βούλεσθαι τὸν λαὸν φυγόντα καταλιπεῖν, ἄγε δή, ἔφησεν, ὦ βασιλεῦ, ἕπου μοι προπορευομένῳ καὶ τὴν ὁδόν σοι εὐρύνοντι. ὡς δ' ὁ μὲν Μανουὴλ ἐξῄει, ὁ βασιλεὺς δὲ κατεπτηχὼς οὐχ εἵπετο, πάλιν ἐκ δευτέρου ὑποστρέψαι ἠναγκάσθη. ὡς δὲ καὶ πάλιν ἠστόχησε, τὸ τρίτον ἐπιστραφεὶς θάνατον ἠπείλησεν, εἰ μὴ ἕποιτο, καὶ οὕτως ὀψὲ καὶ μόλις τοῦ κινδύνου διέσωσε. διὸ τιμαῖς τε τοῦτον ἀνταξίοις ἐδεξιοῦτο καὶ δωρεαῖς ἐθεράπευεν, εὐεργέτην καὶ σωτῆρα ἀποκαλῶν. Theoph.19 Ἀλλ' ὁ φθόνος ἴσχυσε κατὰ τοῦ τοιούτου ἀνδρός, καὶ εἰς καθοσίωσιν ἐκ λοιδορίας κατεγκληθεὶς καὶ κίνδυνον οὐ μικρὸν ἑαυτῷ ἐπηρτημένον κατανοήσας καὶ διά τινος τῶν πιστοτάτων πληροφορηθείς, δούλου μὲν γεγονότος αὐτοῦ, οἰνοχοοῦντος δὲ τότε τῷ Θεοφίλῳ, ὡς μέλλοι τοῦτον ἀποτυφλοῦν, ἀποστασίαν τολμᾷ καὶ πρὸς Ἀγαρηνοὺς μετατίθεται, μέγας παρ' αὐτοῖς καὶ ὀφθεὶς καὶ μεγίσταις τιμαῖς γεραιρόμενος. στρατόν τε γὰρ ἐνεπιστεύθη πολὺν καὶ κατὰ τῶν γειτονούντων ἐχθρῶν, οἳ οὕτω δὴ Κορμάτοι καλοῦνται, ἐπέμφθη. ὃς μηδένα ἕτερον ἕπεσθαί οἱ θελήσας, ἀλλ' ἢ μόνον τοὺς ἐν φυλακαῖς καθειργμένους Ῥωμαίους αὐτῷ συστρατεύεσθαι, νίκας μεγίστας καὶ καλλίστας ἠνέγκατο, ὡς καὶ αὐτὸ τὸ λεγόμενον Χωροσᾶν ἐκπολιορκῆσαι. οὐ γὰρ μόνον τὸ κατ' ἀνδρείαν διάφορον ἐξέπληξε τοὺς ἐναντίους, ἀλλὰ καὶ ἡ τῆς διαλέκτου παραλλαγὴ καὶ ἡ τῶν σχημάτων μεταβολὴ καὶ ἡ τοῦ πολέμου παράδοξος ἐξαλλαγὴ εἰς δειλίαν οὐ τὴν τυχοῦσαν συνήλασε τοὺς πολεμίους. καὶ οὐ κατὰ τῶν ἐχθρῶν οὗτος ὤφθη γενναῖος, ἀλλὰ καὶ θηρίων ἀγρίων πημαινομένων τὴν χώραν ἠνδρίσατο. καὶ μεγάλων αἴτιος αὐτοῖς καλῶν γεγονὼς αὐτῷ τε ἠγαπήθη διαφερόντως τῷ ἄρχοντι τῶν Σαρακηνῶν καὶ τῇ γερουσίᾳ αὐτοῦ. ταῦτα μανθάνων ὁ Θεόφιλος, ὡς εἰκός, ἠνιᾶτο καὶ πάντα λίθον ἐκίνει, ὡς ἂν τὸν ἄνδρα μετακαλέσοιτο. διὸ καὶ σταυρὸν καὶ χρυσοβούλλιον διά τινος ἀγύρτου μοναχοῦ ἐκπέμπει τῷ Μανουήλ, ἐκκαλούμενος ἐπαναστρέψαι καὶ πᾶσαν ἀμνηστίαν αὐτῷ κακῶν χαριζόμενος δι' αὐτῶν. ἃ διακομίσας ὁ εἰληφὼς εἰς χεῖρας λαθὼν τίθησι τῷ Μανουήλ. καὶ δεξάμενος οὗτος καὶ οἱονεὶ τὴν ψυχὴν ἐκκαυθείς, ἤδη δὲ καὶ πιστευόμενος ἐκ τῶν προτέρων ἔργων, μηνύει τῷ ἄρχοντι τῶν Σαρακηνῶν, ὡς πόθον τρέφει καὶ κατὰ τῶν Ῥωμαίων στρατεῦσαι καὶ τοὺς ἐχθρούς, οἳ κατεῖπον αὐτοῦ πρὸς τὸν βασιλέα, ἀμύνασθαι, κατὰ τὴν Καππαδοκίαν οἰκοῦντας. συνεκπεμφθῆναι δὲ αὐτῷ ἠξίου καὶ τὸν τούτου υἱὸν εἰ πλείονα τῆς ὑπονοίας ἀναίρεσιν. κατανεύει τοῖς αἰτηθεῖσιν ὁ Ἰσμαὴλ καὶ δίδωσιν αὐτῷ τοῦ ἐκστρατεύειν ἄδειαν. ὡς δ' ἤγγισε τοῖς Ῥωμαίων ὁρίοις, δῆλα ποιεῖ τὰ κατ' αὐτὸν τῷ τῆς Καππαδοκίας στρατηγῷ καὶ τὴν ἐσαῦθις ἐς Ῥωμαίους ἐπάνοδον, καὶ ἅμα ἐδίδασκεν, ὡς χρὴ κατὰ τὸν δεῖνα τόπον λόχον τινὰ καὶ ἐνέδραν γενέσθαι, ἱν' ὅταν ἐκεῖσε, φησί, γένωμαι, τοὺς μὲν τῶν Σαρακηνῶν προδρόμους ἐπ' ἄλλον τινὰ τόπον ἐξελαύνειν ποιήσω, αὐτὸς δὲ πρὸς τὰ Ῥωμαίων ἤθη ἀναδραμοῦμαι. ὃ καὶ γέγονεν. ὡς γὰρ κατὰ τὸ σύνθημα τῷ ὁρισθέντι ἐπλησίαζον τόπῳ, πολλὰ τὸν τοῦ Ἰσμαὴλ υἱὸν κατασπασάμενος σὺ μὲν ὑγιής, ἔφη, ἄπιθι, τέκνον, πρὸς τὸν σὸν πατέρα, ἐγὼ δὲ ἀπελεύσομαι πρὸς τὸν ἐμὸν βασιλέα καὶ κύριον. διασωθεὶς δ' ἐκεῖθεν πρὸς τὴν βασιλεύουσαν ἐντυγχάνει τῷ βασιλεῖ κατὰ τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου ναὸν καὶ μάγιστρος παρ' αὐτοῦ τιμᾶται καὶ σύντεκνος ἔκτοτε χρηματίζει αὐτοῦ. καὶ τὰ μὲν περὶ τοῦ Μανουὴλ ἔσχεν οὕτως. Theoph.20 Θεοδότου δὲ τοῦ Μελισσηνοῦ, ὃν καὶ Κασσιτηρᾶν προσαγορεύεσθαι ὁ λόγος ἐγνώρισεν ἄνωθεν, ἐφ' ἱκανὸν τὸν τῆς Κωνσταντινουπόλεως θρόνον κατεσχηκότος, ἄρτι δὲ καταλύσαντος τὸν βίον, ὁ τοῦ Θεοφίλου παιδαγωγὸς Ἰαννὴς τὸν ἐκείνου διαδέχεται θρόνον, ἆθλον τὴν ἱερωσύνην λαβὼν ἀσεβείας καὶ ἀπιστίας. Theoph.21 Ζητοῦντι δὲ τῷ Θεοφίλῳ λίαν ἐπιστατικῶς περὶ τούτων, οἵτινες ἄρξουσι μετ' αὐτόν, γύναιόν τι ληφθὲν ἐκ τῶν Ἀγαρηνῶν κατά τινα τῶν προηγησαμένων πολέμων, εὐφυῶς ἔχον περὶ τὰς τοιαύτας προρρήσεις, παρέστη τῷ βασιλεῖ. ἤρετο δὴ οὖν ὁ βασιλεύς, ἃ δὴ καὶ ἐβούλετο, καὶ τίνων μακρὰν