34
ιεʹ. Τούτῳ τῷ ἔτει, Τιμοθέου τελευτήσαντος τοῦ ἐπισκόπου Ἀλεξανδρείας μηνὶ Ἐπιφὶ εἰκάδι ἕκτῃ, χειροτονεῖται ἀντ' αὐτοῦ Θεόφιλος. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. ιʹ. ϛʹ. ηʹ. δʹ. κβʹ. αʹ. ιϛʹ. Τούτῳ τῷ ἔτει Θεοδόσιος, ὁ εὐσεβὴς βασιλεύς, νικήσας Μάξιμον τὸν τύραννον ἀνεῖλε πρὸ ιβʹ καλανδῶν Αὐγούστου, καὶ Ἀνδραγάθιον, τὸν στρατηγὸν αὐτοῦ, ὡς δολοφονήσαντα Γρατιανόν. ιαʹ. ζʹ. θʹ. εʹ. κγʹ. βʹ. ιζʹ. Τούτῳ τῷ ἔτει ἦλθε Θεοδόσιος ἐν Ῥώμῃ μετὰ Ὀνωρίου, τοῦυἱοῦ αὐτοῦ, καὶ ἐκάθισεν αὐτὸν βασιλέα ἐν αὐτῇ πρὸ εʹ ἰδῶν Ἰουνίου, καὶ ἀνῆλθεν ἐπὶ Κωνσταντινούπολιν. 71 ιβʹ. ηʹ. ιʹ. ϛʹ. κδʹ. γʹ. ιηʹ. Τούτῳ τῷ ἔτει Εὐγένιος ἐτυράννησεν, ὁ ἀπὸ γραμματικῶν ἀντιγραφεὺς καὶ σχῆμα βασιλικὸν περιθέμενος, συνόντος αὐτῷ καὶ Ἀργαβάστου τοῦ ἀπὸ τῆς μικρᾶς Γαλατίας. καὶ ἀκούσας Οὐαλεντινιανὸς ὁ μικρός, ὁ υἱὸς Οὐαλεντινιανοῦ τοῦ μεγάλου καὶ Ἰούστας, ἑαυτὸν ἀνεῖλεν ἀγχόνῃ. ὁ δὲ Θεοδόσιος τοῦτο μαθὼν ἐξωπλίζετο τοῦ κατελθεῖν εἰς ἐκδίκησιν αὐτοῦ. Θεόφιλος δέ, ὁ ἐπίσκοπος Ἀλεξανδρείας, αἰτήσας Θεοδόσιον τὸν βασιλέα τὸ ἐν Ἀλεξανδρείᾳ ἱερὸν τῶν Ἑλλήνων ἐξεκάθηρε καὶ εἰς ἐκκλησίαν μετεσκεύασεν, τὰ δὲ ὄργια τῶν Ἑλλήνων ἐδημοσίευσεν, φαλλούς τε καὶ εἴ τι τούτων ἀσελγέστερον καὶ βεβηλότερον. ὅθεν τὸ πλῆθος τῶν Ἑλλήνων αἰσχυνθὲν πολλοὺς φόνους εἰργάσατο. Θεοδόσιος δὲ μαθὼν τοὺς γεγονότας ὑπ' αὐτῶν φόνους, τοὺς μὲν ἀναιρεθέντας Χριστιανοὺς ὡς μάρτυρας ἐμακάρισεν· τοῖς δὲ Ἕλλησι συγχωρεῖν ἐπηγγείλατο, εἰ πρὸς χριστιανισμὸν μεταθεῖντο· τὰ δὲ ἱερὰ αὐτῶν καθαιρεθῆναι καὶ τὰ εἴδωλα χωνευθῆναι καὶ εἰς χρείας πενήτων δοθῆναι ἐκέλευσεν. τοῦ δὲ ναοῦ τοῦ Σεράπιδος ἐν Ἀλεξανδρείᾳ λυομένου, ἱερογλυφικὰ γράμματα εὑρέθησαν σταυροῦ τύπον ἔχοντα, ἅπερ οἱ ἐξ Ἑλλήνων πιστεύσαντες θεασάμενοι εἶπον σημαίνειν τὸν σταυρὸν κατὰ τὴν τῶν ἱερογλυφικῶν γραμμάτων ἔννοιαν ζωὴν ἐπερχομένην. Κόσμου ἔτη εωπγʹ. Τῆς θείας σαρκώσεως ἔτη τπγʹ. Ῥωμαίων βασιλεὺς Θεοδόσιος ἔτη ιϛʹ. ιγʹ. Περσῶν βασιλεὺς Οὐαραράνης ἔτη ιαʹ. θʹ. Ῥώμης ἐπίσκοπος Σιρίκιος ἔτη ιεʹ. ιαʹ. Κωνσταντ. ἐπίσκοπος Νεκτάριος ἔτη ιϛʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Κύριλλος ἔτη λεʹ. κεʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόφιλος ἔτη κηʹ. δʹ. Ἀντιοχείας ἐπίσκοπος Μελέτιος ἔτη κεʹ. ιθʹ. Τούτῳ τῷ ἔτει Μάρκελλος, ὁ Ἀπαμείας τῆς Συρίας ἐπίσκοπος, ζήλῳ θείῳ κινούμενος τὰ ἱερὰ τῶν Ἑλλήνων ἐν Ἀπαμείᾳ κατέστρεψε καὶ διὰ τοῦτο ἀνῃρέθη ὑπὸ Ἑλλήνων. Νεκτάριος δὲ ὁ Κωνσταντινουπόλεως ἐκώλυσε τὸν ἐπὶ τῆς μετανοίας πρεσβύτερον διὰ τὸ γεγονὸς 72 ἁμάρτημα ἐν τῇ ἐκκλησίᾳ ὑπό τινος διακόνου εἰς τὴν γυναῖκα τὴν ἐπὶ τῇ μετανοίᾳ σχολάζουσαν. ἐν δὲ Ῥώμῃ καὶ πάσῃ τῇ δύσει ἐπιμελῶς φυλάττεται ἕως τοῦ νῦν, καὶ τόπος ἠφόρισται τοῖς μετανοοῦσιν. Θεοδόσιος ὁ βασιλεὺς νόμον ἔγραψε γυναῖκα εἰς διακονίαν μὴ προβαίνειν, εἰ μὴ ὑπερβῇ τὰ ξʹ ἔτη κατὰ τὸν ἀπόστολον. Εὐνόμιον δὲ ἐξώρισε παρασυναγωγὰς ποιοῦντα καὶ λαοὺς ἀπατῶντα, καὶ ἐν τῇ ἐξορίᾳ ἀπέθανεν. Τῷ δ' αὐτῷ ἔτει Πλακίλλα, ἡ γαμετὴ Θεοδοσίου, ἐκοιμήθη εὐσεβὴς οὖσα καὶ φιλόπτωχος οἰκείαις χερσὶ λωβοῖς καὶ νοσοῦσιν ὑπηρετοῦσα. ταύτης ἀνδριάντα κατέαξαν οἱ Ἀντιοχεῖς καὶ ἔσυραν ἀγανακτοῦντες διὰ τὰ ἐπιτεθέντα δημόσια παρὰ τοῦ βασιλέως τελεῖν αὐτοῖς. οἷς καὶ ὀργισθεὶς σφόδρα πόθῳ τῷ πρὸς Πλακίλλαν τὴν εὐσεβεστάτην ἤμελλε πάντας ἀπολλύειν, εἰ μὴ Φλαβιανός, ὁ ἐπίσκοπος Ἀντιοχείας, ἐλθὼν ὑπὲρ Ἀντιοχέων ἐπρέσβευσεν· Ἰωάννης δὲὁ Χρυσόστομος πρεσβύτερος ὢν Ἀντιοχείας τότε καὶ παρὼν λόγους θαυμαστοὺς πρὸς παραίνεσιν τῶν τολμησάντων κατὰ τῶν βασιλικῶν ἀνδριάντων ἐπεδείξατο. ιδʹ. ιʹ. ιβʹ. ηʹ. κϛʹ. εʹ. κʹ. Τούτῳ τῷ ἔτει ἐπιστρατεύσαντος Θεοδοσίου κατὰ Εὐγενίου τοῦ τυράννου καὶ κατελθόντος ἐν Θεσσαλονίκῃ μετὰ τοῦ στρατοῦ αὐτοῦ καὶ εἰσελθόντος ἐν τῇ πόλει, ἐταράχθη ἡ πόλις διὰ τὰ μητάτα τοῦ στρατοῦ καὶ διὰ πρόφασιν ἡνιόχου καὶ τοῦ παιδὸς τοῦ ἐπάρχου·