τὴν τούτων ἐκδίκησιν, καὶ τοῖς ὀλισθαίνουσιν ἀδυσώπητος καὶ φορτικὸς ἐδόκει, καὶ ἐπαχθὴς τοῖς ἀδιάφορον ἀντλεῖν τὸν βίον ἐθέλουσιν. ἐγὼ δέ φημι, ὡς εἰ μή τις κατὰ ῥοῦν φερομένοις τοῖς πράγμασι βάσκανος νεμεσήσασα τύχη τὸν ἄνδρα τοῦτον ταχὺ τοῦ βίου ἀπήγαγε, μεγίστην ἂν ἡ τῶν Ῥωμαίων ἡγεμονία καὶ οἵαν οὐκ ἄλλοτε εὔκλειαν ἀπηνέγκατο. ἀλλὰ γὰρ ἡ πρόνοια, τὰ σκληρὰ καὶ ὑπέραυχα τῶν ἀνθρώπων ἀποστυγοῦσα φρονήματα, κολούει τε καὶ περιστέλλει καὶ εἰς τὸ μηδὲν συνωθεῖ, οἷς οἶδεν ἀνεφίκτοις κρίμασι πρὸς τὸ συμφέρον τὸ τοῦ βίου πορθμεῖον εὐθύνουσα. θʹ. Ὁ δέ γε Ἰωάννης, ἐπεὶ τὸ τοιοῦτον θεοστυγὲς καὶ ἀνόσιον μῦσος εἰργάσατο, ἐπὶ τὸν λαμπρὸν οἶκον τῆς βασιλικῆς ἑστίας παρελθὼν (Χρυσοτρίκλινον τὸν δόμον κατονομάζουσι), τό τε πέδιλον τὸ ἐρυθρὸν τοῖς ποσὶν ἐνηρμόσατο, καὶ παρὰ τὸν θρόνον κεκάθικε τὸν βασιλικὸν, καὶ περὶ τῶν κοινῶν πραγμάτων ἐφρόντιζεν, ὅπως τούτων ἐγκρατής τε γένοιτο, καὶ μήτις αὑτῷ διαστασιάσοι τῶν ἐξ αἵματος προσηκόντων τῷ αὐτοκράτορι. οἱ δὲ τοῦ Νικηφόρου ὑπασπισταὶ, ὀψέ ποτε τὴν ἀναίρεσιν τούτου ἐνωτισθέντες, ὥρμησαν ἐπαμῦναι αὐτῷ, ὑποτοπάζοντες, ἐν τοῖς ζῶσιν ἔτι περιεῖναι τὸν ἄνδρα, καὶ τὰς σιδηρέας πύλας παντὶ σθένει ἀναμοχλεύειν ἐπειρῶντο. ἀλλὰ ὁ Ἰωάννης τὴν κεφαλὴν ἐνεχθῆναι τοῦ Νικηφόρου ἐνεκελεύσατο, καὶ 91 ταύτην ὑποδειχθῆναι διὰ τρυμαλιᾶς τοῖς ἐκείνου σωματοφύλαξι. παρελθὼν δέ τις, Ἀτζυποθεόδωρος καλούμενος, ἐξέτεμέ τε τὴν κεφαλὴν, καὶ τοῖς στασιάζουσιν ὑπεδείκνυεν. οἱ δὲ, τὸ ἀλλόκοτον καὶ ἄπιστον ἀθρήσαντες θέαμα, τά τε ξίφη τῶν χειρῶν μεθῆκαν, καὶ παλινῳδίαν ᾖσαν, καὶ τὸν Ἰωάννην αὐτοκράτορα Ῥωμαίων ὁμοφώνως ἐκήρυττον. ὁ δὲ τοῦ Νικηφόρου νεκρὸς κατὰ τὸ ὕπαιθρον ἐπὶ τῆς χιόνος πανημέριος ἔκειτο· ἑνδεκάτη ἦν τοῦ ∆εκεμβρίου μηνὸς ἡμέρα, σαββάτῳ· ὃν πρὸς ἑσπέραν βαθεῖαν τῇ ὁσίᾳ παραπεμφθῆναι ὁ Ἰωάννης προσέταξε. θήκῃ οὖν σχεδιασθείσῃ ξυλίνῃ ὡς ἔτυχε περιστείλαντες, μέσον τῶν νυκτῶν λαθραίως εἰς τὸν θεῖον τῶν Ἀποστόλων σηκὸν ἐξεκόμισαν, καὶ κατὰ τὸ ἡρῷον, ἔνθα τὸ τοῦ θείου καὶ ἀοιδίμου Κωνσταντίνου σῶμα κατάκειται, ἐν μιᾷ τῶν βασιλικῶν σορῶν ἐκήδευσαν. ἀλλὰ γὰρ οὐκ ἐπενύσταξεν ἡ δίκη τῇ μιαιφονίᾳ τῶν ἀλαστόρων ἐκείνων ἀνδρῶν, μετῆλθε δὲ πάντας ποινηλατοῦσα μετέπειτα, καὶ δημευθέντες, κατὰ τὰ ἔσχατα πενητεύσαντες, κακοὶ κακῶς τοῦ ζῇν ἀπηλλάγησαν, ὅσοι τῆς ἐκείνου σφαγῆς αὐτόχειρες ἐξεγένοντο. ἀλλ' ἀποχρώντως γὰρ εἰρῆσθαί μοι δοκεῖ περὶ τῶν πεπραγμένων τῷ αὐτοκράτορι Νικηφόρῳ, καὶ τῆς αὐτοῦ βιοτῆς καὶ καταστροφῆς. τὸ δὲ πέρα τοῦ μετρίου κατατρίβειν τὸν λόγον καὶ κατατείνειν ἐκεῖ, πολυπραγμόνων ἡγοῦμαι τὸ πάθος καὶ τῆς γραφῆς ὑπερβαινόντων τὸ πλήσμιον, οἷς μηδὲ τὸ τυχὸν παρεῖται ἀνεξερεύνητον. δέον οὖν εἶναί μοι δοκεῖ, ταύτην τὴν περὶ ἐκείνου 92 καὶ τῶν αὐτῷ πραχθέντων διήγησιν περιστείλαντα, καὶ περὶ τῶν τῷ Ἰωάννῃ πραχθέντων, ὃς κατ' ἐπίκλησιν Τζιμισκῆς ἐκαλεῖτο (τοῦτο δὲ τὸ τῆς Ἀρμενίων διαλέκτου πρόσρημα ὂν, εἰς τὴν Ἑλλάδα μεθερμηνευόμενον μουζακίτζην δηλοῖ· βραχύτατος γὰρ τὴν ἡλικίαν τελῶν ἐπωνυμίαν ταύτην ἐκτήσατο), κατὰ τὸ ἐνὸν ἐξειπεῖν, ὡς ἂν μὴ λήθης βυθοῖς παραῤῥυῇ ἔργα βιωφελῆ καὶ μνήμης ἐπάξια. ΛΕΟΝΤΟΣ ∆ΙΑΚΟΝΟΥ ΙΣΤΟΡΙΑΣ ϛʹ. αʹ. Τοῦ δὲ αὐτοκράτορος Νικηφόρου τὸν τρόπον, ὃν εἴρηταί μοι, ἀναιρεθέντος, τὰς τῆς βασιλείας ἡνίας Ἰωάννης, ὁ κατ' ἐπίκλησιν Τζιμισκῆς, ὑποζώννυται. ἤδη δὲ τετάρτης φυλακῆς τῆς νυκτὸς ἀρχομένης, ἑβδόμης ἡμέρας διαφανούσης, ἑνδεκάτης