34
φυγὴν ἐτρέψατο· καὶ εἰς τὴν χώραν αὐτῶν ἐμβαλὼν καὶ πλείστην λείαν λαβὼν λαμπρῶς ἐπανέζευξεν. οὐκέτι 1.85 γοῦν ἠδόξει παρά τισιν, ἀλλ' ἐπ' ἀνδρείᾳ διαβεβόητο καὶ τετίμητο καὶ τοῖς πρῴην αὐτὸν χλευάζουσι. συναγαγὼν δὲ αυθις ὁ Σαμουὴλ τὸν λαὸν δὶς ἀναγορεύει τὸν Σαοὺλ βασιλέα, χρίσας τῷ ἐλαίῳ καὶ πάλιν αὐτόν. μετέπεσεν ουν ἡ τῶν ̔Εβραίων πολιτεία εἰς βασιλείαν ἐξ ἀριστοκρατίας· ἐπὶ γὰρ Μωυσέως καὶ ̓Ιησοῦ ἀριστοκρατούμενοι ησαν, ειτα ἐπ' ετη δέκα καὶ ὀκτὼ αναρχοι διετέλεσαν, εἰσέπειτα δ' ηρχθησαν ὑπὸ τῶν καλουμένων κριτῶν, τῷ ἀρίστῳ περὶ τῶν ολων δικάζειν καὶ οἰκονομεῖν ἐπιτρέποντες. Τοῦ δὲ Σαμουὴλ ἐξορκίζοντος τὸν λαὸν εἰπεῖν ει τι αδικον εἰργάσατο εἰς αὐτούς, πάντες δικαίως αὐτὸν καὶ καλῶς προστῆναι τοῦ εθνους ἐβόησαν. ὁ δὲ αὐτοῖς ἀπεκρίνατο "ιστε ὡς μεγάλως ἡμαρτήκατε βασιλέα ἑαυτοῖς αἰτησάμενοι, κἀκ τούτου παρωργίσατε τὸν θεόν. εσται δὲ τοῦτο σημεῖον ὑμῖν τὸ θέρους ἐν ἀκμῇ χειμῶνα γενήσεσθαι." καὶ κατὰ τὸν τοῦ προφήτου λόγον βρονταὶ καὶ ἀστραπαὶ γεγόνασι, κατηνέχθη τε χάλαζα, ὡς δέος ἐμπεσεῖν τῷ λαῷ καὶ ἱκετεύειν τὸν Σαμουὴλ ἱλεώσασθαι τὸν θεὸν αὐτοῖς ἁμαρτήσασι. Τῶν δὲ Παλαιστηνῶν τοὺς ̔Εβραίους καταστρεφόντων καὶ τὰ οπλα σφῶν ἀφαιρουμένων σιδήρῳ τε κεχρῆσθαι ἀπαγορευόντων, ὁ Σαοὺλ εἰς Γάλγαλα καταβὰς ἐπ' ἐλευθερίᾳ τὸν λαὸν κατὰ τῶν Παλαιστηνῶν διαναστῆναι ἠρέθιζεν. οἱ δ' ηὐλαβοῦντο διὰ τὸ πλῆθος τῶν ἐναντίων. ὁ δὲ βασιλεὺς τὸν Σαμουὴλ ἐκάλει πρὸς ἑαυτόν. καὶ ος μεθ' ἡμέρας εξ παραγενέσθαι ὑπέσχετο, θύσειν τε τῇ ἑβδόμῃ, ιν' ουτω τοῖς ἀλλοφύλοις συμμίξωσιν. ὁ δέ γε Σαοὺλ 1.86 ὁρῶν τὸν λαὸν ὑπορρέοντα καὶ καταλιμπάνοντα αὐτόν, εθυσεν. ἀκούσας δὲ ηδη προσιόντα τὸν Σαμουήλ, ἐξῆλθε συναντήσων αὐτῷ. ὁ δὲ "τί τοῦτο ἐποίησας" εφη "παραβάς μου τὴν ἐντολήν; ισθι τοίνυν ὡς οὐ στήσεταί σου ἡ βασιλεία, ἀλλὰ ζητήσει κύριος ανθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ." καὶ ἀνεχώρησε Σαμουήλ, Σαοὺλ δὲ καὶ ̓Ιωνάθαν ὁ υἱὸς αὐτοῦ ηκεν εἰς Γαβαὼ σὺν στρατιώταις ἑξακοσίοις. εἰς τρία δὲ διαιρεθέντες οἱ ἀλλόφυλοι τὴν χώραν τῶν ̓Ισραηλιτῶν ἐληίζοντο. Σαοὺλ δὲ καὶ ̓Ιωνάθαν καὶ ̓Αχιὰ ὁ ἀρχιερεὺς ἀφ' υψους ὁρῶντες τὰ δρώμενα, καὶ ἀμῦναι δι' ὀλιγανδρίαν μὴ σθένοντες, ηχθοντο. ὁ δ' ̓Ιωνάθαν μηδὲν εἰπὼν τῷ πατρὶ καταβὰς ἀπὸ τοῦ βουνοῦ σὺν μόνῳ τῷ ὁπλοφόρῳ αὐτοῦ "προσβάλλωμεν" εφη "τῇ τῶν ἀλλοφύλων παρεμβολῇ, καὶ εἰ μὲν ειπωσιν ἡμῖν ἀπόστητε, οὐκ ἀναβησόμεθα πρὸς αὐτούς, εἰ δ' ἀνάβητε πρὸς ἡμᾶς φήσουσι, σύνθημα νίκης τὸν λόγον νομιστέον ἡμῖν." καὶ ωρμησαν ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον. καὶ αὐτοῖς οἱ ἀλλόφυλοι "ἀνάβητε" ελεγον "πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα." τοῦτο θάρσος ἐνῆκε τῷ ̓Ιωνάθαν· καὶ ἀποστὰς ἐκεῖθεν, ἑτέρωθεν ἀνερπύσας μετὰ τοῦ ἑπομένου αὐτῷ επεισι τοῖς πολεμίοις ὑπνώττουσι. καὶ κτείνουσι μὲν ὡς εικοσι, τοῖς δὲ λοιποῖς δειλίαν ἐνέβαλον· οι θορυβούμενοί τε καὶ φεύγοντες ὑπ' ἀλλήλων διώλλυντο. ἰδὼν δὲ ταραττόμενον ὁ Σαοὺλ τὸ τῶν πολεμίων στρατόπεδον, καὶ ἀπόντα τὸν υἱὸν αμα τῷ ὁπλοφόρῳ κατανοήσας, προσβάλλει καὶ αὐτὸς τεταραγμένοις τοῖς ἐναντίοις· καὶ οἱ πρὶν δὲ διὰ φόβον κρυβέντες ἀναθαρσήσαντες τῷ βασιλεῖ προσετίθεντο. καὶ διώκων τοὺς πολεμίους ἐκτίννυεν. ἐπαρᾶται τοίνυν τοῖς ἑαυτοῦ, ει τις ἀποσχόμενος τοῦ 1.87 φονεύειν τοὺς ἐχθροὺς φάγοι, εἰ μὴ νὺξ αὐτοὺς παύσοι. ἐν δὲ τῷ διώκειν κατά τινα δρυμὸν ηλθον, ἐν ῳ μελισσὼν ην, καὶ λαβὼν ὁ ̓Ιωνάθαν κηρίον μέλιτος εφαγεν· οὐ γὰρ ην ἀκηκοὼς τῆς ἀρᾶς τοῦ πατρός. ἐπελθεῖν δὲ βουληθεὶς ὁ Σαοὺλ τῇ τῶν ἐναντίων παρεμβολῇ, ἠρώτα διὰ τοῦ ἀρχιερέως τὸν θεὸν εἰ δίδωσι νίκην. τοῦ δὲ θεοῦ μὴ δηλοῦντος, ἐζήτει τὸ αιτιον, καί "ομνυμι" εφη "αὐτὸν τὸν θεὸν ἀποκτείνειν τὸν ἁμαρτόντα, καν ̓Ιωνάθαν ειη ὁ παῖς ὁ ἐμός." καὶ κληρωσαμένων ἐπὶ ̓Ιωνάθαν ὁ κλῆρος επεσεν. ὁ δὲ περὶ ἁμαρτίας ἀνακρινόμενος οὐδὲν ειπεν ἑαυτῷ συνειδέναι η οτι χθὲς τὴν ἀρὰν ἀγνοήσας ἐν τῷ διώκειν ἐγευσάμην κηρίου. ἀκούσας δὲ ὁ πατὴρ ἀποκτενεῖν αὐτὸν ωμοσε. καὶ ὁ λαὸς ἀντώμοσε μὴ περιόψεσθαι