34
̓Αλεείνων. ἐκκλίνων, φεύγων, οἱονεὶ εἰς τὴν θερμασίαν ἐκ τοῦ ψύχους ἀποφεύγων. ἀλέα γὰρ ἡ θερμασία. ̓Αλεαίνειν. τὸ θερμαίνεσθαι. οὐκ ἀλεαίνεσθαι. ̓Αριστοφάνης· επειθ' ιν' ἀλεαίνοιμι, τοῦτ' ἠμπισχόμην. καὶ Μένανδρος· ηδη ἀλεαίνῃ, πρὸς τὸ πῦρ καθημένη. ̓Αλγύνει. λυπεῖ. ̓Αλεξῆσαι. βοηθῆσαι. ̓Αλέει. ἐκκλίνει. ̓Αλέξασθαι. ἐπαμύνειν. Ξενοφῶν· πολὺ γὰρ διέφερεν ἐκ χώρας ὁρμωμένους ἀλέξασθαι. ̓Αλέξαι. βοηθῆσαι. ̓Αλλέξαι. ἀντὶ τοῦ ἐπιλέξαι. ̓Αλέξειν. ἀποτρέπειν. ̓Αλείσ. ἀντὶ τοῦ συσταθείς. καὶ ἁλεῖς ἀντὶ τοῦ ἁλιεῖς. ̔Αλεῖται. ἀντὶ τοῦ πηδήσει. καὶ χωλὸς ὡς ελαφος ἁλεῖται. ̓Αλδήσκω. τὸ αὐξάνω. παρὰ τὸ ἀλῶ, ἀλήσω, ἀλήσκω, καὶ πλεονασμῷ τοῦ ˉδ ἀλδήσκω. κατὰ μεταφοράν· τὸ γὰρ ἀληλεσμένον οὐκ αὐξάνει. η παρὰ τὸ αλλεσθαι, τοῦτ' εστι πηδᾷν κατὰ αυξησιν. ̓Αλέξω. κυρίως παρὰ τὸ τῇ ἀλόχῳ γυναικὶ βοηθῆσαι. η ἀπὸ τοῦ αλκω, αλξω, καὶ πλεονασμῷ τοῦ ˉε ἀλέξω. ̓Αλεύειν. τὸ φυλάττειν. οἱ Ιωνες ουτω λέγουσι. καὶ παροιμία· αλευ' ἀπὸ μείζονος ἀνδρός. alpha.136 ̓Αλεύατο. ἐξέφυγεν, ἐφυλάξατο. ειρηται ἀπὸ τοῦ χεύω χεύατο, καὶ τροπῇ καὶ στερήσει ἀλεύατο. ωστε μεταφορικῶς αλευας. ἀλέω, ἀλεύω. τὸ δὲ ἀλέω παρὰ τὸ ἀλῶ, τὸ πλανῶ· οἱ γὰρ φεύγοντες πλανῶνται, ἡ μετοχὴ ἀλεύας. καὶ, - ἀλεύατο κῆρα μέλαιναν. ̓Αλέγοισ. βοηθοίης. καὶ τὸ φροντίζω. ̓Αληθίζω. τὰ ἀληθῆ λέγω. ̓Αλήθω. ωσπερ κνῶ κνήθω, ουτως ἀλῶ ἀλήθω. ̓Αληλιμμένοσ. ἐκ τοῦ ἀλείφω. ̓Αλήμεναι. συναθροισθῆναι. ωσπερ παρὰ τὸ βῆναι γίνεται βήμεναι, ουτως καὶ παρὰ τὸ ἀλῆναι ἀλήμεναι. ̓Αλᾶτο. ἀντὶ τοῦ ἐπλανᾶτο. ἀλάω, ἀλῶ, ἀλάομαι, ἀλῶμαι, ἠλαόμην, ἠλώμην, ἠλάου, ἠλῶ, ἠλάετο, ἠλᾶτο καὶ τροπῇ ἀλᾶτο. ̓Αλθαίνω. τὸ θεραπεύω. παρὰ τὸ αλθω, ἀλθαίνω. η παρὰ τὸ αλδω, ἀλδαίνω. ̔Αλιβδύειν. τὸ καταδύνειν εἰς θάλασσαν. μεταφορικῶς δὲ καὶ τὸ κρύπτειν καὶ ἀφανίζειν. παρὰ τὸ τὴν αλα καὶ τὸ δύειν, αἰολικῷ πλεονασμῷ τοῦ ˉβ. ὡς σίδη, σίβδη. ουτως ἁλιδύειν, ἁλιβδύειν. εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας. ̔Αλισθεῖεν. συναθροισθεῖεν. ὁ δὲ Πεισίστρατος ἐπιτεχνᾶται, οπως ἁλισθεῖεν ετι οἱ ̓Αθηναῖοι. ̓Αλινδεῖσθαι. κυλίεσθαι. -εστι κυλίω καὶ τροπῇ τοῦ ˉυ εἰς ˉα καὶ ἀποβολῇ τοῦ ˉκ ἀλίω, ἀλίσω, ηλισα, ἀλίσαι. ̓Αριστοφάνης· απαγε τὸν ιππον ἐξαλίσας οικαδε. ἀντὶ τοῦ κυλίσας. τὸ δὲ ἀλίω γίνεται ἀλίνδω, ὡς κυλίω κυλίνδω, καὶ ἐν περισπωμένῃ τάσει ἀλινδῶ, ἀλινδήσω, ἀλινδήθρα, ὡς κολυμβῶ κοalpha.137 λυμβήσω, κολυμβήθρα. τὸ δ' ἀλινδήθρα σημαίνει τὴν κυλίστραν. ̓Αλητεύω. πλανητεύω. ̓Αλίσασ. συναθροίσας. ̓Αλισγημένον. μεμολυσμένον. ̓Αλδήσκω. τὸ ποτίζω καὶ αυξω. καὶ ἀλδαίνω ὁμοίως. ̓Αλιάζειν. τὸ μὴ ἐκκλίνειν. εστι καὶ ἀλεάζειν. ̓Αλισγηθείσ. σπιλωθείς. ̔Αλίωσεν. ἐματαίωσεν. Αλμενοσ. ἐξαλλόμενος, κατὰ συγκοπήν. τὸ θέμα αλλω, τὸ πηδῶ. ̓Αλογίσαι. ἀφροντίσαι, παραλογίσασθαι. ̓Αλογεῖν. ἀφροντιστεῖν. ὁ δὲ τάλλιγης οπλων μὲν καὶ μαχίμων ἀνδρῶν, εκρινεν ἀλογεῖν. ̓Αλοκίζειν. ἀρότρῳ τέμνειν τὴν αυλακα. ̓Αριστοφάνης· ἐγὼ δ' ἀλοκίζειν ἐδεόμην τὸ χωρίον. ̓Αλοστατεῖ. στρατεύεται. ̓Αλλοτριονομοῦντεσ. ἐναλλαγὴν ὀνομάτων ποιοῦντες· η ολως τισὶ τινὰ μὴ προσηκόντως διανέμοντες. ̓Αλλοτριοπραγεῖν. αἰσχρῶς βουλεύεσθαι. ἐσημειοῦντο μηδὲν αὐτὸν ἀλλοτριοπραγεῖν μὴ δὲ καινοτομεῖν. ̓Αλοφάζω. σκιρτῶ, παροινῶ. ̔Αλλόμενοσ. πηδῶν. ἀλώμενος δὲ ὁ πλανώμενος· μέγα. ̓Αλογήσαντεσ. καταφρονήσαντες. alpha.138 ̓Αλογευσαμένουσ. ητοι τοῖς ἀλόγοις συμφθαρέντας ζώοις. ̔Αλοῦσ. κρατηθείς. ̓Αλοιοῦν. τύπτειν. *ἀλοίω τὸ τύπτω.* ἐξ ου καὶ πατραλοίας, ὁ τὸν πατέρα τύπτων. Αλοιτο. κινοῖτο, ὁρμοῖτο. σκηνήτης μαλακοὺς κισσὸς αλοιτο πόδας. ̔Αλοίη. κρατηθείη. ἁλῶ, γίνεται αλωμι, ἁλώσω, ὁ δεύτερος ἀόριστος ηλων. ἁλοὺς, ἁλόντος. τὸ εὐκτικὸν ἁλοίην, ἁλοίης, ἁλοίη. Αλτο. αλλω τὸ πηδῶ, ὁ μέλλων ἀλῶ, ὁ ἀόριστος ηλα, ὁ μέσος ἠλάμηυ, ηλω, ηλατο, καὶ συγκοπῇ καὶ τροπῇ ηλτο. ̓Αλύειν. ἀδημονεῖν. στερήσει τοῦ ˉα. τὸ μὴ λύσιν εὑρίσκειν τῶν κακῶν. ἀλύειν καὶ τὸ χαίρειν, παρὰ τὸ αγαν λελύσθαι καὶ διακεχύσθαι. ̓Αλύσσω. ἀλισθαίνω, τὸ ἀδημονῶ. παρὰ τὸ ἀλῶ, τὸ πλανῶ, ἀλύσσω, ὡς ὀρύσσω· ἐξ ου καὶ