1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

34

μὲν οἱ Ἕλληνες· οἱ δέ γε Ῥωμαῖοι τὸν ∆ιόνυσον Βακχευτὴν τοῦ Κιθαιρῶνός φασιν, οἱονεὶ βακχευτὴν καὶ ἀνατρέχοντα ἀνὰ τὸν οὐρανόν, ὃν ἐκ τῆς τῶν ἑπτὰ συμφωνίας ἀστέρων Κιθάρωνα ὠνόμασαν· ὅθεν Ἑρμῆς κιθάραν δίδωσι μυστικῶς τῷ Ἀπόλλωνι, οἷον ὁ λόγος τῷ ἡλίῳ τὴν τοῦ παντὸς ἁρμονίαν. ἐν ἀπορρήτῳ δὲ τῷ ∆ιονύσῳ τὰ μυστήρια ἐτελεῖτο, διὰ τὸ πᾶσιν ἀπόκρυφον εἶναι τὴν τοῦ ἡλίου πρὸς τὴν τοῦ παντὸς φύσιν κοινωνίαν. καὶ φαλλοὺς ἐν τοῖς ἱεροῖς αὐτοῦ παρελάμβανον, οἱονεὶ τὰ γεννητικὰ ὄργανα, καὶ εἴσοπτρον οἱονεὶ τὸν διαυγῆ οὐρανόν, σφαῖραν δὲ οἱονεὶ τὴν γῆν· ὁ γὰρ Πλάτων ἐν τῷ Τιμαίῳ φησίν· «γῇ μὲν τὸ σφαιρικὸν εἶδος.» διὸ δὴ καὶ ὁ Πυθαγόρας ἐν ταῖς δέκα σφαίραις οὕτως καὶ αὐτῇ ψυχὰς ἐνεσπάρθαι φησί. Πυριγενέα δὲ αὐτὸν καὶ Παγκρατῆ ἐν τοῖς ἱεροῖς ἐκάλουν, ὅτι τὴν μὲν φύσιν πυρώδης ἐστὶν ὁ ἥλιος, τοῦ δὲ παντὸς ἐπάρχει καὶ κρατεῖ. καὶ πάνθηρα δὲ παρ' αὐτοῦ τοὔνομα ποιοῦσιν ἀποδεχόμενον, οἱονεὶ τὴν πάνθηρον γῆν ἐξ αὐτοῦ λαμβάνουσαν τὴν ζωοποιὸν καὶ εὐφραντικὴν τροφήν. καὶ Βάκχας αὐτῷ καὶ Νύμφας οἱονεὶ τὰ ὕδατα ποιοῦσι πειθαρχοῦντα, τῇ δὲ τοῦ ἡλίου κινήσει ἡ τῶν ὑδάτων φύσις ζωογονεῖται· κύμβαλα δὲ καὶ θύρσους αὐταῖς διδόασι τὸν τῶν ὑδάτων ἦχον· καὶ ὑπὸ Σατύρων ἐλαυνομένας τὰς Μαινάδας, οἷον ὑπὸ τῶν ἀνέμων ὠθουμένης τῆς τῶν ὑδάτων φύσεως βροντὰς καὶ κτύπους ἀποτελεῖσθαι. ∆ιόνυσον δὲ ὡσανεὶ τὸν τοῦ ∆ιὸς νοῦν οἱονεὶ τὴν τοῦ κόσμου ψυχήν· πολλαχοῦ γὰρ εὑρίσκομεν, ὡς ὁ σύμπας κόσμος Ζεὺς ὀνομάζεται διὰ τὸ ἀείζωον καὶ ἀτελεύτητον. Σεμέλης δὲ αὐτὸν ποιοῦσιν υἱόν, ὡς ὑπὸ γῆν κρυπτόμενον καὶ διὰ τοῦ Ἑρμοῦ, τουτέστι τοῦ λόγου, προϊόντα· καὶ τῷ μηρῷ τοῦ ∆ιὸς ἐντρεφόμενον, οἱονεὶ ἐν τοῖς ἀπορρήτοις τοῦ κόσμου λανθάνοντα· καὶ ∆ιθύραμβον καὶ ∆ιμήτορα τὸν δύο προόδους λαχόντα, τὴν μὲν ἀνατολικὴν πρὸς νότον ἐν χειμῶνι, τὴν δὲ βορείαν πρὸς δυσμὰς ἐν τῷ θέρει. καὶ ταῦτα μὲν περὶ ∆ιονύσου. Ἐν δὲ τῇ ἡμέρᾳ τῶν Βακχαναλίων ∆ημόκριτος δύεσθαι τοὺς ἰχθύας λέγει, ὁ δὲ Βάρρων ἀνεμομαχίαν ἔσεσθαι παραδίδωσιν. οὕτως μὲν ἡ παλαιότης περὶ τὰ ∆ιονύσια. 4.52 Ὅτι ἐν τῷ Καπιτωλίῳ ταραχῆς γενομένης ὑπὸ τῶν στασιαστῶν λέγεται τηνικαῦτα ποιμένος ἐπιφανῆναι δόξαντος τῷ τόπῳ καὶ κρίναντος ὡς αὐτὸν συναχθῆναι τὸν δῆμον, συνδραμεῖν δὲ τὸ πλῆθος· κἀκεῖσε πρὸς τοῦ ποιμένος τῶν βαναύσων χωρισθέντων εἰρήνην μὲν τῷ δήμῳ γενέσθαι, αὐτὸν δὲ ἀφανισθῆναι. 4.53 Ὅτι πολλὴ τοῖς θεολόγοις διαφωνὴ περὶ τοῦ παρ' Ἑβραίων τιμωμένου θεοῦ καὶ γέγονε καὶ ἔστιν· Αἰγύπτιοι γὰρ καὶ πρῶτος Ἑρμῆς Ὄσιριν τὸν ὄνταθεολογοῦσιν αὐτόν, περὶ οὗ Πλάτων ἐν Τιμαίῳ λέγει· «τί τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, τί δὲ τὸ γινόμενον, ὂν δὲ οὐδέποτε;» Ἕλληνες δὲ τὸν Ὀρφέως ∆ιόνυσον, ὅτι, ὡς αὐτοί φασι, πρὸς τῷ ἀδύτῳ τοῦ ἐν Ἱεροσολύμοις ναοῦ ἐξ ἑκατέρων σταθμῶν τὸ πρὶν ἄμπελοι ἀπὸ χρυσοῦ πεποιημένοι ἀνέστελλον τὰ παραπετάσματα ἐκ πορφύρας καὶ κόκκου πεποικιλμένα, ἐξ ὧν καὶ ὑπέλαβον ∆ιονύσου εἶναι τὸ ἱερόν· Λίβιος δὲ ἐν τῇ καθόλου Ῥωμαϊκῇ ἱστορίᾳ ἄγνωστον τὸν ἐκεῖ τιμώμενόν φησι· τούτῳ δὲ ἀκολούθως ὁ Λούκανος ἀδήλου θεοῦ τὸν ἐν Ἱεροσολύμοις ναὸν εἶναι λέγει, ὁ δὲ Νουμήνιος ἀκοινώνητον αὐτὸν καὶ πατέρα πάντων τῶν θεῶν εἶναι λέγει, ἀπαξιοῦντα κοινωνεῖν αὐτῷ τῆς τιμῆς τινα· καὶ Ἰουλιανὸς δὲ ὁ βασιλεύς, ὅτε πρὸς Πέρσας ἐστρατεύετο, γράφων Ἰουδαίοις οὕτω φησίν· «ἀνεγείρω γὰρ μετὰ πάσης προθυμίας τὸν ναὸν τοῦ ὑψίστου θεοῦ»· δι' ἣν αἰτίαν καί τινες τῶν ἀπαιδεύτων, ἔτι δὲ καὶ διὰ τὴν περιτομὴν Κρόνον αὐτὸν εἶναι νομίζουσιν· ὑψηλότερος γάρ φασι τῶν πλανήτων ὁ Κρόνος· οὐ συνορῶντες ὅτι ἡ περιτομὴ σύμβολόν ἐστι τοῦ καθαρμοῦ τῆς νοερᾶς ψυχῆς, ὡς τοῖς μυστικοῖς τῶν Ἑβραίων δοκεῖ, ὅτι δὲ οὐ Κρονία τελετὴ ἡ περιτομή· καὶ Ἀράβων οἱ λεγόμενοι Σκηνῖται ἐπὶ τοῦ τρισκαιδεκάτου ἐνιαυτοῦ