ἀμφισβήτησις εἰ δεῖ γενέσθαι κρίσιν, μετάληψις τὸ ζήτημα, ἣν οὕτω διαιρήσεις· τὸ μὲν γὰρ ταύτης ἔγγραφον, τὸ δ' ἄγραφον τυγχάνει. παραγραφὴν τὸ ἔγγραφον ὀνόμαζε τελείαν, ἐκ νόμων ἔχον τὴν ἰσχὺν τοῦ λόγου καὶ τὸ κράτος, τὸ δ' ἄγραφον οὐ νομικόν, οὐ γὰρ προβάλλει νόμον, ἀλλ' ἔστι λογικώτερον· καὶ γὰρ αἱ δύο στάσεις, πραγματική, μετάληψις, ὥσπερ ἡ τέχνη λέγει, τῶν λογικῶν καὶ νομικῶν μέσαι τυγχάνουσί πως, οὐχ ὅλαι, τοῖς δὲ μέρεσι πρὸς ἄμφω τεταγμέναι. Ἑκάστη δὲ τῶν στάσεων τῶν ἀπηριθμημένων καὶ ἰδικοῖς ὀνόμασι καὶ γενικοῖς καλεῖται· καὶ κεφαλαίοις ἰδικοῖς καὶ κοινοῖς τέμνεταί πως, ὧν τὰ μὲν τοῦ διώκοντος τυγχάνουσιν ἰδίως, τὰ δέ εἰσι τοῦ φεύγοντος, τὰ δὲ κοινὰ τῶν δύο. Πάλιν κατ' ἄλλον μερισμὸν τὰ μὲν τῶν ζητημάτων ὡς λόγον γένους ἔχοντα τέμνεταί πως εἰς εἴδη, τὰ δ' εἰσὶ μερικώτατα, τομὴν μὴ δεδεγμένα. Οὗτος ὁ λόγος πέφυκε τῶν ζητημάτων, ἄναξ· ἐντεῦθεν δὲ λεκτέον σοι καὶ περὶ προοιμίων καὶ τῶν λοιπῶν εὑρέσεων τοῦ λόγου καὶ σχημάτων. Ὁ κατὰ τέχνην, δέσποτα, συντεθειμένος λόγος ἔχει καὶ σῶμα καὶ ψυχὴν καὶ κεφαλὴν καὶ πόδας. ψυχὴ μὲν ἡ διάνοια, σῶμα δ' ἐστὶν ἡ λέξις, κεφαλὴ τὰ προοίμια, ἐπίλογος οἱ πόδες. Καὶ πλεῖστοι μὲν τυγχάνουσι τόποι τῶν προοιμίων, ὁ δ' Ἑρμογένης τέσσαρας τεχνογραφεῖ καὶ μόνους. Τὸν ἐκ τῆς ὑπολήψεως προσώπων καὶ πραγμάτων· δεῖ γὰρ πρὸς τὴν ὑπόληψιν τῶν ἀπηριθμημένων συντάττειν τὰ προοίμια καὶ χαίρειν ἢ λυπεῖσθαι. Τὸν ἐκ τῆς διαιρέσεως· οὗτος δ' ἐστὶ τοιοῦτος, ὅταν πραχθέντων, δέσποτα, δυοῖν ἀδικημάτων, ὧν ἕκαστον καὶ κρίνεται, πρὸς δὲ καὶ τιμωρεῖται, μερίζοντες ποιήσωμεν προοίμιον τοιοῦτον· εἰ καὶ δι' ἓν ἀδίκημα οὗτος τιμωρητέος, πόσῳ γε δι' ἀμφότερα τυγχάνει κολαστέος. τοιοῦτον καὶ τὸ δεύτερον, τοιοῦτον καὶ τὸ τρίτον εἶδος τυγχάνει, δέσποτα, τοῦδε τοῦ προοιμίου, τὸ μὲν ἐξ ὑπολήψεως, τὸ τρίτον ἐκ τοῦ χρόνου. Καὶ τρίτον πάλιν τίθησι τῶν προοιμίων τόπον, ὃν οὕτως κατωνόμασεν ὡς ἐκ περιουσίας, ὥσπερ ὅταν κατηγορῶν φόνου τινὸς προσθήσω ὡς ἠδυνάμην γράψασθαι καὶ ἱεροσυλίας, μείζονος ἀδικήματος καὶ χείρονος τοῦ πρώτου. Ἐκ τοῦ καιροῦ δ' ὁ τέταρτος τόπος τῶν προοιμίων, ὅταν ἀξίωσιν ποιῶν γράφῃς ὡς πεπραγμένον τυγχάνει τὸ ζητούμενον ὅσον τοῖς πεπραγμένοις. Ἔστι δὲ πᾶν προοίμιον ἐκ τούτων τῶν τεσσάρων· προτάσεως, κατασκευῆς, ἀξιώσεως τρίτης, καὶ τοῦ τετάρτου βάσεως, ὃ τέλος προοιμίου. Αὐτάρκης δὲ περιβολὴ τυγχάνει προοιμίου διπλασιάσαι ὄνομα, διπλασιάσαι κῶλον. Ὡς δ' ἐπὶ παραδείγματος τὰ τέσσαρα δεικτέον· «μαρτύρων μνήμης τίς ἂν ᾖ φιλομάρτυρι κόρος;» τοῦτο τοῦ λόγου πρότασις, εἶτα καὶ τἆλλα σκόπει· «ἡ γὰρ τοῦ μάρτυρος τιμὴ εὔνοια πρὸς δεσπότην»· κατασκευὴ προτάσεως τοῦτο σαφὴς τυγχάνει. «τῷ λόγῳ τοίνυν τίμησον τὸν μεμαρτυρηκότα»· τοῦτο σαφὴς ἀξίωσις. εἶτα τὴν βάσιν βλέπε· «ὅπως ἂν μάρτυς γένοιο καὶ σὺ τῇ προαιρέσει»· βάσις γὰρ πωνόμασται ὡς ἔσχατόν τι μέρος, ἐν ᾧ καὶ βαίνειν ἔοικε τὸ προοίμιον ὅλον, ἐπεὶ τῆς ἀξιώσεως κατασκευὴ καὶ τοῦτο, ὃ δρῶμεν ἐπιφώνημα τολμᾶν εἰσβεβηκότες, περὶ οὗ σε διδάξομεν τοῦ λόγου προϊόντος. Καὶ τέχνη μέν σοι σύντομος αὕτη τῶν προοιμίων· μέλλων δ' εἰς τὴν διήγησιν τὸν λόγον παρεισάγειν ζήτει τὴν προκατάστασιν, ὁπόθεν ταύτην λάβῃς. ἔστι δὲ τὸ πρεσβύτερον διηγήσεως μέρος, οἷόν τις προδιήγησις τῶν ἀπ' ἀρχῆς εἰς τέλος. ἄτεχνον γὰρ ὡς ἀληθῶς εἰ μὴ προκαταστήσας αὐτῆς τῆς διηγήσεως ἄρξαιο παραυτίκα. ἡ μετοικία τοιγαροῦν ἔχει προκαταστάσεις αἵ τε τῶν νόμων εἰσφοραὶ καὶ λύσεις καὶ τὰ πλείω μέρη τῶν ὑποθέσεων προκαταστάσεις ἔχει. εἰς οἵαν γὰρ διήγησιν πρεσβύτερόν τι λάβῃς, τοῦτό σοι προκατάστασις ἔστω συντεταγμένη. Προκαταστήσας τοιγαροῦν τὴν διήγησιν λέγε. ἡ δὲ πλατεῖά τέ ἐστι τῇ φράσει καὶ ποικίλη· οὐ γὰρ ἐστενοχώρηται μέτρῳ ῥητῷ τοῦ λόγου, ἀλλὰ πλατύνεται πολλοῖς κώλοις καὶ διανοίαις. εἰ βούλει δὲ καὶ τὴν αὐτὴν ἔννοιαν