φραζομένη καὶ ἐθέλουσα, ὡς αὐτὸς ἑρμηνεύει ἐπαγαγὼν «ὣς νῦν μοι ἐθέλουσα παρίστασο». Καὶ ὅρα πάλιν ἐπεμβολὴν ἱστορίας παλαιᾶς, ἣν καὶ ἐν τῇ δʹ ῥαψῳδίᾳ ἐξέθετο, καὶ ὡς ταύτην καταμερίσας ἐκεῖ μὲν ἐπλάτυνεν, ἐνταῦθα δὲ ἀπεστένωσε τεχνικῶς, οἷα καὶ πολυρρημονεῖν καίρια εἰδὼς καὶ αὖ πάλιν βραχυλογεῖν· ἐκεῖ μὲν γὰρ ἐν εἴκοσι καὶ τρισὶ στίχοις τὴν ἱστορίαν εἶπεν, ἐνταῦθα δὲ διὰ τὸ ἀπροσκορὲς ἐν μόνοις τέσσαρσιν, εἰωθὼς ἀφανίζειν πολλαχοῦ 3.71 τὸν ἐν λόγοις κόρον τῷ πολυειδεῖ τῆς μεταχειρίσεως. [(ῃ. 286) Ἰστέον δὲ ὅτι ἐν τῷ «πρὸ Ἀχαιῶν ἄγγελος ᾔει», ἡ ˉπˉρˉο πρόθεσις ἢ ἀντὶ τῆς ˉὑˉπˉεˉρ νοεῖται, ἵνα λέγῃ ὅτι ὑπὲρ Ἀχαιῶν ἐπρέσβευεν, ἢ τοπικῶς, ἵνα δηλοῖ ὅτι προώδευε τῶν Ἀχαιῶν, καὶ Ὁμηρικῶς εἰπεῖν, πρὸ ὁδοῦ ἐγίνετο, ἀφ' οὗ ὁ φροῦδος γίνεται.] (ῃ. 288) Μειλίχιον δὲ μῦθον λέγει τὸν εἰρηνικὸν καὶ τὰς λιτάς, ἃς ἤκουον, ὡς ἐκεῖ δηλοῦται, οἱ Θηβαῖοι, δοῦναι κλειτοὺς ἐπικούρους. (ῃ. 289) Μάλα δὲ μέρμερα ἔργα, ὅσα τε ἐντὸς Θηβῶν ἔδρασεν ὁ Τυδεὺς ἀεθλεύων καὶ νικῶν, καὶ ὅσα ἔξω εἰς τοὺς πεντήκοντα κούρους, ὡς ἐκεῖ γέγραπται. Καὶ ἔστιν ὁ τοιοῦτος λόγος τῷ ∆ιομήδει ἀντιθετικός. λέγει γὰρ ὡς ἐλθὼν μὲν ὁ Τυδεὺς μείλιχα τοῖς Θηβαίοις ἐλάλει, ἀπιὼν δὲ δεινὰ ἐβουλεύσατο, οἷα καρδιώξας ἐφ' οἷς οὐδὲν ἤνυσε πρεσβεύσας εἰς αὐτούς. καὶ οὕτω μὲν ὁ ποιητὴς τὴν ῥηθεῖσαν ἱστορίαν ἐστενολέσχησεν. (ῃ. 292-4) Ὁ δὲ ∆ιομήδης καὶ βοῦν ὑπισχνεῖται ῥέξειν, ἤνιν, εὐρυμέτωπον, ἀδμήτην, χρυσωθεῖσαν τὰ κέρατα, ὁποία τις καὶ ἐν Ὀδυσσείᾳ ἐξήγηται θύοντος Νέστορος. Ὅρα δὲ εἰ αὐτίκα νῦν ἡ εὐχὴ τῷ ∆ιομήδει τελεῖται. εἰ γὰρ καὶ μὴ αὐτὴ Ἀθηνᾶ ἕπεταί οἱ, ἀλλ' ἔχει τὸν τῇ Ἀθηνᾷ φίλον, ὡς αὐτὸς ἔφη, Ὀδυσσέα ἐφεπόμενον. (ῃ. 290) Ἰστέον δὲ καὶὅτι, ὥσπερ ἐν τῷ «πρόφρασσα» ἡ ˉπˉρˉο ἀντὶ τῆς ˉὑˉπˉεˉρ εἴληπται, οὕτω καὶ ἐν τῷ «πρὸ Ἀχαιῶν», ὡς εἴρηται. τοιοῦτον δὲ σὺν ἄλλοις καὶ τὸ «πρὸ παίδων καὶ γυναικῶν». (ῃ. 287) Τὸ δὲ «Ἀχαιούς» οὐ πάνυ ἀναγκαστικῶς ἐπῆκται, κεῖται γὰρ ἐν τῷ προηγουμένῳ ἔπει τὸ «πρὸ Ἀχαιῶν». διὸ ἀρκοῦν ἦν εἰπεῖν μόνον τὸ «τοὺς δ' ἐπ' Ἀσωπῷ λίπε». Χαλκοχίτωνες δὲ οἱ ἀλλαχοῦ χαλκεοθώρηκες. ἔγνωσται γὰρ ὡς χιτῶνι ἀναλογεῖ τῷ ἐξ ὑφάνσεως ὁ πολεμικὸς θώραξ. (ῃ. 288) Τὸ δὲ «Καδμείοισιν» ἑτερωνύμως ἔχει πρὸς τὴν αὐτῶν πόλιν τὰς Θήβας, κατ' εὐθὺ δὲ ἂν αὐτοὺς ὠνόμασεν, εἰ Θηβαίους εἶπε. (ῃ. 292) Τὴν δὲ ἦνιν, ὃ δηλοῖ ἐνιαυσιαίαν, ἐν ἐκτάσει τῆς ληγούσης οἴδασιν οἱ παλαιοί. (ῃ. 297 ς.) Ὅτι ∆ιομήδης καὶ Ὀδυσσεὺς εὐξάμενοι πρῶτον, εἶτα ἔβησαν ἀπελθεῖν «ὥστε λέοντε δύω διὰ νύκτα μέλαιναν, ἂν φόνον, ἂν νέκυας, διά τ' ἔντεα καὶ μέλαν 3.72 αἷμα». Καὶ ὅρα συντομίαν τῆς τε παραβολῆς καὶ τοῦ λοιποῦ λόγου, τεχνασθεῖσαν πρὸς ὁμοιότητα τῆς τῶν ἡρώων ἐπείξεως καὶ ἐντρεχείας. Ὅρα δὲ καὶ τὸ κάλλος τῆς φράσεως, ἐπισκιρτῶντος οἷον τοῦ ποιητοῦ καὶ τῇ τῶν κατασκόπων εὐψυχίᾳ συνεξορμῶντος καὶ μιμουμένου τὸ ἐκείνων εὐθαρσὲς καὶ εὐκίνητον. Οἱ δὲ παλαιοί φασιν καί, ὅτι ἐπαινεῖται τοῦ Ξενοφῶντος τὰ τοιαῦτα «ἐπεὶ δ' ἔληξεν ἡ μάχη, παρῆν ἰδεῖν τὴν μὲν γῆν αἵματι πεφυρμένην, νεκροὺς δὲ κειμένους, δόρατα παρατεθραυσμένα, ἐγχειρίδια γυμνὰ κολεῶν, τὰ μὲν χαμαί, τὰ δὲ σώμασιν ἐμπεπηγότα». ταῦτα δὲ συλλαβών, φασίν, Ὅμηρος ἑνὶ στίχῳ ἀπήγγειλεν. οἱ δ' αὐτοὶ λέγουσι καὶ ὅτι νοητέον κατὰ τὸ σιωπώμενον, ὡς ἐσβέσθησαν τὰ πυρὰ τοῖς Τρωσὶ διὰ τὸ ἤδη, ὡς ἐρρέθη, ἐγγύθι τὸν ὄρθρον εἶναι. εἰ γὰρ ἀνήπτοντο τὰ πολλὰ ἐκεῖνα, ὡς προδεδήλωται, καὶ κατέλαμπον τὰς νῆας, οὐκ ἂν ἐτόλμησαν οἱ κατάσκοποι, καὶ τολμήσαντες δὲ οὐκ ἂν ἔλαθον. Ὅτι τὴν αὐτὴν ὥραν, ἣν Ἀχαιοὶ κατασκόπους ἐπελέγοντο, ἐβουλεύσαντο καὶ οἱ Τρῶες ὅμοια, ὡς εἰκός, καὶ στέλλουσι τὸν ∆όλωνα. ἐλθεῖν γὰρ εἰς διαφόρους ὁμοῦ τὸν αὐτὸν λογισμὸν οὐκ ἀδύνατον, ὡς καὶ ἐν τοῖς φθάσασι δέδεικται. (ῃ. 299-312) Φησὶ γοῦν «οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ εὕδειν, ἀλλ' ἄμυδις κικλήσκετο», ἤγουν ἐκίκλησκε, «πάντας ἀρίστους». ποίους ἐκείνους; «ὅσσοι», φησίν, «ἔσαν Τρώων ἡγήτορες ἠδὲ μέδοντες. τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἠρτύνετο βουλήν», κατὰ τὴν τῶν Ἀχαιῶν. «τίς κέν μοι τόδε ἔργον ὑποσχόμενος τελέσειε