1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

34

ῥητάς τινας γυναῖκας ὠνήσασθαι θέλοντες, ἃς τὸ τάχος οἱ βάρβαροι τῶν νηῶν ἐξενεγκόντες ἀπέδοντο, πολὺ χρυσίον ὑπὲρ αὐτῶν κομισάμενοι. 67.6 ἐκεῖθεν δὲ πάλιν ἀναχθέντες κατήραμεν περὶ τὰ τέλη τῆς νήσου τῆς καλουμένης Παλλήνης· 67.7 καί τι μικρὸν ἐκεῖσε καθησυχάσαντες, τοῦ πνεύματος ἐπιτηδείου ὑπάρχοντος καὶ αὖθις πρὸς ἑσπέραν ἐσπάσθησαν τὰ ἱστία, ἃ καὶ διαπρησθέντα τῇ σφοδροτάτῃ ῥύμῃ τοῦ πνεύματος ἦγον ἡμᾶς φερομένους βιαίως, ἕως τῆς ἐφεξῆς κατ' ἀρχὰς ἡμέρας εὑρέθημεν εἴς τινα τόπον ∆ιαδρόμους παρὰ τῶν ναυτιλλομένων ὀνομαζόμενον, δύο μὲν ἔχοντα νήσους ἀμφιμήκεις ἐξ ἐναντίας ἀλλήλων, μέσον δὲ τούτων ποταμοῦ δίκην τὴν θάλασσαν παραθέουσαν καὶ τὰς νήσους ὡς ἀπὸ σταδίου καὶ μόνον ἐξ ἀλλήλων διείργουσαν. 67.8 ἔνθα δὴ καὶ γενόμενοι νηός τινος δυστυχοῦς σίτου πεφορτισμένης περιετύχομεν, καὶ οὕτως ἀθρόον ὡς μηδὲ δυνηθῆναι τῷ αἰφνιδίῳ τῆς συμβάσεως τοὺς ἐν αὐτῇ σωτηρίας ἐχόμενόν τι προεξευρεῖν. 67.9 εἰ γὰρ καὶ ἔδοξαν πρὸς τὴν παρακειμένην νῆσον τὴν ναῦν ἐποκεῖλαι καὶ πρὸς φυγὴν ἐκτραπῆναι, ἀλλ' οὐδὲν ἐκ τούτου ἀπώναντο· 67.10 θᾶττον γὰρ αὐτοὺς ἐξελθόντες οἱ βάρβαροι συνελέξαντο καὶ χωρὶς ἑνὸς μόνου πάντας πρὸς θάνατον ὑπηγάγοντο. 67.11 ἐκεῖθεν δὲ πάλιν ἀπάραντες ἐπὶ δυσὶ νυχθημέροις τὴν μεγάλην νῆσον παρεπλέομεν τῆς Εὐβοίας, καὶ κατὰ τοῦ βορειοτέρου ταύτης πελάγους ἰθύναντες τὰ ἱστία, τὰ παρὰ πόδας τῆς Ἄνδρου μετά τινος σφοδροτάτου ῥοιζήματος κατελάβομεν. 67.12 οὐ γὰρ ἐποιούμεθα κατ' εὐθεῖαν τὸν πλοῦν, οὐδὲ κατά τινος ὡρισμένου τόπου, ἀλλ' ὡς ἂν ἔδοξε τοῖς τῶν νηῶν ἀρχηγοῖς, τῇδε κἀκεῖσε τὰς μεταβάσεις καὶ ἀντιστροφὰς ἐποιούμεθα. 67.13 καὶ γὰρ ἐδεδίησαν μή που τύχοι παρὼν ὁ τῶν Ῥωμαίων στόλος καὶ λάθοι κατ' αὐτῶν ἐπίνοιάν τινα μοχθηρὰν ἐργασάμενος. 67.14 διὰ τοῦτο ἄλλοτε ἄλλας νήσους καθάπερ τινὲς πλανῆται περιηρχόμεθα. 68.1 Οὕτω δὲ φερόμενοι κατηντήσαμεν εἴς τινα νῆσον Πάτμον καλουμένην· ἔνθα δὴ καὶ προσεμείναμεν ἓξ ἡμέρας, παντὸς χαλεποῦ πεῖραν ἐν αὐτῇ καθυπομένοντες. 68.2 ἀνύδρου γὰρ ὄντος τοῦ τόπου ἐληΐζετο τοὺς αἰχμαλώτους ἡ δίψα. 68.3 οὐ γὰρ ἐδίδοτο ἡμῖν ὕδωρ ὅσον πρὸς σύστασιν τῆς ζωῆς ἐπήρκει, ἀλλ' ὅσον ἐμβραδύνειν ἐποίει καίπερ παρόντα τὸν θάνατον· 68.4 οὗπερ ὁ μετέχων, εἰ μὴ τὴν ὄσφρησιν κατὰ τὴν γεῦσιν ἐπεῖχεν ὡς μὴ κατ' ἀρχὰς τῆς αὐτοῦ δυσωδίας ἐπαισθανθῆναι, οὐδ' ὅλως τούτου παρεχωρεῖτο μεταλαβεῖν, τῆς φύσεως ἀνιωμένης καὶ εἰ μόνον ἀπιδεῖν ἠβουλήθη τοῦτο, καὶ πρὸ τῆς πείρας τῆς καταπόσεως. 68.5 ἡ τροφὴ δὲ ἡμῶν ἄρτου τρύφος ἦν μόνον, καὶ τοῦτο διεφθορός, κατάλυσιν μᾶλλον ἢ σύστασιν τοῖς μετέχουσιν ἐργαζόμενον. 68.6 ἃ γὰρ ἔτυχον λαβόντες οἴκοθεν πρὸ πολλῶν ἡμερῶν πρὸς χρείαν ἑαυτῶν οἱ πολέμιοι, ταῦτα περιττεύσαντα καὶ πρὸς τελείαν σηπεδόνα χωρήσαντα, καὶ οἷς οὐκ ἄν τι τῶν ἀλόγων ἐδυνήθη κἂν ἀπιδεῖν, εἰς μετάληψιν ἡμῖν προσεφέροντο, ἀφάτου μὲν δυσωδίας καὶ ἀηδίας πλήρη, μεστὴν δὲ σκωλήκων καὶ πολλῇ σαπρίᾳ συμπεφυρμένην, πρός τε τὴν ἕξιν τῶν σωμάτων παντελῶς ἀνενέργητον 68.7 καὶ γὰρ ἦν εἰκάσαι πλῆθος ἄπειρον ἐκ τούτων ἐφ' ἑκάστης τῆς ἡμέρας τῷ θανάτῳ συνελαυνόμενον, πάρεργον τῆς δίψης καὶ τοῦ λιμοῦ, τά τε σώματα τῶν θνησκόντων ἀκοντιζόμενα τῆς νηὸς ἐπὶ θάλασσαν καὶ μέχρι πολλοῦ τοῖς κύμασιν ἐπισπαίροντα, καὶ τούτων μάλιστα τὰ δείλαια βρέφη τῷ ἀτελεῖ τῆς φύσεως πλείω τῶν ἄλλων τῶν ἀλγεινῶν ἐμφορούμενα, τοὺς ζῶντας δὲ πάλιν οὐ πόρρω τῶν προκειμένων ὑπάρχοντας, ἀλλὰ πρὸς τὸ ὅμοιον βλέποντας πέρας. 68.8 ἐξ ὧν ἁπάντων μᾶλλον ἡμεῖς, ὅσοι ταῖς στρέβλαις ἦμεν πεπεδημένοι, πλείοσι βασάνοις προσεπαλαίομεν. 68.9 καὶ γὰρ θυλάκων ἀψύχων δίκην ταῖς σελίσιν ἀλλήλοις ἐπικαθήμενοι, καὶ τοῖς ξύλοις, οἷς ἐνηρτήμεθα, τιτρωσκόμενοί τε καὶ συνθλιβόμενοι, ἀνεκδιήγητόν τινα καὶ ἄρρητον ὑφιστάμεθα τὴν ἀνάγκην, οὐδ' ὁπωσοῦν συστραφῆναι ἤ τινος ἑαυτοῖς μεταδοῦναι σχολῆς συγχωρούμενοι, ἀλλ' ἢ μόνον τὰς κεφαλὰς ὑψοῦντες μικρόν, εἴ