προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
θεωρεῖτε ἔχοντα».〛 περὶ δὲ τοῦ πῶς λέγεται αὐτῷ «Μὴ γίνου ἄπιστος ἀλλὰ πιστὸς» καὶ εἰς τὸ ὄνομα δὲ τοῦ Θωμᾶ τοι αῦτα ἂν λεχθείη, ὅτι τῶν μὲν ἀξιωθησομένων ὑπὸ τοῦ σωτῆρος μεί ζονος θεωρίας περὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως αὐτοῦ καὶ τῶν ὀφθέντων ἐν δόξῃ Μωσέως καὶ Ἠλίου τὰ ὀνόματα μετεποίησεν. τῶν δὲ λοιπῶν διὰ τοῦτο τὰ ὀνόματα οὐ μετεποίησεν, ἐπεὶ καὶ αὐτάρκη καὶ καθ' ἑαυτὰ ἦν παραστῆσαι τὸ ἑκάστου ἦθος. περὶ μὲν οὖν τῶν λοιπῶν ἀποστόλων οὐ νῦν πρόκειται λέγειν, περὶ δὲ τοῦ Θωμᾶ, ὃς ἑρμηνεύεται ∆ίδυμος, διὰ τοῦτο, ἐπεὶ δίδυμός τις τὸν λόγον ἦν ἀπο γραφόμενος τὰ θεῖα δισσῶς καὶ μιμητὴς Χριστοῦ τοῖς μὲν ἔξω ἐν παραβολαῖς λαλοῦντος, κατ' ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς τὰ πάντα ἐπιλύοντος. καὶ οὐκ ἄτοπόν γε φάσκειν τοὺς γνησίους Χριστοῦ μα θητὰς κατορθοῦν διττὸν τοῦτο <τὸ> τῆς ἐν λόγῳ παρασκευῆς, ὅπερ ἤδη τάχα καὶ ἐξαιρέτως εἶχεν ἔκτοτε ὁ Θωμᾶς. εἴποι δ' ἄν τις καὶ διὰ τοῦτο τὴν ἑρμηνείαν μόνου τούτου ἀναγεγράφθαι, τῷ βεβουλῆσθαι τὸν εὐαγγελιστὴν Ἕλληνας ἐντυγχάνοντας τῷ εὐαγγελίῳ ἐπιστῆσαι τῇ ἰδιότητι τῆς ἑρμηνείας τοῦ ὀνόματος κατ' ἐξοχὴν μόνον ἑρμηνευ θέντος ἐπὶ τῷ εὑρεῖν τὴν αἰτίαν τοῦ καὶ Ἑλληνιστὶ ἐκκεῖσθαι τὸ ὄνομα αὐτοῦ. 110 Κυριώτερον μὲν ἦν εἰπεῖν ἐπὶ τοῦ θεοῦ λόγου τὸ «Ἔστιν»· ἀλλ' ἐπειδὴ πρὸς διαφορὰν τῆς ἐνανθρωπήσεως γενομένης ἔν τινι καιρῷ ἐδήλου τὴν ὕπαρξιν τοῦ λόγου, ἀντὶ τοῦ «Ἔστιν» τῷ «Ἦν» κέχρηται ἰστέον δὲ ὅτι τὰς κυρίως σημασίας τῶν ῥημάτων τοῦ χρόνου οὐ δεῖ ἐκλαμβάνειν ἐπὶ τῶν ἀιδίων, ἤγουν τὸ «Ἦν» καὶ ἔστιν καὶ ἔσται. ὁ γὰρ θεὸς λόγος καὶ υἱὸς ὢν τοῦ πατρὸς ἀίδιος τυγχάνων θεὸς τὰ ἐπ' αὐτοῦ ῥήματα οὐ μετὰ τοῦ προσσημαίνειν χρόνον ἐκλαμβάνειν δεῖ, μὴ ὢν αὐτὸς ὑπὸ χρόνον· ῥῆμα δέ ἐστι τὸ προσσημαῖνον χρό νον, ὡς Ἀριστοτέλης φησίν. 111 Καταλλήλοις τοῖς ῥήμασιν ἐχρήσατο τῷ μὲν «Ἐγένετο» ἐπὶ τῆς σαρκός, τῷ δὲ «Ἦν» ἐπὶ τῆς θεότητος. τὸ δὲ δι' αὐτοῦ οὐ διακονίας ἕνεκα κεῖται, ἀλλὰ πρὸς τὸν πατέρα συνεργίας, καὶ ὅτι οὐδὲν ὑπεξαι ρεῖται τῶν ὄντων τῆς δι' αὐτοῦ ποιήσεως. 112 Ἡ γὰρ ἐν αὐτῷ ζωτικὴ δύναμις οὐ πρὸς τὸ ζωοποιεῖν μόνον ἱκανή ἐστιν, ἀλλὰ καὶ γνώσεως πληροῦν τὰς τῶν ἀνθρώπων ψυχάς, τήν <τε> ἄγνοιαν ἐλαύνειν, [ὅτι] οἷον ὁ Παῦλος ἠγνόει τὸν χριστὸν διώκων, ἀλλ' ὑπὸ τοῦ φωτὸς τῆς ζωῆς αὐγασθεὶς ἔγνω τὸν διωκό μενον· καὶ ὁ λῃστὴς ἐπὶ τοῦ σταυροῦ πάσχων καὶ φωτισθεὶς ἔγνω τὴν ζωήν. φησὶν γὰρ ὁ σωτήρ· «Οὐδεὶς δύναται ἐλθεῖν πρός με, «ἐὰν μὴ ὁ πατὴρ ἑλκύσῃ αὐτόν». 113 Ἡ μὲν γὰρ πρόθεσις τοῦ πέμψαντος ἦν πιστεῦσαι πάντας· εἰ δὲ μὴ πάντες ἐπίστευσαν, καὶ τὸν φωτισμὸν <μὴ> παρεδέξαντο τοῦ ἡλίου, οὐκ ἤδη δὲ τὸν ἥλιον φαίη τις ἂν μὴ ἐπὶ τοῦτο ἀνατέλλειν. οἱ μὲν γὰρ πρὸ Ἰωάννου προφῆται μάρτυρες γεγόνασι τοῦ φωτὸς ἐπὶ τῷ τοὺς Ἑβραίους πιστεῦσαι δι' αὐτῶν. ὁ δὲ Ἰωάννης μετ' αὐτοὺς γενόμενος τοῦ σωτῆρος τὴν ἐπιδημίαν μαρτυρεῖ <ἐπὶ τῷ> οὐ τοὺς Ἑβ ραίους μόνους πιστεῦσαι ἀλλὰ καὶ τοὺς ἐξ ἐθνῶν πάντας, καθώς φησιν ὁ προφήτης· «Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρ «κα»· καὶ ὁ ∆αβίδ· «Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ». 114 «Ἐξ αἱμάτων» τουτέστιν ἐξ ὑλικῶν ἔχουσι τὴν γέννησιν. τῷ γοῦν Πέτρῳ ὁ σωτήρ φησιν ὅτι «Σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' «ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς». (Καὶ ἄλλως·) Υἱοὶ θεοῦ εἶναι λέγονται οἱ οὐκ ἐξ αἱμάτων τὰς κατὰ νόμους θυσίας προσάγοντες, ἤγουν διὰ σφαγῶν καὶ αἱμά των ἐκχύσεως εὐαρεστοῦντες τῷ θεῷ, ἐκ θελήματος δὲ σαρκὸς οἱ πάντα ποιοῦντες πρὸς τὸ φανῆναι τοῖς ἀνθρώποις δίκαιοι. «θελή «ματι γὰρ σαρκὸς» εὐαρεστεῖν οὗτοι προτέθεινται τὴν σάρκα περι τεμνόμενοι καὶ προφανῶς ἰουδαΐζειν θέλοντες, μὴ ἐπιμελεῖσθαι <δὲ> τῆς καρδίας καὶ τοῦ ἐν τῷ κρυπτῷ Ἰουδαϊσμοῦ ἐκ θελήματος ἀνδρὸς οἱ προφάσει ἀνθρωπίνης φιλοσοφίας ἀπεχόμενοι μὲν κακίας, ἀρετὴν δὲ ἀναλαβόμενοι. 115 Τὸ δὲ «Κέκραγε» λέγων ἀντὶ τοῦ Μετὰ παρρησίας καὶ ἐλευ θερίας καὶ χωρὶς ὑποστολῆς ἁπάσης τὴν παρουσίαν ἐκήρυξε. τὴν δὲ κραυγὴν οὐ κατὰ τὴν προφορὰν ἀλλὰ κατὰ τὸ τῆς νοήσεως