παραφθείρεται ὁ περὶ ἀνεξικακίας νοῦς ὑπὸ τῆς τῶν λέξεων εὐτελείας, ἀλλὰ καὶ ἐν τούτῳ συκοφαντεῖ τὸν λόγον λέγων ὁ Κέλσος· «Ἀλλὰ τῶνδε μὲν πέρι καὶ ἄλλων, ὅσα παραφθείρουσιν, ἀρκείτω τὰ εἰρημένα.» 15.12n Καὶ ἐν τῷ ʹ πάλιν τόμῳ, πρὸ τὸν δυειδὲ τὸ ῶμα τοῦ κυρίου λέγοντα Κέλον οὕτω. Ἑξῆς δὲ τούτοις λέγει, ὁ Κέλσος δηλονότι· «Ἐπειδὴ θεῖον πνεῦμα ἦν ἐν σώματι, πάντως τι παραλλάτ τειν αὐτὸ τῶν λοιπῶν ἐχρῆν, ἢ κατὰ μέγεθος ἢ κάλλος ἢ ἀλκὴν ἢ φωνὴν ἢ κατάπληξιν ἢ πειθώ. ἀμήχανον γὰρ ὅτῳ θεῖόν τι πλέον τῶν ἄλλων προσῆν μηδὲν ἄλλου διαφέρειν· τοῦτο δὲ οὐδὲν ἄλλου διέφερεν, ἀλλ', ὥς φασι, μικρὸν καὶ δυσειδὲς καὶ ἀγεννὲς ἦν.» φαίνεται δὴ καὶ ἐν τούτοις ὅτι, ἐὰν μὲν κατηγορεῖν θέλῃ τοῦ Ἰησοῦ, ὡς πιστεύων ταῖς παρέ χειν δοκούσαις αὐτῷ γραφαῖς ἀφορμὰς κατηγορίας λέγει τὰ ἀπ' αὐτῶν· ὅπου δὲ κατὰ τὰς αὐτὰς γραφὰς δόξαι ἄν τις τὰ ἐναντία λέγεσθαι τοῖς εἰς κατηγορίαν παραλαμβανομένοις, ταῦτα οὐδὲ προσποιεῖται εἰδέναι. ὁμολογουμένως τοίνυν γέγραπται τὰ περὶ τοῦ δυσειδὲς γεγονέναι τὸ τοῦ Ἰησοῦ σῶμα· οὐ μὴν ὡς ἐκτέθειται καὶ ἀγεννές· οὐδὲ σαφῶς δηλοῦται ὅτι μικρὸν ἦν. ἔχει δὲ ἡ λέξις οὕτω παρὰ τῷ Ἠσαΐᾳ ἀναγεγραμμένη, προφητεύοντι αὐτὸν ἐπιδημήσοντα τοῖς πολλοῖς οὐκ ἐν ὡραίῳ εἴδει οὐδέ τινι ὑπερέχοντι κάλ λει· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ, ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ. οὐκ ἔστιν εἶδος αὐτῷ [οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος] οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἄρ' οὖν τούτων μὲν ὁ Κέλσος ἤκουεν, ἐπεὶ ᾤετο αὐτῷ χρήσιμα εἶναι εἰς τὸ κατηγορεῖσθαι τὸν Ἰησοῦν· οὐκέτι δὲ προσέσχε τοῖς λεγομένοις ἐν τεσσαρακο στῷ τετάρτῳ ψαλμῷ, τῷ ὑπὲρ τοῦ ἀγαπητοῦ, τίνα τρόπον λέγεται· Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε. 15.13 Ἔστω δὲ μὴ ἀνεγνωκέναι αὐτὸν τὴν προφητείαν, ἢ ἀνεγνωκότα περιεσπᾶσθαι ὑπὸ τῶν παρερμηνευόντων αὐτὴν, ὡς οὐ περὶ Ἰησοῦ Χριστοῦ προφητευομένην· τί φήσει καὶ περὶ τοῦ εὐαγγελίου, ἐν ᾧ ἀναβὰς εἰς τὸ ὑψηλὸν ὄρος μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν καὶ ὤφθη ἐν δόξῃ· ὅτε καὶ Μωσῆς καὶ Ἠλίας ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἱερου σαλήμ; ἢ ἐὰν μὲν προφήτης λέγῃ· Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, καὶ τὸ ἑξῆς· καὶ ὁ Κέλσος παρα δέχεται τὴν προφητείαν ταύτην ἐπὶ τὸν Ἰησοῦν ἀναφέρε σθαι, τυφλώττων περὶ τὴν παραδοχὴν τοῦ λεγομένου, καὶ οὐχ ὁρῶν ὅτι μεγάλη κατασκευή ἐστι τοῦ τὸν ἄμορφον εἶναι δοκοῦντα Ἰησοῦν υἱὸν εἶναι θεοῦ, τὸ πρὸ πολλῶν ἐτῶν τῆς γενέσεως αὐτοῦ πεπροφητεῦσθαι καὶ περὶ τοῦ εἴδους αὐτοῦ· ἐὰν δὲ ἄλλος προφήτης ὡραιότητα καὶ κάλλος εἶναι λέγῃ περὶ αὐτὸν, οὐκέτι βούλεται τὴν προφητείαν εἰς Ἰη σοῦν Χριστὸν ἀναφέρεσθαι; καὶ εἰ μὲν σαφῶς ἦν ἀπὸ τῶν εὐαγγελίων λαβεῖν, ὅτι οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἦν, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· εἴποι ἄν τις οὐ κατὰ τὸ προφητικὸν εἰρηκέναι ταῦτα τὸν Κέλσον, ἀλλὰ κατὰ τὸ εὐαγγελικόν. νυνὶ δὲ οὔτε τῶν εὐαγγελίων, ἀλλ' οὐδὲ τῶν ἀποστόλων ἐμφαινόν των ὅτι οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· σαφὲς ὅτι τὸ ἀπὸ τῆς προφητείας ἀναγκάζεται παραδέχεσθαι ὡς ἀληθευόμενον περὶ Χριστοῦ· ὅπερ οὐκέτι ἐπιτρέπει τὰς περὶ Ἰησοῦ κατη γορίας προβαίνειν. 15.14 Πάλιν τε αὖ ὁ λέγων· «Ἐπειδὴ θεῖον πνεῦμα ἦν ἐν σώματι, πάντως τι παραλλάττειν αὐτὸ τῶν λοιπῶν ἐχρῆν, ἢ κατὰ μέγεθος ἢ φωνὴν ἢ ἀλκὴν ἢ κατάπληξιν ἢ πειθώ·» πῶς οὐχ ἑώρα τὸ παραλλάττον τοῦ σώματος αὐτοῦ πρὸς τὸ τοῖς ὁρῶσι δυνατὸν, καὶ διὰ τοῦτο χρήσιμον, τοιοῦτο φαινό μενον ὁποῖον ἔδει ἑκάστῳ βλέπεσθαι; καὶ οὐ θαυμαστὸν τὴν φύσει τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ εἰς πάντα ἃ βού λεται ὁ δημιουργὸς ὕλην μεταβλητὴν, καὶ πάσης ποιότητος ἣν ὁ τεχνίτης βούλεται δεκτικὴν, ὁτὲ μὲν ἔχειν ποιότητα καθ' ἣν λέγεται τό· Οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ὁτὲ δὲ οὕτως ἔνδοξον καὶ καταπληκτικὴν καὶ θαυμαστὴν, ὡς ἐπὶ πρόσωπον πεσεῖν τοὺς θεατὰς τοῦ τηλικούτου κάλλους συνανελθόντας τῷ Ἰησοῦ