9Ὀπωρινόσ9: ∆ιὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς νος ὀξύτονα ἐπὶ καιροῦ λαμβανόμενα πάντα διὰ τοῦ ι γράφεται· οἷον, χει μερινός· θερινός· ἰσημερινός· οὕτως καὶ προϊνὸς διὰ τοῦ ι μακροῦ ὅλα. 9Ὀρίγανον9: ∆ιὰ τοῦ ι γράφεται κατὰ παράδοσιν· ὤφει λεν δὲ διὰ τῆς ει διφθόγγου· τὰ γὰρ ἀπὸ δοτικῆς τῶν εἰς ος οὐδετέρων συντιθέμενα τοῦτον τὸν τρόπον, εἰ μὲν φωνῆεν ἐπιφέ ρηται, ἢ ἓν ἁπλοῦν σύμφωνον, φυλάττεται ἡ ει δίφθογγος· οἷον, ὀρείαυλος· ὀρειγένης· οἱονεὶ, ὁ ἐν τῷ ὄρει γεννηθείς· τὸ γὰρ κύριον ὄνομα τὸ Ὠριγένης διὰ τοῦ ω καὶ ι γράφεται· εἰ δὲ δύο σύμφωνα ἐπιφέρονται, ἀποβάλλεται τὸ ε· οἷον, ἔγχει, ἐγχίκτυπος· ὄρει, ὀρειβρεμέτης· χωρὶς τῶν παρὰ τὸ κάλλος, καὶ τῶν παρὰ τὸ ὕψος· οἷον, καλλιγύναικα· καλλιπάρθενον· καλλιάνασσα· ὑψίζυγος· ὑψίθρονος· τούτων οὕτως ἐχόντων, τὸ ὀρίγανον διὰ τῆς ει διφθόγγου ὤφειλεν γράφεσθαι, διὰ τὸ ἓν ἁπλοῦν σύμφωνον ἐπιφέρεσθαι μόνον· ἔστιν γὰρ παρὰ τὸ ὄρει δοτικὴν καὶ τὸ γένος, τὸ σημαῖνον τὴν χάριν· τὸ γὰρ ὀρίγα νον τὸ ὄρει χαίρει· ἢ παρὰ τὸ ὁρᾶν καὶ τὸ γάνω, τὸ σημαῖ νον τὸ λαμπρύνω· οἱονεὶ, τὸ λαμπρύνον τὴν ὅρασιν· ὁρᾶν γάρ τινα ποιεῖται καλῶς τὸ ὀρίγανον· ἀλλὰ διὰ τοῦ ι ἐπεκράτησε λέγεσθαι· ὁ δὲ γραμματικὸς Θεόδωρος ὅτι παρὰ τὸ ῥιγῶ γίνε ται ῥίγανον, καὶ πλεονασμῷ τοῦ ο ὀρίγανον, εἰ τὸ ψῦχον τινὰ κατὰ ἀντίφρασιν θερμάνει γάρ τινα· τριγενὲς δὲ λέγεται τὸ ὀρίγανον, ἀρσενικὸν, θηλυκὸν, οὐδετερόν. 9Οἰκτίρω· Οἰκτείρω9: Καὶ διὰ τοῦ ι γράφεται, καὶ διὰ τῆς ει διφθόγγου· ἔχουσι δὲ λόγον ἐκάτερα· τὸ γὰρ διὰ τοῦ ι γρά φεται, διὰ τὸ οἰκτιρμὸς γράφεσθαι ι· καὶ πάλιν οἱ Αἰολεῖς οἰκτίῤῥω λέγουσι, καὶ οὐχὶ οἰκτέῤῥω· οἱ δὲ διὰ τῆς ει διφθόγ γου γράφεσθαι αὐτὸ, ἐπειδὴ οἰκτερῶ ἐστιν ὁ μέλλων· ὅσα γὰρ ῥήματα ἐν τῷ μέλλοντι ἔχει τὸ ε******* καὶ ἢ μόνον, ἢ μετὰ τοῦ ι αὐτὸ ἔχουσι· μόνον μέν· οἷον, νέμω, νεμῶ· δέρω, δερῶ· μετὰ δὲ ἑτέρου φωνήεντος· οἷον, κείρω, κερῶ· ἐγεί 244 ρω, ἐγερῶ ἀείρω, ἀερῶ· εἰ οὖν οἰκτερῶ φαμὲν τὸν μέλλοντα διὰ τοῦ ε, δηλονότι ὁ ἐνεστὼς διὰ τῆς ει διφθόγγου γράφεται. 9Οἰκοδομία9: ι, παρὰ τὸ οἰκοδόμος. 9Ὄρνις, Ὄρνιθοσ9: ι, διὰ τὸ εἰς θος εἶναι τὴν γενικήν. 9Ὀπιπεύω9: Ἰστέον ὅτι διὰ τοῦ ι γράφεται, παρὰ γὰρ τὸ ὄπτω, τὸ σημαῖνον τὸ θεωρῶ, γίνεται ὀπτεύω, καὶ κατὰ διπλα σιασμὸν πτεύω, καὶ ὀπιπεύω. 9Ὀρίνω9: ∆ιὰ τοῦ ι γράφεται· οἱ γὰρ Αἰολεῖς ὀρίννω λέ γουσιν, καὶ οὐχὶ ὀρέννω· ἐπειδὴ εὕρηται κλινόμενον μετὰ τῶν παρατατικῶν· εἰ δὲ μετὰ τῆς ει διφθόγγου ἐγράφετο, οὐκ ἐκλί νετο μετὰ τῶν παρατατικῶν· τὰ γὰρ διὰ τοῦ εινω ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ει διφθόγγου γραφόμενα, ἄχρι τοῦ παρα τατικοῦ κλίνονται· ἐρεείνω· φαείνω· ἀλεείνω· καὶ ἰστέον ὅτι πάντα τὰ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ εινω διὰ τῆς ει διφθόγ γου γράφεται· πλὴν τοῦ ὀρίνω· ὠδίνω· πρόσκειται ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ κρίνω καὶ κλίνω. 9Ὀΐομαι9: Παρὰ τὸ οἴομαι γέγονεν κατὰ διάλυσιν ὀΐομαι. 9Ὅσιοσ9: ∆ιὰ τοῦ ι· ὡς Χαρίσιος· ἀφροδίσιος. 9Ὀψαρίδιον9: ∆ιὰ τοῦ ι· ὥσπερ παρὰ τὸ οἰκία γέγονεν οἰκίδιον διὰ τοῦ ι· οὕτως καὶ παρὰ τὸ ὀψάριον, ὀψαρίδιον, ὡς γωνία, γωνίδιον. 9Ὅμιλοσ9: ι· ὄμιλλος γὰρ λέγουσιν οἱ Αἰολεῖς· καὶ πάλιν, τὰ διὰ τοῦ ιλος. 9Οἰκεῖα9: Τὰ ἴδια· ει δίφθογγος ὡς κτητικὸν, τῆς οἰκίας γάρ. 9Οἰκία9 δὲ ὁ οἶκος διὰ τοῦ ι τὸ κι· ἐκ τοῦ οἶκος γὰρ γέγο νεν οἰκία. 9Οἰκεῖοσ9: ει· οἰκήϊος γὰρ οἱ ∆ωριεῖς. 9Ὄσπριον9: ι· ἔστιν γὰρ σπόριον, εἶτα καθ' ὑπέρθεσιν τοῦ ο ὄσπριον. 9Ὀϊλεύσ9: Λέγεται δὲ καὶ Ἰλεύς· διὰ τοῦ ι γράφεται· ἐπειδὴ τὰ εἰς ευς ὡς ἐπὶ τὸ πλεῖστον οὐ θέλουσι τῇ ει διφθόγ γῳ παραλήγεσθαι· οἷον, Ἀχιλεύς· οὕτως καὶ Ἰλεὺς διὰ τοῦ ι· πλὴν τοῦ Νειλεὺς, ἐξ οὗ τὸ Νεῖλος. 245 9Ὀμιχῶ9: Σημαίνει δὲ τὸ οὐρῶ· διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς χω τῇ ει διφθόγγῳ οὐ παραλήγονται· πλὴν τοῦ στείχω καὶ λείχω· οἷον, κιχῶ· αὐχῶ. 9Ὄσιρισ9: ∆ιὰ τοῦ ι· τῷ λόγῳ τοῦ Βούσιρις· ὥσπερ ἐν τῷ Β στοιχείῳ μεμαθήκαμεν. 9Ὀνομαστί9: ι· ἐπειδὴ καὶ συνέσταλται. 9Ὄνειροσ9: Τὰ διὰ τοῦ ειρος προπαροξύτονα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ὄνειρος· μάγειρος· καὶ ἄλλως, ἐπει δὴ οἱ Αἰολεῖς ὄνοιρος λέγουσι. 9Οἰνείδησ9: ∆ιὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ