ἐπενεγκεῖν τῶν βασιλείων θᾶττον ἀποπέμψασθαι, ὡς εἶχεν ἀγκαλισαμένη τὰ παιδία διὰ χειρὸς ἑκατέρας προσέρχεται τῷ ἀνδρί· καὶ κωκύουσά τε ἅμα καὶ τὰ βρέφη προτεινομένη, δακρύων ἠφίει λιβάδας, καὶ τἆλλα ἐποίει ὅσα γυνὴ φλεγμαίνουσα γυναικείᾳ τέχνῃ πρὸς τὸ παθητικώτερον ἐφελκύσαιτο τὸν ἄνδρα. Τῷ δὲ Ἀρκαδίῳ οἶκτός τε τῶν παίδων εἰσῄει, ἐκ τῆς πρὸς τὴν μητέρα συμπαθείας βραυκανομένων, καὶ ὀργὴ ἀνήφθη. καὶ δὴ τότε τοῖς τε θυμοῖς καὶ τῇ δι' αὐτῶν ἐμβριθείᾳ τῶν λόγων ὁ Ἀρκάδιος βασιλεὺς ἦν. ὅθεν αὐτίκα τὸν Εὐτρόπιον τιμῆς τε ἁπάσης περιδύει καὶ τὸν πλοῦτον ἀφαιρεῖται καὶ εἰς Κύπρον τὴν νῆσον φυγαδεύει. Μετ' οὐ πολὺ δέ τινων ἀπενεγκάντων κατ' αὐτοῦ γραφήν, ὡς ὁπόταν ὕπατος ἐγεγόνει κοσμήμασιν ἀπεχρήσατο, οἷς οὐδενὶ τῶν ἄλλων ἐξῆν μὴ ὅτι γε μόνῳ βασιλεῖ, μετάπεμπτος ἀπὸ Κύπρου γίνεται. καὶ συνεδρίου κατὰ τὸ καλούμενον Παντιχῖον καθεσθέντος (Αὐριλιανὸς δ' ὁ ὕπαρχος καὶ ἕτεροι τῶν ἐν ταῖς ἀρχαῖς ἐπιφανῶν ἀρχόντων διεσκόπουν τὰ κατηγορούμενα), αἰτίαις ὁ Εὐτρόπιος ἁλοὺς τὴν κεφαλὴν ἀφαιρεῖται. Ἀλλ' ὁ μὲν Φιλοστόργιος ταῦτα περὶ Εὐτροπίου λέγει· ἕτεροι δὲ ἄλλας αἰτίας καὶ τοῦ παραλυθῆναι τῆς ἀρχῆς καὶ τῆς ὑπερορίας καὶ δὴ καὶ τοῦ θανάτου ἀνιστοροῦσιν. 11.7 «Ὅτι, φησίν, κατὰ τοὺς ἐπ' ἐμὲ γεγενημένους χρόνους τοσαύτη φθορὰ γέγονεν ἀνθρώπων, ὅση οὐδεὶς χρόνος ἐξ αἰῶνος ἔγνω,» καὶ ταύτην ἄρα καὶ τὸν ξιφίαν σημαίνειν ἀστέρα. οὐ γὰρ μόνον τὸ μάχιμον ὥσπερ πάλαι κατὰ τοὺς ἔμπροσθεν πολέμους ἀπανηλώθη, οὐδ' ἐν μέρει γῆς τὰ πάθη συνέστη· ἀλλὰ πάντα μὲν διεφθείρετο γένη, πᾶσα δ' ἀπόλωλεν ἡ Εὐρώπη, καὶ τῆς Ἀσίας οὐκ ὀλίγη μοῖρα συνδιεφθάρη, ἀλλὰ καὶ τῆς Λιβύης ἡ πολλὴ καὶ μάλιστά γε ὅση Ῥωμαίοις ὑποτελεῖ. βαρβαρικὴ μὲν γὰρ τὸ τῆς φθορᾶς πλῆθος εἰργάζετο μάχαιρα, λιμοὶ δὲ καὶ λοιμοὶ καὶ θηρίων ἀγρίων ἀγέλαι συνεπετίθεντο, σεισμοί τε ἐξαίσιοι πόλεις καὶ οἰκίας ἀνασπῶντες ἐκ βάθρων εἰς τὸ ἀφυκτότατον τὸν ὄλεθρον ἐναφίεσαν. καὶ χάσματα δὲ γῆς ἐνιαχόθι τοῖς οἰκήτορσιν ὑπορρηγνυμένης τάφος ἦν αὐτοσχέδιος, ἐπικλυσμοί τε τῶν ἐξ ἀέρος ὑδάτων καὶ κατ' ἄλλους αὐχμοὶ φλογώδεις, πρηστῆρές τε ἔστιν οἷς ἐμβαλλόμενοι ποικίλον τε τὸ δεινὸν ἐποίουν καὶ ἀφόρητον. ναὶ δὴ καὶ χάλαζα μείζων ἢ κατὰ χερμάδα πολλαχοῦ γῆς κατεφέρετο· ἄχρι γὰρ καὶ ὀκτὼ τῶν λεγομένων λιτρῶν ἕλκουσα βάρος ὤφθη κατασκήψασα. χιόνος δὲ πλῆθος καὶ κρυμῶν ὑπερβολαί, οὓς ἄλλη πληγὴ οὐ προανήρπασεν, τούτους καταλαμβάνουσαι τοῦ βίου ἐξήλαυνον, καὶ σαφῶς τὴν θείαν ἀνεκήρυττον ἀγανάκτησιν. οὗ καθ' ἕκαστον ἐπεξελθεῖν ὑπὲρ πᾶσαν ἀνθρωπίνην ἂν εἴη δύναμιν. 11.8 Ὅτι τῶν Οὔννων, φησίν, οἱ μὲν τῆς ἐντὸς Ἴστρου Σκυθίας τὴν πολλὴν χειρωσάμενοι καὶ διαφθείραντες πρότερον, ἔπειτα παγέντα τὸν ποταμὸν διαβάντες, ἀθρόως εἰς τὴν Ῥώμην εἰσήλασαν, καὶ κατὰ πᾶσαν ἀναχθέντες τὴν Θρᾴκην, ὅλην τὴν Εὐρώπην ἐληΐσαντο· οἱ δὲ πρὸς ἥλιον ἀνίσχοντα τὸν Τάναϊν ποταμὸν διαβάντες καὶ τῇ Ἑῴᾳ ἐπεισρυέντες, δι' Ἀρμενίας τῆς μεγάλης εἰς τὴν καλουμένην Μελιτινὴν κατερράγησαν. ἐκ ταύτης δὲ Εὐφρατησίαν τε ἐπέθεσαν καὶ μέχρι τῆς κοίλης Συρίας ἤλασαν, καὶ τὴν Κιλικίαν καταδραμόντες φόνον ἀνθρώπων εἰργάσαντο ἀνιστόρητον. Οὐ μόνον δὲ ἀλλὰ καὶ Μάζικες καὶ Αὐξωριανοὶ (μεταξὺ δὲ Λιβύης καὶ Ἄφρων οὗτοι νέμονται) κατὰ μὲν τὸ ἑωθινὸν αὐτῶν κλίμα τὴν Λιβύην ἐξηρήμωσαν, καὶ τῆς Αἰγύπτου μοῖραν οὐκ ἐλαχίστην συνδιώλεσαν, Ἄφροις τε ἐμβαλόντες κατὰ δυόμενον ἥλιον τὰ παραπλήσια ἔδρασαν. Ἀλλ' ἐπὶ τούτοις πᾶσι καὶ Τριγίβιλδος, ἀνὴρ Σκύθης μὲν γένος τῶν νῦν ἐπικαλουμένων Γότθων (πλεῖστα γὰρ καὶ διάφορα τούτων ἐστὶν τῶν Σκυθῶν γένη), οὗτος δὴ δύναμιν βαρβαρικὴν ἔχων καὶ τῆς Φρυγίας ἐν τῇ Νακωλείᾳ καθεζόμενος καὶ κόμητος ἔχων τιμήν, ἐκ φιλίας εἰς ἔχθραν Ῥωμαίων ἀπορραγείς, ἀπ' αὐτῆς Νακωλείας ἀρξάμενος, πλείστας τε πόλεις τῆς Φρυγίας εἷλεν καὶ πολὺν φόνον ἀνθρώπων εἰργάσατο. ἐφ' ὃν Γαϊνᾶς ὁ στρατηγὸς ἐκπεμφθεὶς (βάρβαρος δ' ἦν καὶ αὐτὸς) προὔδωκε τὴν νίκην, τὰ ἴσα καὶ αὐτὸς