1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

34

ὑπουρ γούσας αὐτοῦ τῷ θείῳ βουλήματι· οὐ μὴν θεοὺς τούτους ὀνομάζο μεν οὐδὲ θεῖον αὐτοῖς ἀπονέμομεν σέβας οὐδὲ μερίζομεν εἰς τὸν ὄντα Θεὸν καὶ τούτους τὴν θείαν προσκύνησιν, ἀλλὰ τούτους 3.89 τιμιωτέρους μὲν ἀνθρώπων, ὁμοδούλους δὲ εἶναί φαμεν. Καὶ οὐ διαιροῦμεν εἰς ἄρρεν καὶ θῆλυ τὴν ἀσώματον φύσιν· ταύτης γὰρ δὴ τῆς διαιρέσεως ἐνδεὴς τῶν ὑπὸ τῷ θανάτῳ τελούντων ἡ φύσις, ἐπειδὴ γὰρ ἐξανδραποδίζει ταύτην ὁ θάνατος, ὁ γάμος διὰ τῆς παιδοποιΐας ἀντεισάγει τὸ δαπανώμενον· οἷον γάρ τινα ἐπισκευα στὴν ἀθανασίαν ὁ ποιητὴς τῷ θνητῷ ζῴῳ τὴν παιδοποιΐαν ἐμηχα νήσατο. Ταύτῃ τοι ἀναγκαία τοῖς θνητὴν ἔχουσι φύσιν ἡ τοῦ θήλεος χρεία, τοῖς δέ γε ἀθανάτοις γεγενημένοις τὸ θῆλυ γένος παντάπασι περιττόν· οὔτε γὰρ αὔξης προσδέονται, μείωσιν οὐ 3.90 δεχόμενοι, οὔτε μίξεως, σωμάτων γε ὄντες ἐλεύθεροι. Μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τούτων κἀκείνων ἡ ποίησις. Τοὺς μὲν γὰρ δὴ ἀνθρώπους οὐ παμπόλλους εὐθὺς ἐδημιούργησεν ὁ Θεός, ἀλλ' ἕνα ἄνδρα καὶ μίαν γυναῖκα διέπλασε καὶ διὰ τῆς τούτων κοινωνίας πᾶσαν γῆν καὶ θάλατταν τοῦδε τοῦ γένους ἐνέπλησε· τῶν ἀσωμά των δὲ τὴν φύσιν οὐ κατὰ δύο πεποίηκεν, ἀλλ' ἀθρόαν ἐδημιούρ γησεν· ὅσας γάρ τοι εἶναι αὐτῶν ἐδοκίμασε μυριάδας, ἐξ ἀρχῆς 3.91 ταύτας παρήγαγεν. ∆ιά τοι τοῦτο περιττὴ τοῦ θήλεος ἐκείνοις ἡ χρῆσις, ὡς μὲν ἀθανάτοις αὔξης οὐ δεομένοις, ὡς ἀσωμάτοις δὲ μίξιν οὐ δεχομένοις. Τῷ τοι καὶ ἁγίους αὐτοὺς ὀνομάζομεν ὡς γήινον οὐδὲν ἔχοντας, ἀλλὰ τῶν περιγείων παθημάτων ἀπηλ λαγμένους, ἔργον δὲ ἔχοντας τὴν ἐν οὐρανῷ χορείαν καὶ τοῦ πεποιηκότος τὴν ὑμνῳδίαν, καὶ αὖ πάλιν τὰς ὑπουργίας, ἃς κελευ όμενοι διακονοῦσι τῷ θείῳ βουλήματι, τῆς τῶν ἀνθρώπων εἵνεκα σωτηρίας παρὰ τοῦ Θεοῦ τῶν ὅλων στελλόμενοι. Τοῦτο γὰρ δήπου αὐτῶν πέρι καὶ ὁ θεῖος εἶπεν ἀπόστολος· "Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς 3.92 μέλλοντας κληρονομεῖν σωτηρίαν;" Τὴν ἐκείνων μιμούμενοι πολιτείαν, ὅσοι τῶν ἀνθρώπων τὴν τοῦ Θεοῦ θεραπείαν ἠσπά σαντο, ἔφυγον μὲν τῶν σωμάτων καὶ τὴν ἔννομον κοινωνίαν ὡς τῶν θείων ἀφέλκουσαν, κατέλιπον δὲ καὶ πατρίδα καὶ γένος, ἵνα πᾶσαν εἰς τὰ θεῖα μεταθῶσι τὴν μέριμναν, καὶ μηδεὶς τὸν νοῦν ἐπέχῃ δεσμός, εἰς οὐρανὸν ἀναπτῆναι καὶ τὸ ἀόρατον καὶ ἄρρητον 3.93 τοῦ Θεοῦ κατοπτεῦσαι γλιχόμενον κάλλος. Τούτων πλήρεις καὶ πόλεις καὶ κῶμαι καὶ τῶν ὀρῶν αἱ ἀκρωνυχίαι καὶ φάραγγες. Καὶ οἱ μὲν κατὰ ξυμμορίας οἰκοῦντες δημιουργοῦσιν ἐν ταῖς ψυχαῖς τὰ τῆς φιλοσοφίας ἀγάλματα, οἱ δέ, κατὰ δύο καὶ τρεῖς διάγοντες, οἱ δὲ καὶ μόνοι καθειργμένοι καὶ τὼ ὀφθαλμὼ τῷ κάλλει τῶν ὁρω μένων ἐπιτέρπεσθαι διακωλύοντες, σχολὴν τῷ νῷ παρέχουσιν 3.94 ἐπεντρυφᾶν τῇ θεωρίᾳ τῶν νοητῶν. Εἰ δὲ οἱ σώμασι ξυνεζευγμένοι καὶ ὑπὸ πολλῶν καὶ παντοδαπῶν ἐνοχλούμενοι παθημάτων ἀσώ ματον καὶ ὑψηλὴν καὶ οὐρανίοις πρέπουσαν ἀσπάζονται βιοτήν, τίς ἂν ἐκφράσαι λόγος τῶν ἀσωμάτων φύσεων τὴν ἀπαθῆ πολιτείαν καὶ φροντίδων ἀπηλλαγμένην; 3.95 Ταύτην ἔχειν ἡμᾶς τὴν δόξαν περὶ τῶν ἀοράτων μέν, γενητῶν δὲ φύσεων τὰ θεῖα ἐξεπαίδευσε λόγια· ὑμεῖς δὲ τοσαύτην αὐ τῶν ἀκολασίαν τε καὶ ἀκρασίαν κατηγορεῖτε καὶ παντοδαπὴν αἰσχρουργίαν, καὶ μέντοι καὶ ἔριν καὶ πολέμους καὶ τυραννίδα, ὡς μηδὲ τοῖς πονηροτάτοις τῶν ἀνθρώπων ἁρμόττειν τὰ ἐκείνων 3.96 πέρι μυθολογούμενα. Οὐδὲ γὰρ οὐδ' οἱ ἄγαν παμπόνηροι πάντα ἔχουσιν, ὅσα τοῦ πατρὸς τῶν θεῶν καὶ πάντων ὑπάτου τε καὶ μεγίστου κατηγορεῖτε. Οἱ μὲν γὰρ τῇ περὶ τοὺς νέους ἀκολασίᾳ δουλεύσαντες ἀλλοτρίους οὐ διώρυξαν γάμους, οἱ δὲ τῇδε τῇ πάθῃ περιπεσόντες τῶν οἰκειοτάτων ἐφείσαντο· εἰ δέ τις καὶ ἀδελφῆς ἔρωτι περιέπεσεν, ἀλλ' οὐ κατὰ μητρός γε ἐλύττησεν οὐδ' ἐπεμάνη τῇ θυγατρί, ἀλλ' ᾐδέσθη τὴν φύσιν καὶ τὴν τῶν 3.97 ἀλόγων οὐκ ἐζήλωσεν ἄνοιαν. Πέρσαι δὲ μόνοι τὰ τοιαῦτα δρῶσι, νόμῳ τινὶ παλαιῷ μυσαρωτάτῳ πειθόμενοι καὶ παρανομεῖν οὐχ ἡγούμενοι. Οὑτοσὶ δέ, ὃν θεῶν τε καὶ ἀνδρῶν πατέρα ὠνόμασεν Ὅμηρος, τὴν μὲν Ἥραν, ἀδελφὴν οὖσαν, ὁμόζυγον ἐποιήσατο, τῇ δὲ Ῥέᾳ, ἣν καὶ