ἀποκτίννυσθαι αὐτόν, ὡς σκυθρωποῖς καὶ ἀξίοις λύπης ἐπιστήσαντες, μὴ προσχόντες δὲ τῷ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεσθαι αὐτὸν δεηθέντα οὐδὲ χρόνου πλείο νος, «ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου». 13.10 Ἐλθόντων δὲ εἰς Κα περναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέ τρῳ (17, 24[-27]). Εἰσί τινες βασιλεῖς τῆς γῆς καὶ τούτων υἱοί, μὴ διδόντες τέλη ἢ κήνσους, καὶ ἕτεροι παρὰ τοὺς υἱοὺς αὐτῶν ἀλλότριοι τῶν βασιλέων τῆς γῆς, ἀφ' ὧν λαμβάνουσιν οἱ βασιλεῖς τῆς γῆς τέλη ἢ κῆν σον. καί εἰσιν οἱ μὲν υἱοὶ αὐτῶν ἐλεύθεροι παρὰ τοῖς βασιλεῦσι τῆς γῆς ὡς παρὰ πατράσιν <υἱοί>· οἱ δὲ ἀλλότριοι αὐτῶν ὡς μὲν πρὸς τὰ ἔξω γῆς ἐλεύθεροι, ὡς δὲ κατὰ τοὺς δυναστεύοντας αὐτῶν καὶ κα ταδουλουμένους (ὡς «κατεδυνάστευ ον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ἰσραήλ, καὶ κατωδύνων αὐτῶν τὴν ζωήν», καὶ «κατεδουλοῦντο αὐτοὺς μετὰ βίας») δοῦλοι. δι' οὓς δουλεύοντας ἀνάλο γον τῇ δουλείᾳ τῶν Ἑβραίων μόνον «μορφὴν» τοῦ «δούλου» ἀνείληφεν ὁ υἱὸς τοῦ θεοῦ, οὐδὲν ἔργον ποιῶν πήλινον καὶ δοῦλον. ὡς οὖν ἔχων τὴν τοῦ «δούλου» ἐκείνου «μορφήν», τέλος καὶ κῆνσον δίδωσιν οὐχ ἕτερον παρὰ τὸν διδόμενον ὑπὸ τοῦ μαθητοῦ αὐ τοῦ· ὁ γὰρ αὐτὸς ἤρκει στατὴρ καὶ τὸ ἓν νόμισμα διδόμενον ὑπὲρ τοῦ Ἰησοῦ καὶ τοῦ μαθητοῦ αὐτοῦ. τοῦτο δὲ τὸ νόμισμα ἐν μὲν τῇ οἰκίᾳ τοῦ Ἰησοῦ οὐκ ἦν, ἐν δὲ τῇ θαλάσσῃ ἐτύγχανεν, καὶ ἦν ἐν τῷ στόματι τοῦ θαλασσίου ἰχθύος, ὃν καὶ αὐτὸν οἶμαι εὐεργετούμενον ἀναβεβηκέναι ἐν τῷ Πέτρου ἀγκίστρῳ συνειλημ μένον, γενομένου ἁλιέως «ἀνθρώ πων», ἐν οἷς ἦν ὁ τροπικῶς λεγόμε νος ἰχθύς, ἵνα καὶ ἀπαρθῇ ἀπ' αὐ τοῦ <τὸ> ἔχον τὴν εἰκόνα «Καίσαρος» νόμισμα, καὶ γένηται ἐν οἷς οἱ ἁλιευόμενοι ὑπὸ τῶν μεμαθηκότων ἀνθρώπους ἁλιεύειν. ὁ μὲν οὖν ἔχων «τὰ Καίσαρος» ἀπο διδότω αὐτὰ τῷ «Καίσαρι», ἵνα μετὰ τοῦτο ἀποδιδόναι δυνηθῇ «τὰ τοῦ θεοῦ τῷ θεῷ». ἐπεὶ δὲ Ἰησοῦς, εἰκὼν ὢν «τοῦ θεοῦ τοῦ ἀοράτου», οὐκ εἶχε τὴν εἰκόνα τοῦ «Καίσαρος» (ὁ γὰρ «ἄρχων τοῦ αἰῶνος τούτου οὐ δὲν» εἶχεν ἐν αὐτῷ), διὰ τοῦτο <οὐκ ἀπὸ ἰδίου, ἀλλ'> ἀπὸ οἰκείου τόπου τῆς θαλάσσης τὴν εἰκόνα «Καίσα ρος» λαμβάνει, ἵνα δῷ τοῖς τῆς γῆς βασιλεῦσιν ἀντὶ αὐτοῦ καὶ τοῦ μα θητοῦ αὐτοῦ, ἵνα μηδὲ ὑπολαμβά νωσιν οἱ τὰ δίδραχμα λαμβά νοντες ὀφειλέτην αὐτῶν εἶναι καὶ τῶν βασιλέων τῆς γῆς τὸν Ἰησοῦν· ἀπέδωκε γὰρ τὴν ὀφειλήν, οὐκ ἀνα λαβὼν αὐτὴν οὐδὲ κεκτημένος οὐδὲ πορίσας οὐδὲ ἴδιόν ποτε ποιήσας αὐτὴν κτῆμα, ἵνα μηδέποτε ἡ «Καί σαρος» εἰκὼν ᾖ παρὰ τῇ εἰκόνι «τοῦ θεοῦ τοῦ ἀοράτου». 13.11 Καὶ κατ' ἄλλον δὲ τρόπον λεχθείη <ἄν>· εἰσὶ τινὲς τῶν βασιλέων τῆς γῆς υἱοὶ καὶ <τινὲς> οὐχ υἱοὶ αὐτῶν, πλὴν υἱοὶ καὶ ἀπολελυμένως υἱοί, ἕτεροι δὲ διὰ τὸ εἶναι ἀλλότριοι τῶν υἱῶν τῶν βασιλέων τῆς γῆς, οὐδε νὸς μὲν τῶν ἐπὶ γῆς υἱοί, αὐτὸ δὲ τοῦτο υἱοί, ἤτοι δὲ τοῦ θεοῦ ἢ τοῦ υἱοῦ αὐτοῦ ἤ τινος τῶν τοῦ θεοῦ. ἐὰν οὖν ὁ σωτὴρ πυνθάνηται τοῦ Πέ τρου λέγων· οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; ἀπὸ τῶν ἰδίων υἱῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων αὐτῶν; εἰπόντος δὲ τοῦ Πέτρου ὅτι οὐκ ἀπὸ τῶν ἰδίων υἱῶν, ἀλλ' ἀπὸ τῶν ἀλλοτρίων αὐτῶν, φησὶν ὁ Ἰη σοῦς περὶ τούτων, οἵτινες ἀλλό τριοί εἰσιν τῶν βασιλέων τῆς γῆς καὶ διὰ τὸ εἶναι ἐλεύθεροι υἱοὶ τυγ χάνουσι, τὸ ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί, οὐκ ἐλεύθεροι γὰρ οἱ υἱοὶ τῶν βασιλέων τῆς γῆς, ἐπεὶ «πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος τῆς ἁμαρ τίας ἐστίν», ἐλεύθεροι δὲ οἱ μείναν τες <ἐν> τῇ ἀληθείᾳ τοῦ λόγου τοῦ θεοῦ καὶ διὰ τοῦτο γνόντες τὴν ἀλή θειαν, ἵνα καὶ ἐλευθερωθῶσιν ἀπ' αὐτῆς. εἴ τις οὖν ἐστιν υἱὸς ἁπλῶς καὶ μὴ τοῦτο ὅλον υἱὸς τῶν βασιλέων τῆς γῆς, ἐκεῖνός ἐστιν ἐλεύθερος. καὶ ὅμως, ὢν ἐλεύθερος, πεφρόντικε τοῦ μὴ σκανδαλίζειν καὶ τοὺς βασιλεῖς τῆς γῆς καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τοὺς τὰ δίδραχμα λαμβάνοντας· διό φησι· μὴ σκανδαλίσωμεν αὐτούς, ἀλλὰ πορευθεὶς βάλε τὸ ἄγκιστρόν σου, καὶ τὸν ἀνα βάντα πρῶτον ἰχθὺν ἆρον καὶ τὰ ἑξῆς. πυθοίμην δ' ἂν τῶν χαιρόντων τῇ περὶ φύσεων μυθο ποιίᾳ, ποίας φύσεως ἦσαν εἴτε οἱ τῆς γῆς βασιλεῖς εἴτε οἱ υἱοὶ αὐτῶν εἴτε οἱ τὰ δίδραχμα λαμ βάνοντες, οὓς μὴ βούλεται σκαν δαλίζειν ὁ σωτήρ. φαίνεται δὴ (ὡς κατὰ τὴν ὑπόθεσιν) ὅτι οὐκ