προστιθέασί τινες καὶ ἕκτην τὴν προσεκτικήν, οἷον λέγει ἄνθρωπος «ἐγὼ ἐνόησα, ἐγὼ διενοήθην, ἐγὼ ἐδόξασα». τούτῳ τῷ μέρει προστιθέασι καὶ τὰς ἐνεργείας τῶν αἰσθήσεων. ∆εῖ εἰδέναι ὡς οὐδὲν ἄλλο ἐστὶ φαντασία ἢ μικρὰ αἴσθησις, ὡς καὶ ἡ αἴσθησις σφοδρὰ φαντασία. Ὁ νοῦς ὅτε ὀργάνῳ κέχρηται τῷ σώματι, περὶ τὰ κατὰ μέρος ἐνεργεῖ, ὅτε δὲ μή, περὶ τὰ καθόλου ἐνδιατρίβει. ∆ιττὸν τὸ αἰσθητόν· τὸ μὲν δυνάμει, τὸ δὲ ἐνεργείᾳ. διττὴ δὲ ὁμοίως καὶ ἡ αἴσθησις. ἐπὶ τῆς κατ' ἐνέργειαν αἰσθήσεως ἡ σχέσις ἄκουσις λέγεται, ἡ δὲ σχέσις τοῦ κατ' ἐνέργειαν αἰσθητοῦ ψόφησις. ἐπὶ τῆς ὁράσεως ἡ ἐπὶ τῇ ἐνεργείᾳ σχέσις ὅρασις λέγεται, ἡ δὲ τοῦ ὁρατοῦ ὤφειλε λέγεσθαι χρῶσις καὶ οὐ λέγεται, ὥστε αἱ δύο σχέσεις τοῦ τε αἰσθητηρίου καὶ αἰσθητοῦ μόνον τῇ ἀκοῇ φαίνεται. ἡ ἐνεργείᾳ αἴσθησις ἡ αὐτὴ τῷ ἐνεργείᾳ αἰσθητῷ, ἡ δὲ δυνάμει οὐκέτι τῷ δυνάμει αἰσθητῷ. Αἱ ἀκρότητες τῶν αἰσθητῶν φθείρουσι τὴν κατ' ἐνέργειαν αἴσθησιν, ἀλλ' ἡ μὲν ὑπερβολὴ ἀθρόως φθείρει (ἅμα γὰρ ἀντιλάβοιτο, πάσχει ἢ συγκρινομένη ἢ διακρινομένη καὶ φθείρεται), ἡ δὲ ἔνδεια χρόνῳ βλάπτει· οἱ γὰρ ἐν σπηλαίῳ ὄντες ἂν μὴ ἐπὶ πολὺν χρόνον ἴδωσιν τυφλοῦνται, ὡς καὶ οἱ μὴ ἀκούοντες ὁμοίως. Ὅπου κίνησις, καὶ ποίησις, οὐ μὴν καὶ ἀνάπαλιν· ὁ γὰρ θεὸς ποιεῖ ἀκίνητος ὤν. ἡ αὐτὴ κίνησις πρὸς τὸ ποιοῦν ποίησις, πρὸς δὲ τὸ πάσχον πάθησις. Ἀκοή ἐστιν ἡ ἐνέργεια, ἄκουσις ἡ ἀντίληψις, καὶ ψόφος αὐτὸς ὁ κτύπος, τὸ δὲ ἐκ τούτου πάθος ψόφησις. ὡς λέγομεν ψόφησιν, πῶς οὐχὶ καὶ χρῶσιν; διότι ἡ χρῶσις οὐδὲν ἄλλο δηλοῖ εἰ μὴ τὸ χρωσθὲν σῶμα ἐκ τοῦ ἔχοντος ἄλλο χρῶμα, ὥστε οὐκ ἐξ αὐτοῦ τοῦ ὑποκειμένου ἐστίν· ἡ δὲ ψόφησις ἐξ αὐτοῦ. πῶς οὐ λέγομεν χύμωσιν ἐκ τοῦ ὑποκειμένου τῇ γεύσει, ὡς λέγομεν γεῦσιν; ἡ χύμωσις μαγειρικόν ἐστιν, διὸ ἐπὶ φυσικῶν οὐκ εἴρηται. 64 Ἐπεὶ αἱ ὑπερβολαὶ φθείρουσι τὰς αἰσθήσεις, ἥλιος, βροντή, Χαρώνια πνεύματα, δηλητήρια, πῦρ ἢ χιών, ἐπενοήθησαν τέχναι τούτων συνδετικαί, ὄψει ζωγραφία, ἀκοῇ μουσική, ὀσφρήσει μυρεψική, γεύσει μαγειρική, ἁφῇ λουτρὸν καὶ ὑφαντική. Ὅτι ἔστι κοινὴ αἴσθησις, δείκνυσιν οὕτως Ἀριστοτέλης. ἐπεὶ οὐ <μόνον> ἴσμεν τὰ ὁμοειδῆ ὡς λευκὸν καὶ μέλαν, ἀλλὰ καὶ τὰ ἀνομοιοειδῆ ὡς λευκὸν καὶ γλυκὺ καὶ λευκὸν ἵππον, καὶ δύναται εἶναι <τῶν> δύο αἰσθήσεων οὔ, ἄλλη τις τῶν πέντε διακεκριμένη οὔ (οὐ γάρ εἰσιν ἓξ αἰσθήσεις), κοινὴ ἄρα. αὕτη δὲ σῶμα οὔ· οὐ γὰρ μεριστῶς ἐνεργεῖ, ἐν ταὐτῷ γὰρ κρίνει λευκὸν καὶ μέλαν. πάλιν πᾶν σῶμα ἁπτόμενον δρᾷ, αὕτη οὐ δρᾷ. ἔτι καὶ οὐκ ἐν χρόνῳ γινώσκει. ἄλλως καὶ ταὐτῷ οἶδε τὴν διαφορὰν γλυκέος λευκοῦ. Ἡ κοινὴ αἴσθησις μία μὲν τῷ ὑποκειμένῳ, πολλαὶ δὲ τῇ σχέσει κατὰ Ἀριστοτέλην· ὡς ἀπὸ κοινῆς γὰρ πηγῆς τῆς κοινῆς αἰσθήσεως προ{σ}έρχονται ἄλλαι αἰσθήσεις κατὰ μέρος, ὥσπερ τὸ κέντρον τοῦ κύκλου καθ' αὑτὸ μὲν ἕν, ὅτι δέ ἐστιν ἀρχὴ εὐθειῶν πρὸς τὸν κύκλον ἐκβαλλομένων πρὸς τὸν κύκλον πολλά. ἔτι ὑλικῶς οὐχ ἅμα τὰ ἐναντία ἀντιλαμβάνεται ἡ κοινὴ αἴσθησις, κριτικῶς δὲ ἅμα, ἐπεὶ καὶ αἱ ἐναντίαι δόξαι οὐ περὶ ἐναντίων, ἀλλ' εἰς τὸ αὐτὸ τὰ ἐναντία δοξάζουσαι, ὡς τὸ λευκὸν διακρίνει καὶ οὐ συγκρίνει. ∆ιαφέρει αἴσθησις διανοίας, ὅτι ὁ νοῦς ἐν μόνῳ τῷ ἀνθρώπῳ, ἡ δὲ αἴσθησις <ἐν> πᾶσι τοῖς ζῴοις. καὶ ἡ αἴσθησις οὐ ταχέως ἀπατᾶται, ἀλλ' ἡ διάνοια κατὰ δύο τρόπους, ὅτι ἡ αἴσθησις περὶ φανερὰ καταγίνεται, ἡ διάνοια περὶ κρυπτά, ἡ αἴσθησις ἀχρόνως προσβάλλει, ἡ διάνοια διὰ μέσων προτάσεων ἐξ ὧν ἀπατᾶται. Ἡ φαντασία διαφέρει τούτων ὅτι μέση ἐστίν, αὗται δὲ παρ' ἑκάτερα. καὶ ἄρχεται μὲν ἡ φαντασία ἀπὸ αἰσθήσεως, δίδωσι δὲ τῇ διανοίᾳ τὰς ἀρχάς· ἄνευ γὰρ φαντασίας οὐ δύναται ἡ διάνοια ἐνεργῆσαι. τούτῳ διαφέρει αἴσθησις φαντασίας ** ὅτι φαντασθῆναι μὲν ὅτε θέλομεν δυνάμεθα τραγέλαφον, ἱπποκένταυρον καὶ λοιπά, δοξάσαι δὲ οὔ. τὸ δὶς [γὰρ] δύο 65