34
ἔχοντα ἀντειπεῖν, εἴ τι καὶ περὶ ἐκεῖνον συμβαίη τῶν δυσχερῶν, οὐχ ἡμῶν τῶν ἠναγκασμένων, ἀλλ' ἐκείνων ἂν εἴη τῶν εἰς τὴν ἀνάγκην συνελασάντων. τοιγαροῦν ἐπεὶ κοινῇ πᾶσι τὰ αὐτὰ ἔδοξε λυσιτελεῖν, ἡμεῖς τε οὐδεμίαν τοῖς βεβουλευμένοις μέμψιν ἔχομεν ἐπιφέρειν, τὰ κοινῇ δοκοῦντα πράττειν ἀνάγκη.» Τούτοις συνεῖπε καὶ ὁ πρωτοστράτωρ· τοῦ μεγάλου τε δομεστίκου μὴ συνετώτερον ἑαυτὸν εἶναι νομίζειν τῶν ἄλλων ἁπάντων εἰπόντος, ὥστε τοῖς κοινῇ δοκοῦσιν αὐτὸν μόνον ἐναντία λέγειν, ἀνέστησαν. βαθείας δὲ νυκτὸς τὸν μέγαν δομέστικον ὁ βασιλεὺς μόνον παραλαβὼν, καὶ αὖθις ἐβουλεύοντο περὶ τῶν αὐτῶν· ἐδόκει δὲ καὶ αὐτοῖς ὀρθῶν μὲν ἔχεσθαι τὴν 1.100 στρατιὰν λογισμῶν. τοῦ νεωτερισμοῦ γὰρ ἤδη λαμπρῶς ἐξαφθέντος, πάντες ἦσαν μετέωροι πρὸς τὰς φήμας, καὶ μεταβολῆς ἀτόπως ἤρων. κίνδυνον μέντοι τὸν ἔσχατον τὴν εἰς Βυζάντιον αὐτῶν ἄφιξιν φέρειν τῷ βασιλεῖ, ὡς πάντων εὐθὺς τῷ νέῳ προσθησομένων. ὃ δὴ καὶ σκοπουμένοις αὐτοῖς, ὅπως ἂν μὴ γένηται, καὶ πολλὰς ἑλίξεις λογισμῶν διελθοῦσιν, ἐδόκει βέλτιστον εἶναι πρὸς Θεσσαλονίκην μᾶλλον ἐλθεῖν, ὡς ἂν ἐν τῷ μεταξὺ χρόνῳ τὰ κατ' αὐτὸν κατὰ σχολὴν εὖ διαθέμενος ὁ βασιλεὺς, πρὸς τὸν πόλεμον ἀντίσχῃ, καὶ μὴ ἀπόληται ἐπιχειρούμενος ἐκ τοῦ αἰφνιδίου. ταύτην δὴ κυρώσαντες τὴν βουλὴν, ἐτράποντο εἰς ὕπνον. τῆς δὲ ἐπιγενομένης ἡμέρας, τῶν τε ἐν τέλει πάντων καὶ τῶν τῆς συγκλήτου συνελθόντων, παρόντων καὶ τῶν εἰρημένων Λατίνων, εἴ τι καινότερον τῶν χθὲς βεβουλευμένων ἐξεύρηταί τινι, ὁ βασιλεὺς ἐπυνθάνετο κοινῇ· «ἀτελοῦς γὰρ τοῦ βουλεύματος καταλειφθέντος, καὶ ὑμῶν πάντων περὶ αὐτὸ ἠσχολημένων, εἰκός τινα καὶ προσεπινοῆσαί τι πλέον·» Παλαιολόγου δὲ τοῦ μεγάλου στρατοπεδάρχου μήτ' αὐτόν τι προσεπινενοηκέναι πλέον, μήτ' ἄλλου ἀκηκοέναι φαμένου, καὶ καβαλλαρίου φραμπέριν τεμπινιὸλ, ὡς ἐκ 1.101 προσώπου τῶν Λατίνων μηδαμῶς εἶναι τῶν χθὲς εἰρημένων μήτ' ἀληθέστερα μήτ' ἀναγκαιότερα εἰπόντος, καὶ τῶν ἄλλων ἑξῆς ἁπάντων τοῖς εἰρημένοις ἐπιψηφισαμένων, καὶ τὴν εἰς Βυζάντιον ἄφιξιν ἐπισπευδόντων, ὡς ἅμα τῷ φανῆναι προσχωρῆσον, καὶ τέλος εἰς ἱκετείαν ὑπὲρ τοῦ ταῦτα πράττειν καταληξάντων, ὁ βασιλεὺς, μικρὸν ἐπισχών· «ἀλλ' ἔμοιγε» εἶπε «τὸ Σολομώντειον καλῶς εἰρῆσθαι δοκοῦν, τὸ, εἶναι σωτηρίαν ἐν πολλῇ βουλῇ· καὶ πολλὰ πολλάκις περὶ τῶν αὐτῶν βουλευσαμένῳ, ἐξεύρηταί τι καὶ τῶν εἰρημένων πλέον, ὃ δὴ καὶ δεῖν ἔδοξεν εἰς μέσον θεῖναι, ὡς ἂν, εἰ καλῶς ἔχει, δοκιμασθῇ. ἐμοὶ πρὸς τὴν Ἀδριανοῦ τήνδε πόλιν ἀφιγμένῳ, αὐτοί τε πολλὴν ἐπεδείξαντο τὴν εὔνοιαν κοινῇ πάντες περὶ ἐμὲ, καὶ αἱ ἄλλαι πᾶσαι κατὰ τὴν Θρᾴκην ἄχρι Χριστουπόλεως προσεχώρησαν πόλεις· οὐ μὴν ἀλλὰ καὶ ὅσον ἦν στρατιωτικὸν ἐν ταῖς Θρᾳκικαῖς κώμαις καθιδρυμένον, οἷς καὶ πολλὴν ὀφείλειν τὴν χάριν ὁμολογῶ ὡς ἀγαθοῖς περὶ ἐμὲ προῖκα γεγενημένοις. αἱ μέντοι κατωτέρω Χριστουπόλεως πολλαὶ καὶ περιφανεῖς οὖσαι πόλεις ἄχρι καὶ Ἀκαρνανίας καὶ ∆αλματίας ὑπήκοοι Ῥωμαίοις, καὶ στρατιὰν οὐκ εὐκαταφρόνητον ἔχουσαι καὶ στρατηγοὺς πολλούς τε καὶ ἀγαθοὺς, οὐδεμία προσεχώρησεν ἡμῖν. ὅπερ ἐμὲ ταραχῆς ἐνέπλησεν οὐκ ἀπαντῆσαν κατὰ γνώμην. οὐδ' εἶναι νομίζω λυσιτελὲς ὡς οὐδενῶν καταφρονῆσαι, ἀλλὰ 1.102 περὶ πλείστου ποιήσασθαι καὶ τὴν ἐκείνων συμμαχίαν καὶ κοινωνίαν. τούτου χάριν ἀναγκαῖον εἶναί μοι δοκεῖ τὴν πρὸς ἐκεῖνα φέρουσαν πρῶτον ἑλέσθαι. προσχωρησάντων δὲ ἐκείνων, πρὸς τὴν Κωνσταντίνου βαδιούμεθα θαῤῥοῦντες, οὔτ' ὀπίσω πολεμίους καταλιπόντες, καὶ διπλασίῳ τὴν δύναμιν προσκτησάμενοι.» βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπε, τὴν πρὸς τὴν ἑσπέραν ἑλέσθαι πείθειν ἐπιχειρῶν· οἱ δ' αὖθις τῶν προτέρων ἐχόμενοι λογισμῶν, πρὸς Βυζάντιον ἔλεγον ἀπιέναι δεῖν καὶ ἄλλοσε μηδαμῆ, ὡς οὐδὲν ὂν ἔργον αὐτὸ κατασχεῖν, καὶ μὴ παρατείνειν τὸν πόλεμον, ἀλλὰ συναιρεῖν. καʹ. Ἐν τούτοις τοῦ μεγάλου δομεστίκου φθεγγομένου μηδὲν «σὺ δ'« ἔφασαν «ἀνθ' ὅτου μὴ καὶ αὐτὸς περὶ τῶν παρόντων γνώμην εἰσάγεις, ἀλλ' οὕτως ὡς καινοῦ μηδενὸς γινομένου σιωπὴν ἀσκεῖς;» «ὅτι