ' ἡμῶν ὁ νοητὸς Σεναχηρεὶμ, ἐπηρεάζων καὶ ξηραίνων τὰς ψυχὰς τῶν ἁλισκομένων, τῷ χωρίζειν αὐτὰς τῆς πηγῆς τῶν ἀγαθῶν, παντί που δῆλον. ∆ιὰ γὰρ τῶν φαντασιῶν τυπούμενα τὰ σχήματα καὶ τὰ εἴδη τῶν αἰσθητῶν, πολλάκις ἐναπομένουσι τῇ ψυχῇ, καὶ δεσμοῦσι καὶ κατασύρουσιν εἰς τὴν σύγχυσιν τῶν παθῶν, ἧς ὁ Σεναχηρεὶμ οὗτος βασιλεύει. Ἡ Βαβυλὼν γὰρ σύγχυσις ἑρμηνεύεται. Ὑποστρέφει δὲ μετ' αἰσχύνης τῇ ὁδῷ ᾗ ἦλθεν ὡς γέγραπται· πῶς ὁδός ἐστιν αὐτὰ τὰ φυσικὰ πάθη, τὸ ἐσθίειν, τὸ πίνειν, τὸ ὑπνοῦν, καὶ ὅσα πρὸς σύστασιν τοῦ σώματος· ἃ τῷ μὲν ὑπὲρ τὴν χρείαν τρόπῳ τῆς χρήσεως ἄγουσιν εἰς ἡμᾶς τὸν διάβολον· τῷ δὲ κατὰ τὴν χρείαν τρόπῳ τῆς χρήσεως,