γέγονε καὶ ἡ τρίτη 108 σύνοδος ἡ ἐν Ἐφέσῳ ὑπὸ διακοσίων πατέρων, ἐξ ὧν Κύριλλος Ἀλεξανδρείας, Κελεστῖνος πάπας Ῥώμης, ἸουβενάλιοςἹεροσολύμων, κατὰ Νεστορίου ἐπισκόπου Κωνσταντινουπόλεως καὶ Ἀλεξάνδρου Ἱεραπόλεως, λέγοντος μὴ εἶναι θεοτόκον ἀλλὰ Χριστοτόκον. καὶ τοῦτον ἀναθεματίσαντες, ἐκήρυξαν θεοτόκον κυρίως καὶ ἀληθῶς τὴν ἁγίαν παρθένον Μαρίαν. ἀπέχει δὲ τῆς δευτέρας ἡ τρίτη ἔτη ὀκτώ· ὅτε καὶ οἱ ἑπτὰ παῖδες ἀνέστησαν οἱ κοιμηθέντες ἐπὶ ∆εκίου. Ἐξῆλθε δὲ ὁ βασιλεὺς Περσῶν κατὰ Ῥωμαίων, ἀπέστειλε δὲ ὁ βασιλεὺς Προκόπιον στρατηλάτην κατ' αὐτῶν. ὁ δὲ Περσῶν βασιλεὺς δηλοποιεῖ Προκοπίῳ ὡς ὅτι ποιῶ πάκτα εἰρήνης μετὰ Ῥωμαίων ἐπὶ πεντήκοντα ἔτη, ἐὰν ἡττηθῇ ὃν προβάλλομαι Πέρσην εἰς τὸ μονομαχῆσαι· εἰ δὲ ἡττηθῇ παρ' αὐτοῦ ὁ ἐξ ὑμῶν μέλλων μονομαχεῖν, αὐτὸν λαμβάνειν με κεντηνάρια πεντήκοντα καὶ τὰ ἐξ ἔθους δῶρα πάντα. τοῦτο δοξάντων ἐξῆλθε ὁ Πέρσης, ὁ δὲ στρατηλάτης προεβάλετο Ἀρεόβινδον κόμητα φοιδεράτων. καὶ ἐξελθόντες ἔνοπλοι καὶ ἔφιπποι, τοῦ Ἀρεοβίνδου σώκιστρον κατέχοντος, καὶ πρώτου Πέρσου ὁρμήσαντος κατ' αὐτοῦ, ὑποπλαγίασας ὁ Ἀρεόβινδος ἐσώκισεν αὐτὸν τῷ σωκίστρῳ ᾧ ἐπεφέρετο, καὶ κατενεγκὼν ἐκ τοῦ ἵππου ἔσφαξε· καὶ ἐποίησε πάκτα εἰρήνης ὁ βασιλεὺς Περσῶν. εἰσελθὼν δὲ ἐν τῇ πόλει Ἀρεόβινδος, καὶ μεγάλως παρὰ τοῦ βασιλέως ἀποδεχθείς, προήχθη ὕπατος. ὁ δὲ αὐτὸς βασιλεὺς καταλύσας τὸ χερσαῖον τεῖχος τῆς πόλεως, καὶ προσ109 θεὶς ἄλλα διαστήματα δύο, ᾠκοδόμησεν ἕτερον τεῖχος διὰ Κύρου ἐπάρχου σοφωτάτου καὶ ἱκανοῦ, δι' ἡμερῶν ἑξήκοντα. Μετὰ δέ τινα χρόνον ἐξῆλθεν ὁ βασιλεὺς ἱππασθῆναι, καὶ συμπεσόντος αὐτῷ τοῦ ἵππου πληγεὶς εἰσῆλθεν ἐν λεκτικίῳ, καὶ καλέσας τὴν ἀδελφὴν Πουλχερίαν εἶπεν αὐτῇ διὰ Μαρκιανὸν τὸν μετ' αὐτὸν βασιλεύσαντα. "τοῦτο γάρ μοι" φησὶν "ὁ θεολόγος Ἰωάννης ἀπεκάλυψεν ἐν Ἐφέσῳ μοι ὄντι." καὶ μεταστειλάμενος Μαρκιανὸν εἶπεν αὐτῷ "ἐπὶ Ἄσπαρος καὶ τῆς συγκλήτου ἐδείχθη μοι ὅτι σὲ δεῖ γενέσθαι βασιλέα μετ' ἐμέ." καὶ μεθ' ἡμέρας δύο ἐτελεύτησε. Πουλχερία ἡ βασιλίς, καίπερ νέα οὖσα, ἄριστα τὴν βασιλείαν ἐδιῴκει διὰ τὸ τὸν ἀδελφὸν αὐτῆς καὶ βασιλέα Θεοδόσιον πάνυ μικρὸν εἶναι· ἐπαίδευσε δὲ καὶ τὸν ἀδελφὸν σωφρόνως βιοῦν, καὶ αὐτὴ τὴν ἰδίαν παρθενίαν θεῷ προσανέθηκε, καὶ τὰς ἀδελφὰς Ἀρκαδίαν καὶ Μαρίναν τὰ ὅμοια πράττειν ἐδίδαξεν. Ἀρσακίου τελευτήσαντος Ἀττικὸς ὁ ἐν ἁγίοις χειροτονεῖται πατριάρχης. ἐπὶ Θεοδοσίου Ἄσπαρ καὶ Ἀρδαβούριος προχειρίζονται δομέστικοι ἀνατολῆς τε καὶ δύσεως. Ἀττικοῦ τελευτήσαντος Σισίνιος προχειρίζεται· τούτου τελευτήσαντος Νεστόριος γέγονε πατριάρχης· τούτου καθαιρεθέντος Πρόκλος ἀντ' αὐτοῦ χειροτονεῖται, ὅτε καὶ τὸ λείψανον τοῦ Χρυσοστόμου ἐν τῇ πόλει μετετέθη ὑπὸ Θεοδοσίου παρακλήσει Πρόκλου πατριάρχου. ἐπὶ αὐτοῦ ἐν τῇ 110 λιτῇ τοῦ κάμπου ἤρθη παιδίον μετέωρον ἐπὶ ὥρας πολλάς, ὃ καὶ ἐπήκουσε θείας φωνῆς, μὴ προστιθέναι ἐν τῷ τρισαγίῳ "ὁ σταυρωθεὶς δι' ἡμᾶς," ὃ καὶ μέχρι τοῦ νῦν ᾄδεται. Θεοδόσιος ὁ βασιλεὺς εὐμετάγωγος ἦν σφόδρα, πειθόμενος τοῖς ὑποβάλλουσιν αὐτῷ οἰκείοις, ὥστε καὶ χάρτας ἀπαραγνώστως ὑπέγραφεν· ὅπερ γνοῦσα Πουλχερία ἡ αὐτοῦ ἀδελφὴ σοφῶς ὑπῆλθεν αὐτόν, δωρεὰν ὑποβάλλουσα Θεοδοσίῳ ἐκχωροῦσαν πρὸς δουλείαν Εὐδοκίαν τὴν γαμετὴν αὐτοῦ, ἣν καὶ ὑπέγραψε, καὶ δεινῶς ὑπὸ τῆς Πουλχερίας ὠνειδίσθη. Πρόκλου τελευτήσαντος Φλαβιανὸς ἀνὴρ ἱερώτατος τῆς ἐκκλησίας προέστη. Ἐκ τῶν Γότθων ἔθνη γέγονε τέσσαρα, Γότθοι Ὑπόγοτθοι Γήπεδες καὶ Οὐάνδιλοι, ἐξ ὧν Ἄβαρις ἤρξατο διαπερᾶν ἐν τῇ Ῥωμαίων γῇ. Χρυσάμφιον εὐνοῦχον πολλὰ δυνάμενον παρὰ τῷ βασιλεῖ Θεοδοσίῳ ὡς καὶ Νεστορίῳ προσκείμενον, μετὰ θάνατον Θεοδοσίου Πουλχερία ἀνεῖλε. Κῦρος ἔπαρχος τῆς πόλεως, ἀνὴρ σοφώτατος καὶ ἱκανὸς ἔκτισε τὰ τείχη τῆς πόλεως, ὅπερ ἐξέπληξε τὸν δῆμον διὰ τὸ κάλλος καὶ τὸ τάχος τῆς τοῦ τείχους κτίσεως· καὶ ἐποίησεν ἐκβοῆσαι καθεζομένου τοῦ βασιλέως ἐν τῷ ἱππικῷ "Κωνσταντῖνος ἔκτισε, Κῦρος ἀνενέωσε."