αὐτὸς ὅμως εὐεργετῶν καὶ ἐλεῶν οὐ διαλιμπάνει. καὶ δῆλον ἐκ τοῦ καὶ τότε ἐλεεῖσθαι τοὺς Ἰουδαίους ἀπειθούντων τῶν ἐθνῶν, καὶ νῦν ἐλεεῖσθαι τὰ ἔθνη ἀπειθούντων τῶν Ἰουδαίων. καὶ τὸ ἔτι σαφέστερον, ὅτι καὶ ἔτι τοὺς Ἰουδαίους, κἂν ἠπείθησαν, ἐλεήσει· ἅμα δὲ καὶ ἔνδειξίς ἐστι πρὸς τοὺς Ἰουδαίους, ὅτι κἂν αὐτοί, φησίν, ἐξέστητε τῆς πίστεως, μὴ νομίσητε ὅτι ἔλαττόν τι ἔσχεν ἡ πίστις· ὥσπερ γὰρ πάλαι τῶν ἐθνῶν ἐξεστηκότων οὐδὲν ἔλαττον ἔσχε τὰ τῆς εἰς θεὸν θεραπείας, οὕτω καὶ νῦν ὑμῶν ἀποσχιζομένων τῆς πίστεως οὐδὲν ἔλαττον τὰ τῆς πίστεως ἕξει. ἐσχημάτισται δὲ πρὸς τοὺς ἐξ ἐθνῶν τὰ εἰρημένα, ἀνεπαχθέστερον τὸν πρὸς τοὺς Ἰουδαίους ἔλεγχον βουλομένου ποιεῖσθαι. δυνατὸν δὲ καὶ πρὸς τοὺς ἐξ ἐθνῶν ἐκλαβεῖν εἰρῆσθαι ταῦτα, ὡς μὴ μεγαλοφρονεῖν ὅτι ἐπίστευσαν· ἐλέει γὰρ καὶ ὑμεῖς πεπιστεύκατε καὶ οἱ ἀπειθήσαντες, φησίν, ἐλεηθήσονται καὶ πιστεύσουσιν. Τὸ συνέκλεισεν ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν δύο δύναται δηλοῦν· ἢ ὅτι ἀπειθεῖς ἐποίησεν, ὅπερ οὐκ ἔχει χώραν, ἢ ὅτι ἀπειθεῖς ἀπέδειξεν, ὅπερ ἐστὶν ἀληθές· διὰ γὰρ τῆς πολλῆς αὐτοῦ προνοίας καὶ εὐεργεσίας ἣν διὰ παντὸς εἰς ἀνθρώπους ἐπεδείξατο, μᾶλλον αὐτῶν τὴν ἀπείθειαν καὶ ἀγνωμοσύνην ἐστηλίτευσέ τε καὶ ἐθριάμβευσεν. δῆλον δ' ὅτι τῶν μὴ πεπιστευκότων εἰς αὐτόν, εἴτε ἐξ Ἰουδαίων εἴτε ἐξ ἐθνῶν εἶεν· διὸ καὶ τὸ πάντας φησί, τοὺς ἐκ τῶν δύο λαῶν ἀπιστήσαντας περιλαμβάνων. Πῶς συνέκλεισεν ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν; εὐεργετῶν καὶ προνοούμενος καὶ οἰκτείρων. τί οὖν; ἀπειθεῖς γεγονότες οὐ δώσουσι δίκην; καὶ τί τοῦτο πρὸς τὸν εὐεργέτην; ἐκεῖνος μὲν γὰρ ἵνα πάντας ἐλεήσῃ, πάντων προὐνόει καὶ εὐηργέτει. εἰ δὲ ἠπείθησαν ἐκεῖνοι, οὐδὲν τοῦτο πρὸς τὸν εὐεργέτην; ὅμως οὖν καὶ οὕτως ἐπιστρέφοντας ἐλεήσει καὶ οὐκ ἀποστραφήσεται. Ἢ οὕτως· ἠπείθησε τὰ ἔθνη πάλαι, ἠπείθησαν νῦν οἱ Ἰουδαῖοι· καίτοι ἔδει κἀκείνους τηλικούτοις τέρασι καὶ σημείοις εὐεργετουμένους τοὺς Ἰουδαίους ὁρῶντας μὴ ἀπειθῆσαι, καὶ τοὺς Ἰουδαίους νῦν μείζονα βλέποντας θαυματουργούμενα πρὸ τῶν ἐθνῶν τῇ πίστει προσελθεῖν. ἀλλ' οὔτε τὰ ἔθνη τότε, οὔτε νῦν οἱ Ἰουδαῖοι τὸ ἄμεινον σφίσιν εἵλοντο, ὥστε δῆλον ὅτι καὶ τότε οἱ Ἰουδαῖοι καὶ νῦν τὰ ἔθνη ἐλέει θεοῦ καὶ φιλανθρωπίᾳ καὶ πρὸς τὴν πίστιν ἐχειραγωγήθησαν καὶ τῆς σωτηρίας ἔτυχον. Ἢ μᾶλλον οὕτως· ἐπειδὴ εἶπεν· ἵνα καὶ αὐτοὶ ἐλεηθῶσιν, τοὺς Ἰουδαίους δηλῶν. 529 Rο+m12,1 Εἰς τὰ δύο προτρέπεται, εἰς τὴν τοῦ βίου ἐπιμέλειαν καὶ εἰς τὴν τῆς πίστεως σπουδήν· δι' ὧν μὲν γάρ φησι παραστῆσαι τὰ σώματα ὑμῶν καὶ ἑξῆς, ἀρίστην πολιτείαν πολιτεύεσθαι παραινεῖ, δι' ὧν δὲ τὴν λογικὴν ὑμῶν λατρείαν φησίν, τὴν ὀρθότητα τῆς πίστεως διώκειν αὐτοὺς ἀπαιτεῖ. προτίθησι δὲ τὰ τῆς πολιτείας, ἐπειδὴ τῷ καθαρῷ βίῳ καὶ ὁ τῆς εὐσεβείας ἀκολουθεῖν εἴωθε λόγος. ὅρα δὲ πῶς εἶπεν ἄμφω εὐφυῶς καὶ δριμέως· παραστήσατε γάρ, φησί, τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ θεῷ. εἶτα μὴ ἀρκεσθεὶς τούτοις ἐπάγει καὶ ἕτερον· ποῖον; κατὰ τὴν λογικὴν λατρείαν ὑμῶν, φησίν, τοῦτ' ἔστι κατὰ τοὺς ἐκείνης νόμους, συμφώνως ἐκείνῃ, κατ' ἐκείνην, ἐν μηδενὶ διαφωνοῦντες αὐτῇ· τοῦτο γάρ ἐστιν ἁγίαν καὶ ζῶσαν καὶ εὐάρεστον θεῷ θυσίαν παραστῆσαι τὰ σώματα ἡμῶν, τὸ μηδὲν ἔξω τῶν κατὰ τὴν λατρείαν ἡμῖν νομοθετηθέντων πολιτεύεσθαι. δεῖ γὰρ ἄμφω, τὴν πίστιν τῷ βίῳ καὶ τὸν βίον συνομολογεῖν τῇ πίστει. ὥσπερ γὰρ ὁ πίστιν ἐπαγγειλάμενος ὀρθήν, φαῦλος δὲ τρόπον, δι' ὧν πράττει τὴν ὁμολογίαν ἐλέγχει τῆς πίστεως, οὕτω καὶ ὁ πράξεις δεικνύμενος ἀγαθάς, πίστιν δὲ πρεσβεύων δυσσεβῆ, δι' ὧν δυσσεβεῖ καὶ τὰ πράξεις φαυλίζει καὶ θριαμβεύει μηδένα καρπὸν αὐταῖς ἐνεῖναι πνευματικόν. δεῖ ἄρα πολιτεύεσθαι κατὰ τὴν λογικὴν λατρείαν ἡμῶν. Rο+m12,2 Εἰπών· μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, τοῦτ' ἔστι μὴ συμμεταβάλλεσθε καὶ συμμετατίθεσθε ταῖς διδασκαλίαις τῶν ἐκ τοῦ αἰῶνος τούτου τοῦ ῥέοντος καὶ οὐχ ἱσταμένου τὴν διδασκαλίαν προσαγόντων· τοῦτο εἰπών, ἵνα μή τινες τῶν Ἰουδαίων εἴπωσιν· οὐκοῦν οὐδ' ὅλως δεῖ ἡμᾶς μετατίθεσθαι καὶ μετασχηματίζεσθαι ἀπὸ τῆς