34
προνοίας ἀσφάλειαν ὀνομάζει· ῥᾴστη γὰρ τῶν πτερύγων ἡ κίνησις. "Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον. [ιʹ,] Τὸ στέαρ αὑτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν." Τὸ στέαρ τινὲς εὐημερίαν καὶ εὐ εξίαν ὠνόμασαν. Ἐμοὶ δὲ δοκεῖ τὴν εὔνοιαν καὶ φιλαδελφίαν οὕτω καλεῖν· τοῦτο ἡ τῶν ῥητῶν ἀκο λουθία παραδηλοῖ· πᾶσαν γὰρ φυσικὴν ἀποκλείσαν τες, φησὶν, εὐσπλαγχνίαν, καὶ οὐδεμίαν χώραν τοῖς τῆς φιλανθρωπίας λογισμοῖς δεδωκότες, φθέγγονται μὲν ὑψηλὰ καὶ ὑπέρογκα· ἐνέδρας δέ μοι παντοδα πὰς καὶ λόχους ἱστᾶσιν. ιαʹ. "Ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ." Αὐτοί με τῆς πατρῴας ἐξήλασαν γῆς· καὶ πάλιν τῇδε κἀκεῖσε διατρέχουσι συλλαβεῖν ἐφιέμενοι· ἐπειδὴ τὸ εὐθὲς οὐκ ἐθέλουσι βλέπειν· ἀλλ' ἑτερο κλινὲς ἔχουσι τῆς διανοίας τὸ ὄμμα. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· "Τοὺς ὀφθαλμοὺς αὐτῶν ἔταξαν ἑτεροκλινεῖν ἐν τῇ γῇ." ιβʹ. "Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θή ραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις." Τὸ λογικὸν τῆς φύσεως ἀποῤῥίψαντες, θηρία μι μοῦνται τροφῆς ἐφιέμενα, καὶ ταύτην περισκο ποῦντα, καὶ ἐξαπιναίως ὁρμῶντα. ιγʹ, ιδʹ. "Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς, καὶ ὑποσκέλισον αὐτούς· ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς· ῥομφαίαν σου, ἀπὸ ἐχθρῶν τῆς χειρός σου." Ἐκείνων μὲν, ∆έσποτα, κώλυσον τὴν ὁρμὴν, οἷς οἶδας κωλύμασι· τοῦτο γὰρ ὑποσκέλισον εἶπεν, ἐκ μεταφορᾶς τῶν λαθραίως τοὺς θέοντας καταβαλ λόντων. Ἐμὲ δὲ τῆς ἐκείνων ἐπιβουλῆς ἐλευθέρω σον, τῇ ῥομφαίᾳ σου χρώμενος κατ' αὐτῶν. Οὕτω γὰρ ὁ Σύμμαχος εἴρηκεν, Εἰς μάχαιράν σου, Κύ ριε, ἀπὸ ὀλίγων τῆς γῆς. Τῷ ὅρῳ σου γὰρ, φησὶ, τοὺς ἀνθρώπους παραπέμπεις θανάτῳ. Σὺ 80.972 γὰρ εἶπας· "Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ." ∆ια μέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν· καὶ τῶν κε κρυμμένων σου ἐμπλησθήτω ἡ γαστὴρ αὐτῶν." Ἐγὼ δὲ, εἰ καὶ σοὶ τῷ θανάτῳ παραπέμψαι ῥᾴ διον, ἀλλ' οὖν ἱκετεύω ζῶντας αὐτοὺς σκεδασθῆναι, καὶ τὴν κακὴν αὐτῶν συμφωνίαν διαλυθῆναι, καὶ τῶν ἀποκειμένων σοὶ τιμωριῶν μετασχεῖν. Οὕτω δὲ καὶ ἐν τῇ ᾠδῇ τοῦ μεγάλου Μωσέως, αὐτὸς ὁ Θεός φησιν· "Οὐκ ἰδοὺ ταῦτα πάντα συνῆκται παρ' ἐμοὶ, καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου; ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ ὅταν σφαλῇ ὁ ποῦς αὐτῶν. Ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα αὑτῶν τοῖς νηπίοις αὑτῶν." Καὶ τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Χορτα σθήσονται υἱοὶ, καὶ ἀφήσουσι τὰ λείψανα αὑ τῶν τοῖς νηπίοις αὑτῶν. Οἶδα, φησὶν, ὡς τὴν δικαίαν σου τιμωρίαν οὐ μόνον αὐτοῖς ἐπάξεις, ἀλλὰ καὶ τοῖς υἱέσι, καὶ τοῖς ἐγγόνοις, τὴν τῶν προγόνων πονηρίαν μιμησαμένοις· τὸ δὲ χορτασθήσονται, ἀντὶ τοῦ, εἰς κόρον μεθέξουσι τῶν κακῶν. ιεʹ. "Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσ ώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου," τῷ Παιδί σου· ἐκεῖνοι μὲν γὰρ τοιαύτας δώσουσι δίκας· ἐγὼ δὲ τοῖς παρὰ τῆς δι καίας σου προνοίας ἀγαθοῖς ἐντρυφήσω, πεῖραν με γίστην τῆς σῆς εὐεργεσίας δεξάμενος.
ΕΡΜΗΝ. ΤΟΥ ΙΖʹ ΨΑΛΜΟΥ. αʹ. "Εἰς τὸ τέλος· τῷ παιδὶ Κυρίου, τῷ ∆αβὶδ, ἃ ἐλάλησε τῷ Κυρίῳ, τοὺς
λόγους τῆς ᾠδῆς ταύ της, ἐν ἡμέρᾳ ᾗ ἐῤῥύσατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαοὺλ, καὶ εἶπεν." ∆ήλη ἡ ἐπιγραφὴ, καὶ ἑρμηνείας οὐ δεομένη. Ἔγκειται δὲ καὶ τῇ τῶν Βασιλειῶν ἱστο ρίᾳ τοῦδε τοῦ ψαλμοῦ ἡ διάνοια. Θαυμάσαι δὲ ἄξιον τὴν τοῦ προφήτου φιλοσοφίαν. Τοσαύτας γὰρ ἐπι βουλὰς παρὰ τοῦ Σαοὺλ ὑπομείνας, οὐ συνέταξεν αὐτὸν τοῖς ἐχθροῖς· ἀλλὰ τῶν πολεμίων χωρίσας, οὐχ ὡς δυσμενοῦς ἐμνημόνευσεν· εἰς τὸ τέλος δὲ πρόσκειται, ἐπειδὴ καὶ προφητείαν ἔχει τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τῆς Ἰουδαίων ἀλλοτριώ σεως· ἃ μακροῖς ὕστερον ἐγένετο χρόνοις. βʹ, γʹ. "Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου. Κύριος, στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου· ὁ Θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν· ὑπερ 80.973 ασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου."