συναντήσας αὐτῷ εἴ γε δεξιῶς ἐχρήσατο τοῖς πράγμασιν, εὐκόλως ἂν αὐτὸν ἐν ἀρχῇ τῆς ἀποστασίας κατηγωνίσατο. Καταλαβὼν δὲ εἰς Τραϊανούπολιν ἐκεῖσε τῷ τε ἀδελφῷ συνήντησεν Ἰωάννῃ καὶ τοῖς ἐξ Ἀδριανουπόλεως Φράγκοις τε καὶ Μακεδόσι καὶ τῷ λοιπῷ τὰ αὐτοῦ φρονοῦντι στρατεύματι· ἔνθα καὶ τὰ βασιλικὰ παράσημα περιβάλλεται. Κατασφαλισάμενός τε πάντας ὅρκοις καὶ συνθήκαις φρικταῖς οὕτω τὴν εὐφημίαν ἀπειλήφει μετ' εὐφημίας καὶ δορυφορίας πολλῆς, καὶ οἷα βασιλεὺς τῶν πραγμάτων ἀπάρχεται καὶ τῆς Ἀδριανουπόλεως ἐπιβαίνει σὺν πολλῇ τιμῇ καὶ σεβάσματι, ἐξαισίαν ὑπάντησιν ποιησαμένων αὐτῷ τῶν πολιτῶν διὰ τὸ οἰκείως ἔχειν πρὸς αὐτὸν καὶ θεραπευτικῶς. Ἀντεπεξελθὼν δέ τισιν ὁ πρόεδρος Κωνσταντῖνος ὁ Θεοδωροκάνος τῶν τοῦ Βρυεννίου ἁλίσκεται καὶ πρὸς αὐτὸν αἰχμάλωτος ἄγεται, ἀνὴρ ἔνδοξος καὶ γένους ἐπισημότητι καὶ βίου λαμπρότητι καταφανὴς γινωσκόμενος. Παρωράθη δὲ ὡς εἷς τῶν ἀτίμων καὶ ἀγεννῶν· οὐ μὴν δὲ σωματικὴν τιμωρίαν ὑπέστη, καίτοι γε ἐπίδοξος ἦν ταύτην παθεῖν διὰ προηγησαμένας ἔχθρας καὶ μάχας κεφαλικάς· 174 φυγαδευθεὶς δὲ πρός τινα τῶν μακεδονικῶν πόλεων, μετ' οὐ πολὺ τῷ χρεὼν ἐλειτούργησε. Τὸ δὲ τὰ βασιλικὰ παράσημα ἐν Τραϊανουπόλει περιβαλέσθαι τὸν Βρυέννιον καὶ τὴν εὐφημίαν καὶ τὴν ἀνάρρησιν δέξασθαι οὐκ ἀγαθὸν οἰωνὸν οἱ συνετώτεροι καὶ ἐχέφρονες ἐλογίζοντο. Ἡ γὰρ Τραϊανούπολις αὕτη οὐκ ἐπὶ τῷ ὀνόματι τοῦ βασιλέως Τραϊανοῦ ᾠκοδομήθη ὑπ' ἐκείνου μὲν γὰρ ἐκ καινῆς ᾠκοδόμηται ἐπ' ὀνόματι δὲ τῶν μεγιστάνων τινὸς Γότθου, Τραϊανοῦ καλουμένου, γενναίου τὸ τηνικαῦτα κατά τε χεῖρα καὶ κατὰ ψυχήν, ὃν διά τι πταῖσμα τῶν ὀφθαλμῶν ἐστέρησεν ὁ καῖσαρ Τραϊανός. Ἐπὶ Πέρσας δὲ διιὼν ἐνταῦθα τοῦτον ἐθεάσατο πρῶτον, καὶ περιώδυνος ἐπὶ τῇ θέᾳ γενόμενος , τῶν στρατηγημάτων καὶ τῆς ἀνδρείας ἀναμνησθείς, ἐν αὐτῷ τῷ τόπῳ πόλιν ἐκέλευσε πολίσαι εἰς μνήμην ἄληστον τοῦ ἀνδρός. ∆ιὰ ταῦτα γοῦν οὐκ ἀγαθὸν οἰωνὸν τὸ γεγονὸς οἱ ἐχέφρονες ἐλογίζοντο. Ὅμως γοῦν τὸ ἀποτέλεσμα ὁ Βρυέννιος ἀγνοῶν -τυφλὸν γὰρ τοῦ μέλλοντος ἄνθρωπος-τῶν πραγμάτων ἀντείχετο. Ἐφρόνησε δὲ τὰ αὐτὰ καὶ ἡ Ῥαιδεστὸς συνεργίᾳ τῆς συγγενοῦς αὐτοῦ Βατατζίνης. Οἱ δὲ Ῥαιδεστηνοὶ καὶ κατὰ τοῦ Πανίου ἐξωρμηκότες ἐβιάσαντο καὶ αὐτοὺς ἀναγορεῦσαι τὸν Βρυέννιον. Τιμήσας δὲ τὸν ἑαυτοῦ ἀδελφὸν κουροπαλάτην καὶ τοὺς ἄλλους ἅπαντας ἀναλόγως καὶ ἀξίως τῆς ἰδίας καταστάσεως, φοβερὸς πρὸς τὴν βασιλίδα δι' ἀποστολῆς τοῦ ἰδίου ἀδελφοῦ φανῆναι ἐνόμισε. Παραδοὺς γὰρ αὐτῷ στρατὸν οὐκ ὀλίγον ἐν ἐλπίσιν ἦν ὡς, ἐπείπερ οἱ πολῖται τὸν βασιλέα καὶ τὸν λογοθέτην δι' ὀργῆς καὶ μίσους οὐκ ἀγεννῶς ἔχουσι, προσέξουσί τε αὐτῷ καὶ προσδέξονται σὺν ὁμολογίαις ἐντός, καὶ οὕτως ἀδεῶς ἐπιφοιτήσει καὶ αὐτὸς ἐν ἑτοιμασίᾳ βασιλικῇ. Ἀλλὰ πολὺ διήμαρτε τοῦ σκοποῦ. Εἰ γὰρ καὶ τὴν Ἡράκλειαν ἐδῄωσε καὶ πολλοὺς ἀνεῖλε τῶν ἐν αὐτῇ ὑποχωρήσαντος 175 ἔναγχος τοῦ προέδρου Ἀλεξίου τοῦ Κομνηνοῦ, ὃς ἐν Σηλυβρίᾳ ἐφήδρευεν, ἀλλ' ὅμως οἱ τὴν βασιλίδα οἰκοῦντες οὐδαμῶς πρὸς τὴν ἐπιφοίτησιν τῆς τοῦ Βρυεννίου στρατιᾶς κατεπλάγησαν· παραγενόμενοι γὰρ ἠκροβολίσαντο κατὰ τὸ τεῖχος τῶν Βλαχερνῶν , καὶ ἀποκρουσθέντες ἐπεραιώθησαν τὴν τοῦ ἁγίου Παντελεήμονος γέφυραν καὶ τὰ ἐκεῖσε πάντα πυρὶ κατελυμήναντο, καὶ οὐδὲν ἄξιον λόγου πεπραχότες ὑπέστρεψαν ἐκεῖθεν. Αὐτὸς δὲ δύο τάγματα λαβὼν τῷ Ἀθύρᾳ ἐπιφοιτᾷ, τὴν δὲ λοιπὴν στρατιὰν εἰς παραχειμασίαν ἀπέστειλεν. Ἐν τοσούτῳ δὲ κακῶν γενόμενος ὁ βασιλεὺς μόλις εἰς μνήμην ἧκε τοῦ Ῥουσελίου, φυλακῇ καὶ δεσμοῖς καὶ ἔτι συνεχομένου καὶ τῷ Βοτανειάτῃ αὐτομολῆσαι ἐπιχειρήσαντος. Ἐξαγαγὼν οὖν αὐτὸν τῆς φυλακῆς καὶ πάσης ἀξιώσας τιμῆς καὶ ἀνέσεως, καὶ πολλοῖς ἐπαγωγοῖς καὶ θελκτηρίοις πρὸς αὐτὸν χρησάμενος ῥήμασιν, εἰς τὴν κατὰ τοῦ Βρυεννίου παράταξιν διηρέθισε καὶ ἀπὸ τῶν τειχῶν τοῖς σὺν τῷ Βρυεννίῳ Φράγκοις διαλεχθῆναι παρέπεισεν. Ὡς δ' οὐκ ἔπεισεν, ὁ Ῥουσέλιος ἐπιστρατεύει τῷ ἀδελφῷ τοῦ Βρυεννίου ἐν τῷ Ἀθύρᾳ