Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
τουτέστι τοῦ διαβόλου καὶ τῶν δαιμόνων, ὡς σφόδρα παρὰ πάντων ἐπιβουλευόμενος προσεύχεται. Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς, καὶ ὑπο σκέλισον αὐτούς. (B f. 58.) Τὸ μὲν πρόφθασον δηλοῖ τὸ, Μὴ ἐπιτρέψῃς εἰς πέρας αὐτοῖς ἐκβῆναι τὸ σπουδαζόμενον· προ λαβὼν δὲ τὸν ἐμὸν κίνδυνον, τὸ τέλος ἀχρεῖον αὐτῶν ἀποφῆναι τὴν σκαιότητα. Τὸ δ' ὑποσκέλισον, ἀντὶ τοῦ, Μὴ εὐοδώσῃς τρέχοντας κατ' ἐμοῦ· πιπτέτωσαν δὲ μᾶλλον ὡς ὑπαντῶντός τινος, καὶ τὸν πανχάλεπον αὐτῶν ἀνακόπτων δρόμον. [Κύριε, ἀπ' ὀλίγων ἀπὸ γῆς. Ὀλίγους, ὥσγε οἶμαι, φησὶν τοὺς ἐξειλεγμένους ἐν τούτοις, δῆλον δὲ ὅτι τοὺς ἁγίους, καὶ τὸν ἀπό βλεπτον παρὰ Χριστοῦ λαχόντας κλῆρον. Καὶ αὐτὸς δέ φησιν ὁ Σωτήρ· "Πολλοὶ μὲν οἱ κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί."-"∆ιαμέρισον τοίνυν αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν." Ἀποδίελε, φησὶ, τῶν ἁγίων, καὶ ἀπόστησον τῶν ἱερωτάτων τοὺς πονηρούς· πρέπει γὰρ τοῦτο τῇ ζωῇ αὐτῶν. Τοῖς γὰρ ἀποσειομένοις τὸν ἐπὶ Θεῷ ζυγὸν, καὶ ἀπηνῆ τοῖς αὐτοῦ θεσπίσμασιν ἀντανα τείνουσι τὸν αὐχένα, πῶς ἂν δοθείη κλῆρος ἢ μερὶς μετὰ τῶν εὐήνιον ἐχόντων τὸν νοῦν, καὶ ὅπερ ἂν βούλοιντο πρὸς τοῦτο μάλιστα ἐσπουδακόσιν;]
ΨΑΛΜΟΣ ΙΖʹ.
Εἰς τὸ τέλος, τῷ παιδὶ Κυρίου τῷ ∆αβίδ· ἐλάλησε τῷ Κυρίῳ τοὺς λόγους τῆς
ᾠδῆς ταύτης, κ.τ.λ. (A f. 97 b.) Τὸ δὲ ἀληθὲς καὶ μυστικὸν, οἱ πιστεύ σαντες εἰς Χριστὸν τὸν ἐκ σπέρματος ∆αβὶδ γεγονότα, καὶ σὺν αὐτῷ υἱοὶ τοῦ ∆αβὶδ χρηματίσαντες, οὗτοι τῷ Χριστῷ τὴν ᾠδὴν ταύτην ἀνακομίζουσιν, ὡς ἐκ πάν των ἐχθρῶν ῥυσθέντες, καὶ ἐκ τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου, ὃν τῆς καθ' ἡμῶν τυραννίδος ἐξέβα λεν ὁ Υἱὸς, καθ' ἃ καὶ πάλαι Θεὸς τὸν Σαοὺλ ἀπώσατο τοῦ βασιλεύειν ἐπὶ τὸν Ἰσραήλ. Εἰσφέρεται δὲ ἐν τῷ ψαλμῷ, ποτὲ μὲν τὸ πρόσωπον τῶν πιστευσάντων, ποτὲ δὲ τὸ τοῦ Χριστοῦ, ταῖς ἀνθρωπίναις κεχρημέ νον φωναῖς. Ταύτῃτοι καὶ Εἰς τὸ τέλος ἡ ἐπιγραφή. Περιέχει γὰρ ὁ ψαλμὸς τὴν κάθοδον τοῦ Μονογενοῦς, τὴν ἀνάληψιν, τὴν κατὰ τῶν δαιμόνων νίκην, τοῦ Ἰσραὴλ τὴν ἐκβολὴν, καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, ἅτινα πάντα ἐν τῷ τέλει τῶν αἰώνων ἐγένετο, ὅτε ὁ Μονογενὴς ἐνηνθρώπησεν. Εἴημεν καὶ ἡμεῖς παῖδες Κυρίῳ, ὅ ἐστι δοῦλοι· καὶ ὡς ἐν ἡμέρᾳ τῇ ἀρετῇ καὶ τοῖς ἔργοις τοῦ φωτὸς εὐσχημόνως περιπατοῦν τες, ῥυσθείημεν ἐκ πάντων τῶν ἐχθρῶν, μάλιστα δὲ τῆς χειρὸς τοῦ Σαοὺλ, τουτέστι τῆς πράξεως καὶ τῆς ἐνεργείας τοῦ Σατανᾶ. Ἡ γὰρ χεὶρ, πράξεως σύμ βολον· καὶ εἰς τὸ τέλος τῆς νίκης ἐλθόντες, εὐχα ριστεῖν ἀξιωθείημεν τῷ νικοποιῷ Χριστῷ. 69.821 Ὑπερασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου. (C f. 31.) Ταῦτα δὲ πάντα δικαίως ὀνομάζεται, περὶ οὗ ψάλλειν ἡμᾶς αὐτὸς οὗτος ὁ προφήτης ἐδί δαξεν· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Οὔ τως ἡμῶν ὑπερασπιστὴς διὰ τῆς σαρκὸς, καθάπερ ἐν ἀσπίδι βέλη τὰ ὑπὲρ ἡμῶν πάθη δεξάμενος. Ἀντιλήπτωρ διὰ τῆς θεότητος· μόνη γὰρ ἡμῶν ἀντι λαβέσθαι διὰ τῆς ἀπαθείας ἐδύνατο. Κέρας ἡμῶν σωτηρίας διὰ τοῦ σταυροῦ ἐγένετο· οὐδὲν γὰρ τοῖς δαίμοσιν τοῦ σταυροῦ φοβερώτερον. Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσ ώπου αὐτοῦ. (A f. 100, Κυρίλλου καὶ Ὑπατίου.) Ὥσπερ γὰρ καπνὸς προηγεῖται πυρὸς, ἀνακαιομένου δὲ πυρὸς καὶ ξυλικὴν δαπανῶντος ὕλην, ἄνθρακας γίνεσθαι συμβαίνει, οὕτω καὶ ἡ τοῦ Θεοῦ ὀργὴ, ἤρξατο μὲν ὡς διὰ καπνοῦ, ηὔξησε δὲ ὡς πῦρ, καὶ τέλος ἀπην θράκωσε τοὺς ἐχθροὺς τοῦ ∆αβίδ. Εἰκότως δὲ κα πνὸς καὶ τιμωρία λέγεται, ὡς δακρύων ἐμποιητική· ἐξέλκει γάρ πως ἀεὶ τῶν ὀμμάτων τὸ δάκρυον ὁ καπνὸς ἐμπίπτων τοῖς ὀφθαλμοῖς. Ὀργισθέντος δὲ τοῦ ∆ημιουργοῦ καὶ κατὰ δαιμονίων διὰ τὴν τοῦ πλάσματος ἀπώλειαν, προηγήσατο τῆς ἐκδικήσεως ὁ καπνὸς, ἡ μετρία τοῦ