ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
σίδηρα ἤγετο. Αὐτὸς γάρ, ὡς προείπομεν, φυγὼν ἀπὸ τὸ Λεοντάρι μετὰ καὶ τοῦ γαμβροῦ αὐτοῦ, ἀπῆλθεν εἰς τὸν Μυζηθρᾶν καὶ τὴν δουλοσύνην τοῦ δεσπότου κυροῦ ∆ημητρίου. Πολέμου δὲ γεγο νότος περὶ τὴν Βορδώνιαν καὶ τὴν Τρίπην, κακῶς λαβωθεὶς ἑάλω· καὶ ἀπήγαγον αὐτὸν δέσμιον εἰς τόν ποτε αὐθέντην αὐτοῦ τὸν δεσπότην κὺρ Θωμᾶν. Ὡς δὲ ἰάθη ἀπὸ τοῦ λαβώματος, περιωρισμένου δὲ ὄντος καὶ φυλαττομένου ὁπωσδήποτε περὶ τὸ ∆υῤῥάχιον, ἀπατήσας τοὺς φυλάσσον τας ἔφυγε· καὶ πάλιν εὑρίσκετο εἴς τε τὸν δεσπότην κὺρ ∆ημήτριον καὶ εἰς τὸ Ἀνάπλι τὸν πλείονα καιρόν, τῆς γυναικὸς αὐτοῦ καὶ τῶν παίδων εὑρισκομένων εἰς τὰ Βενέτικα. 40.9 Τοῦ οὖν ἀμηρᾶ, ὡς δεδηλώκαμεν, δουλώσαντος τὸ Λεοντάρι καὶ τὰ περὶ αὐτό, ἐδούλωσεν ἔτι δὲ καὶ τὸν Ἅγιον Γεώργιον. Ταῦτα γὰρ ἰδόν τος τοῦ Κροκοντύλου, ἢ μᾶλλον Κροκοδείλου εἰπεῖν οἰκειότερον, προ σεκύνησε καὶ αὐτὸς τὸν ἀμηρᾶν καὶ τὸ κάστρον καὶ τοὺς δύο υἱοὺς αὐτοῦ αὐτῷ δέδωκεν. Αὐτὸς δὲ ἔλαβε χάριν τούτων τοῦ Λωΐ, ἢ μᾶλλον τοῦ ἐ λωῒ ἐλωΐ, τουτέστι, θεέ μου, θεέ μου, ἵνα τὶ μὴ καὶ αὐτὸν προεγκατέ λιπες, τῶν προλεχθέντων κακῶν πρωτεργάτην; 40.10 Τούτων οὖν ἐκεῖσε γενομένων, ἢ μᾶλλον γινομένων, ὁ δεσπό της κὺρ Θωμᾶς, ἀφεὶς τὴν Καλαμάταν καὶ περάσας εἰς τὰ περὶ τὴν Κό σμεναν καὶ τὸ Πεταλίδι, ἦλθε καὶ ἐσέβη εἰς τὸν Ἀβαρῖνον κἀκεῖθεν εἰς τὸ Μαράθι, προγενέστερον τῆς βασιλίσσης καταλειψάσης τὴν Ἀρκαδίαν κἀκεῖσε ἀπελθούσης μετὰ καὶ τῶν παίδων αὐτῆς καὶ τῶν εὑρισκομέ νων ἐκεῖσε εἰς τὴν Ἀρκαδίαν ἀρχόντων. 40.11 Ὡς δὲ ὁ ἀμηρᾶς ἀπῆρεν αὐτά, ἀλλὰ δὴ καὶ τὴν Καρύταιναν παρὰ τοῦ Σγουρομάλλη Παλαιολόγου καὶ γυναικαδέλφου τοῦ μεγάλου Λουκάνη, ὃς προαπέθανεν εἰς ἀπόπατον διαβιβάσας τὴν ψυχὴν ἁμ' ἐγκά τοις, κατῆλθεν εἰς τὰ περὶ τὴν Ἀνδροῦσαν καὶ λαβὼν αὐτὴν καὶ τὰ περὶ αὐτὴν πάντα ἀπῆλθε θεάσασθαι τὴν Κορώνην, εἰτ' ἀπ' ἐκεῖσε διέβη καὶ εἶδε καὶ τὴν Μεθώνην, εἶτα εἰς τὴν Πύλον καὶ τὸν Ἀβαρῖνον. 40.12 Καθ' ἣν ἡμέραν καὶ ὁ δεσπότης κὺρ Θωμᾶς ἐξῆλθε, προητοί μασε γάρ τινα πλοιάρια· καὶ ἦλθεν ἐν τῳ Πόρτῳ Λόγγῳ ὀνομαζομένῳ, ἵνα ἀπ' ἐκεῖσε καιροῦ λαβόμενος εἰς τὴν Κέρκυραν ἀπέλθῃ, ὃ δὴ καὶ γέ γονε. Καὶ τῇ κη-ῃ τοῦ Ἰουλίου μηνὸς ἀπεσώθη ἐκεῖσε, ἤγουν τοὺς Κορ φούς, ὡς νῦν ὀνομάζεται ἡ Κέρκυρα. 40.13 Ἑυρόντος δὲ κἀμοῦ πλευσίμου ἀπαγομένου ἐκεῖσε, ἐμβὰς τῇ ια-ῃ Ἰουλίου διὰ τὸ ἐπιγενέσθαι μετὰ τῶν ἄλλων καὶ θανατικοῦ ἐν τῇ Μεθώνῃ, τῇ β-ᾳ τοῦ Αὐγούστου ἀπεσώθημεν, ἔχοντός μου τὸν σκοπόν, ἵνα εἰς τὴν Κρήτην ἀπέλθω ἢ εἰς τὴν περὶ τὴν Θεσσαλονίκην Βέῤῥοιαν, διὰ τὸ ἔχειν με ἐκεῖ καλλίστην μονὴν εἰς ὄνομα τοῦ ἁγίου Νικολάου, ἥνπερ τῆς μητρός μου ὁ πατὴρ ἀνήγειρεν ἐκ βάθρων. Τοῦ δὲ Ῥαοὺλ Γεωργίου καὶ τοῦ γαμβροῦ καὶ τῆς θυγατρὸς αὐτοῦ ἀπελθόντων, ἔτι δὲ καὶ τοῦ δεσπότου μετὰ καὶ τῶν ἄλλων πάντων, μετέπειτα καὶ ἐμὲ παρώ τρυνον καὶ ἐβουλεύοντο ἐκεῖσε ἀπελθεῖν, ἀπῆλθον κἀγώ. 40.14 Τοῦ δὲ ἀμηρᾶ λαβόντος τὴν Ἀρκαδίαν καὶ ἀπ' ἐκεῖσε διερχο μένου εἰς τὰ κάτω μέρη τοῦ Μορέως καὶ λαμβάνοντος πάντα τὰ ἐκεῖσε, ἀλλὰ δὴ καὶ τὸ ἰσχυρότατον Χλουμοῦτζι καὶ Σανταμέρι τῶν μπεϊλαρμπε ΐδων ὁποῦ εἶχον αὐτά, ταῦτα ἀφέντων κούφων καὶ ἀπελθόντων καὶ αὐτῶν εἰς Κορφούς, ἦλθε μέχρι καὶ τῆς Πάτρας κἀκεῖσε προσέμεινε. 40.15 Καὶ τὰ Καλάβρυτα λαβόντος παρὰ τοῦ οὐτ' εἰς δεσπότας, οὐτ' εἰς ἀμηρᾶν πιστοῦ ∆όξα, ἀλλ' οὐδ' εἰς θεὸν νομίζω, αὐτὸς μὲν ἔδωκεν δίκην ἀξίαν ἐκδαρείς, οἱ δ' αὐτοῦ πάντες, οἱ μὲν ἀπετμήθησαν τὰς κε φαλάς, οἱ δὲ αἰχμάλωτοι ἀπήχθησαν. 40.16 Τὸ δὲ κάστρον ὁ ἀμηρᾶς καλῶς ἀσφαλισάμενος καὶ παντὶ τρό πῳ ἀφηρώσας, ἐγειρθεὶς ἀπὸ τὴν Πάτραν διέβη εἰς τὰ περὶ τὸ Σαλμενί κον καὶ Λίστραιναν καὶ Βοστίτζαν, ὧν τὴν μὲν Βοστίτζαν καὶ Λίστραιναν ἔλαβε, τὸ δὲ Σαλμενίκον ἐκράτησε μέχρι τινὸς Παλαιολόγος ὁ τὸ ἐπί κλην Γρέτζα.
41.1 Τοῦ δὲ δεσπότου, ὡς εἴπομεν, πανοικὶ ἐλθόντος εἰς τοὺς Κορφούς, ἦλθον πρὸς αὐτὸν καὶ γράμματα ἀπὸ τὸν σούμπασιν Ἀγγελο-κάστρου διαλαμβάνοντα, ὡς ὁ ἀμηρᾶς ἔχει ὀρέξεως ἀπελθεῖν εἰς ἐκεῖ νόν τις τῶν ἀρχόντων