γραφή, τὸν λαὸν ἐπιτελέσαι ποιήσας, καὶ ξίφει μὲν ἑλληνικῷ τὴν ζωὴν ἐκεῖνος βιαίως ἀπέθετο, οἱ δὲ τούτου παῖδες αἰχμά λωτοι εἰς Βαβυλῶνα ἀπήχθησαν καὶ πρὸς δουλείαν ἐξεδόθη σαν πολυχρόνιον Ἕλλησι, πῶς ἐπὶ τούτοις οὐκ ἂν εἴποιεν ἀλη θεύοντες Ἕλληνες, ὅτι ἀνθ' ὧν εἰς τὰ σεβάσματα αὐτῶν ἐπλημ μέλησεν ἡ οὕτως αὐτῷ πικρὰ συνήντησεν ἔκβασις; Ποῦ δὲ καὶ εὑρήσομεν αὐτὸν ἀμοιβὰς τοσούτων κατορθωμάτων δεξάμενον; Καὶ πρὸς ποῖον τῶν ἔπειτα ὄφελος αἱ μετὰ τοσούτων κατορ θωμάτων μέγεθος τοῖς περὶ τὸν Ἰωσίαν συναντήσασαι συμ φοραὶ γραφῇ παρεδόθησαν; Ἀπόκρισις. Ὁ καιρὸς τῆς ἀμοιβῆς τῶν ἐν εὐσεβείᾳ μετ' ἀρετῆς κατορ θωσάντων οὐχ ὁ παρών ἐστιν ἀλλ' ὁ μέλλων, καθ' ὃν αἱ ἀμοι βαὶ ἀναφαίρετοι εἰς ἀεὶ προσμένουσι τοῖς ἐκδεχομένοις αὐτάς. Ὀδυνηρὸν δὲ τέλος ἐδέξατο τῆς ζωῆς Ἰωσίας, διὰ τὸ παρα κοῦσαι αὐτὸν τοῦ προστάγματος Ἱερεμίου εἰρηκότος αὐτῷ ἐκ προστάγματος θεοῦ μὴ ἐξελθεῖν εἰς συνάντησιν τοῦ βασιλέως Aἰγύπτου εἰς πόλεμον, καθώς φησιν ὁ Ἱερεμίας. Ἵνα οὖν καθαρὸν αὐτὸν ἁμαρτημάτων παραλάβῃ ἐκ τοῦ βίου ὁ δεσπό της θεός, διὰ τοῦτο συνεχώρησεν ἑλληνικῷ ξίφει δίκας δοῦναι ταύτης τῆς παρακοῆς, πρὸς τὴν διδασκαλίαν τῶν ἑξῆς ἀν θρώπων, τοῦ τε μὴ ἀπειθεῖν τοῖς προφήταις καὶ τοῦ Eἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἁμαρτωλὸς καὶ ἀσεβὴς ποῦ φανεῖ ται; Oἱ δὲ υἱοὶ τοῦ Ἰωσίου εἰ μεινάντων αὐτῶν ἐν τῇ εὐσεβείᾳ τοῦ πατρὸς αὐτῶν αἰχμάλωτοι ἐγένοντο, εἶχεν ἂν χώραν ὁ τῶν Ἑλλήνων λόγος, ὅτι ἀνθ' ὧν ἐπλημμέλησεν ὁ Ἰωσίας εἰς τὰ τῶν εἰδώλων σεβάσματα οἱ υἱοὶ αὐτοῦ αἰχμάλωτοι ἐγένοντο· εἰ δὲ ἀπέστησαν μὲν τῆς εὐσεβείας τοῦ πατρὸς αὐτῶν, ἀνέλαβον δὲ τῶν εἰδώλων τὴν λατρείαν καὶ εἰδωλολατροῦντες ᾐχμαλω τίσθησαν, προδήλως ψευδὴς ὁ λόγος τῶν Ἑλλήνων. Ἐρώτησις π. Eἰ μακροθυμεῖν ἡμᾶς πρὸς πάντας ἡ γραφὴ διδάσκει, πῶς οὐκ ἔπταισεν Ἐλισσαῖος, θανατώσας δι' ἀρᾶς τοὺς ὑβρίσαν τας αὐτὸν παῖδας καὶ μάλιστα βρέφεσιν ἀπειροκάκοις μνησι κακήσας, καὶ τὸν διὰ τῶν θηρίων αὐτοῖς ἀντὶ ψιλῆς τῆς εἰς αὐτὸν ὕβρεως ἐπήγαγε θάνατον; Ἀπόκρισις. Ὅτε διὰ τῆς μακροθυμίας τῶν ὑβριζομένων οὐ γίνεται ἡ διόρθωσις, τότε ἡ ἀποτομία τῆς μακροθυμίας τοῖς ἀδιορθώ τοις μάλιστά ἐστι χρησιμωτέρα. Oὐ χρὴ οὖν διαβάλλειν τὸν προφήτην ἐπὶ τῇ ἀποτομίᾳ. Eὑρηκὼς γὰρ τὴν μακροθυμίαν μὴ παρέχουσαν τοῖς ἁμαρτάνουσι τῆς ἁμαρτίας τὴν αἴσθησιν, καὶ ἐπειδὴ τὰς φωνὰς ταύτας, ἃς ἀτιμάζοντες τὸν προφήτην ἔλεγον οἱ παῖδες, παρὰ τῶν γονέων αὐτῶν ἐδιδάχθησαν ἀεὶ πρὸς τοὺς προφήτας ἀπεχθῶς ἐσχηκότων (τὸ γὰρ Ἀνάβαινε φαλακρέ! πρὸς διασυρμὸν ἔλεγον τῆς τοῦ Ἡλία ἀναλήψεως, ὡς ἂν εἰ τοῦτο λέγοντες· Λαμβανέτω καί σε πνεῦμα καὶ ·ι ψάτω σε εἰς ὄρος ἄβατον ὡς κἀκεῖνον ἔῤῥιψεν, ἵν' ἀπαλλαγῶ μεν καὶ σοῦ ὡς κἀκείνου ἀπηλλάγημεν!), διὰ τοῦτο τῇ ἀναιρέσει