ἐξετάσωμεν μηδὲ περὶ τῆς μετ' ἐκεῖνο σκηνῆς, ἀλλὰ λογιζέσθω αὐτῷ ταῦτα θέατρά τε καὶ κυνηγέσια. ὅπου δὲ τὸ ἱλαστήριον καὶ πέριξ τὰ χερουβὶμ καὶ ὁ θυόμενος λόγος καὶ ὁ μελιζόμενος Ἰησοῦς καὶ ἡ τοῦ πνεύματος κάθοδος καὶ ὅσα τῆς χάριτος, τί μὴ ἐνταῦθα φειδὼ περιπεποιήκει τινά, ἀλλ' ἔθνεσιν ἀφῆκε τὸ ἱερὸν ἔδαφος ἄνετον, ἵν' εἰσέλθοιεν εἰς τὴν τοῦ κυρίου κληρονομίαν καὶ χράνειαν αὐτοῦ τὸν ναὸν καὶ τὰ ἄψαυστα τῶν δούλων αὐτοῦ καλλιερήματά τε καὶ θύματα τοῖς σαρκοβόροις ὄρνεσι θεῖεν κατάβρωμα; τούτου δὴ οὔτε κατηγορεῖν ἐν μέτρῳ δεδύνημαι οὔτ', εἴ τις ἀπολογήσαιτο, νοῦν ἔχειν φήσαιμ' ἄν. ἀλλά με ὑπὲρ τούτου, εἰ βούλεσθε, καὶ λαβόντες διαμερίσατε. ὡς ἡδέως γὰρ ἂν ἀποθάνοιμι τὰ θεῖα ζηλοτυπῶν καὶ ἐπὶ τῷ τῶν πολλῶν σκανδάλῳ διαθερμαινόμενος καὶ πυρούμενος. εἰ γὰρ Βαροὺχ ἐκεῖνος ὁ θεῖος οὐκ ἤνεγκε πορθήσεσθαι τὴν Ἱερουσαλὴμ μέλλουσαν, ἀλλά τινα τῶν ἱερῶν κεκλοφὼς ἔστιν ὅπου τῆς γῆς κατέκρυψεν ἀφανῶς, ἣν δὴ καὶ διάβροχον ταῖς τῶν δακρύων ἐπεποιήκει σπονδαῖς, ἐγὼ πῶς ἀνέξομαι αὐτὴν τὴν αἰχμαλωσίαν ἑωρακώς, αὐτὸν ἰδὼν τὸν αἰχμαλωτεύοντα καὶ μήτε τὴν διαθήκην κυρίου ὑφελεῖν δυνάμενος, μὴ τὸ ἱλαστήριον, μηδένα τῶν χερουβίμ, μὴ σπονδεῖον, μὴ θυΐσκον, μὴ τῶν λουτήρων τινά, ἵν' ἔχοιμι τοῦτο τῆς παλαιᾶς εὐδαιμονίας ὑπόμνησιν; ἀλλ' ἀφῄρηταί μοι ὁ πᾶς ὄλβος, περισεσύλημαι, ἠνδραπόδισμαι. δοριάλωτος καὶ πάλιν γέγονα καὶ τῷ Πέρσῃ δορίκτητος· κεκράτηκέ μου πάλιν ὁ Βαβυλώνιος. πρὸς ἑτέραν μετασκευάζομαι γῆν, ἀπάγομαι δουλεύσων ἐν Πέρσαις ἢ τεθνηξόμενος. καὶ τό γε βαρύτατον, ὅτι ἀφικνοῦμαι τὰ τελευταῖα προσευξόμενος τῷ νεῴ. καὶ οὐκ ἔχω ποῖ τράπωμαι, μᾶλλον δὲ ποῖ τραπόμενος τοῦ κυρίου ἰδεῖν τὸ ἁγίασμα. οὕτως ὁ νέος Ναβουχοδονόσορ ἀφεῖλεν αὐτοῦ τὰ γνωρίσματα καὶ αὐτοὺς τοὺς λίθους ἐκεῖθεν μετενεγκών, ἵν' ᾖ ὁ διαβόητος ἐκεῖνος νεὼς εἰς κοινὴν ὕβριν καὶ καταπάτημα. τοῦτο ἄρα σαφέστατα κατεμήνυεν ὁ τῆς μεγάλης τοῦ θεοῦ σοφίας νεώς, ἐνιαχοῦ τῶν μερῶν ἐγκαύματα δεικνὺς ἀφανῶν ἀστραπῶν ἐν διαφόροις τοῖς σχήμασιν· ὁμοῦ τε γὰρ οὗτος κεχειροτόνητο καὶ πῦρ τὴν ἐκκλησίαν διελυμήνατο. τούτων ἐκεῖνα τὰ μεγάλα μηνύματα καὶ γνωρίσματα, τὸ θεῖον ἔδαφος ὑβριζόμενον καὶ τὰ λειτουργικὰ σκεύη ἀτιμαζόμενα καὶ τὰ ἱερὰ ἔπιπλα μολυνόμενα καὶ χραινόμενα. ὧν ἐκεῖνος ἐφ' ἑτέρους τὰς αἰτίας τιθεὶς νῦν ἔγνω καθ' ἑαυτοῦ ταῦτα σκιαγραφούμενα. καὶ οὐκ ἄν ποτε ταῦτα παύσαιντο οὐδὲ ὁ τοῦ κυρίου λήξει θυμός-οὕτω γὰρ εἰπεῖν ἐναργέστερον-πυρούμενος ἐφ' ἑκάστοις τῶν παρ' αὐτοῦ τελουμένων καὶ ἐκκαιόμενος, εἰ μὴ γε κοινῇ ἀναστάντες καταψηφίσεσθε τούτου τὴν τήμερον. εἰ δὲ διακριθείητε, δέος, μὴ ἐφ' ὑμᾶς ἔλθοι τὸ κρῖμα, τοὺς ἐξὸν τὸ δεινὸν ἀνείργειν καὶ τὴν τοῦ θεοῦ σβεννύειν ὀργὴν τῷ μὲν πάροδον πλατεῖαν παρέχοντας, ἐκείνην δὲ ὑπανάπτοντας· τῷ γάρ τοι βασιλεῖ, παρ' ὅσον ἐνῆν, ἀφωσίωται. Ἀλλ' ἐπὶ τὰ πρῶτα ὁ λόγος ἐπανεστράφθω. εἰ μὲν οὖν ἔχοι τις εἰπεῖν, ὡς οὐκ ἀληθῆ ταῦτα, ἀλλὰ λῆρος ἄλλως καὶ λῆρος μακρός, πρὸς τοῦτον ἡμεῖς οὐ διενεξόμεθα· ἀφῄρηται γὰρ καὶ τὰ τοῦ σώματος ὄμματα καὶ τὰ τῆς ψυχῆς. εἰ δ' ἐμφανῆ πάντα ὑπὸ τῷ μεγάλῳ τοῦ ἡλίου φωτί, τί τις ἂν εἰπεῖν ἔχοι πρὸς τὴν καθαίρεσιν ἢ τίς ἀπολογίας τινὶ περὶ τούτου καταλέλειπται πρόφασις; οὐδὲ γὰρ οὐδὲ τοῦτο ἐρεῖν τις δυνήσεται, ὡς δεινὰ μὲν τὰ γεγονότα καὶ πᾶσαν κατηγορίας ὑπερβολὴν ὑπεραίροντα, ἀλλ' ὁ μέγας ἠγνόει πατήρ, αὐτοῦ που γὰρ ἐν γειτόνων ᾤκει σπιθαμῇ μιᾷ καὶ δακτύλοις δυσίν, ἵνα τι καὶ γελοῖον εἴπω, διειργόμενος τοῦ νεώ. καὶ ὑπ' ἐκείνῳ προτρεπομένῳ τε καὶ κελεύοντι καὶ ὁ τὸ λαξευτήριον καὶ ὁ τὴν αξίνην καὶ ὁ τὸν πέλεκυν καὶ ὁ τὸ πτύον καὶ ὁ ἀχθοφόρος, ὁ μὲν διῄρει, ὁ δὲ ἀντώθει, ὁ δὲ τὸν χοῦν ἐξεφόρει, ὁ δὲ μετεκίνει τοὺς θεμελίους, ὁ δὲ ἀπεστρώννυ τὸ ἔδαφος, ὁ δ' ἄλλο τι ποιῶν ἐδείκνυτο. ὁ δὲ ἡμιφανῶς διὰ τῶν κιγκλίδων