1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

35

προσῆλθε διανοεῖσθαι, ὡς εἴ γε ὅτῳ δὴ οὖν τρόπῳ δια λύσει τὴν φρουρὰν τῶν Ῥωμαίων καὶ ἠρέμα ἀπώσοιτο, οὐ πάμπαν αὐτῷ τὰ ἐς τὴν διάβασιν ἀνήνυτα ἔσται. πολεμίων μὲν γὰρ τῷ χώρῳ ἐνδελεχέστατα ἐφεδρευόντων οὐχ οἷόν τε ἦν ἀμφοτέρων ἅμα κρατῆσαι· ἐκείνων δὲ ἀνιέντων, ἀλλὰ μόνην γε τὴν δυσχωρίαν ἀκέσασθαι καὶ τὸ δυσέμβολον τῆς πορείας ἐς τὸ εὐέφοδον ἀμωσγέπως μετασκευάσαι οὐ λίαν ἀδύνατα εἶναι ἡγεῖτο. 6 ἤλπιζε γὰρ τὴν ὕλην ἐκτέμνων τῇ πολυχειρίᾳ καὶ ἀνακαθαίρων καὶ τῶν πετρῶν ὅ τι ἀντίξουν διακολάπ των καὶ παραιρούμενος οὐ χαλεπῶς διαβήσεσθαι. 7 ὡς ἂν οὖν ταῦτα διαπράξοιτο, ἐπενόει τοιάδε· ἐσκήπτετο ἀθρόον νόσῳ τινὶ ἑαλωκέναι δεινῇ τε καὶ ἀνηκέστῳ. καὶ οὖν ἀνεκέκλιτο δυσφορῶν δῆθεν καὶ ἀσχάλλων καὶ τὸ ξυμπεσὸν ὀλοφυρόμενος. 8 ὅ τε λόγος οὗτος ἀνὰ πᾶν αὐτίκα ἐφοίτα τὸ στράτευμα, ὡς ὁ στρατηγὸς πονήρως τε ἔχοι καὶ ὅσον οὔπω ἀπολεῖται· ὅσους τε αὐτῶν ἤρεσκε μισθαρνεῖν τοῖς ἐναντίοις ἐπὶ τῇ τῶν οἰκείων προδοσίᾳ καὶ λάθρᾳ ἐξάγειν τὰ ἀπόρρητα, οὗτοι δὲ τὸ μὲν ἀτρεκὲς οὐκ ἐγίγνωσκον (ἀσφαλέστατα γὰρ τὸ βούλευμα ἐκρύπτετο καὶ οὐδὲ ἐς ἅπαντας τοὺς φιλτάτους ἐξέπιπτε), μόνοις δὲ τοῖς ἐν τῷ ὁμίλῳ περιαγομένοις ἐξηπατημένοι τοῖς Ῥωμαίοις διήγγελλον. οἱ δὲ ῥᾳδίως ἐπείθοντο, οὐ τοσοῦτον, οἶμαι, τῇ ἀγγελίᾳ, ὁπόσον τῷ βουλομένῳ τῆς γνώμης.

20. Εὐθὺς δὴ οὖν τὸ ἐνεργόν τε καὶ σύντονον τῆς φροντίδος ὑποχα λῶντες οὐκέτι λίαν ἀκριβῆ τὴν φυλακὴν ἐποιοῦντο. ὀλίγαι τε παρῳχήκε σαν ἡμέραι καὶ ὁ Μερμερόης ὡς δὴ τεθνηκὼς ἀπηγγέλλετο. ἔκρυπτε γὰρ ἑαυτὸν ἔς τι δωμάτιον, ὡς καὶ παρὰ τοῖς οἰκειοτάτοις τήνδε νικῆσαι τὴν δόξαν. 2 τότε δὴ οὖν καὶ μᾶλλον τοῖς Ῥωμαίοις περιττόν τι ἐδόκει ἀγρυπνεῖν τε καὶ ἐπὶ πολὺ διαπονεῖσθαι. καὶ τοίνυν μεθέντες τὰς περι φράξεις καὶ τὴν ἐν τούτοις ἀπεργασίαν ἐς τὸ ἀνειμένον μετέβαλλον, παννύχιόν τε καθεύδοντες καὶ ἐς τὰς ἐπαύλεις τῶν ἀγρῶν διαιτώμενοι, καὶ οὔτε κατασκόπους ἔστελλον οὔτε ἄλλο τι ἔπρασσον τῶν δεόντων. ᾤοντο γὰρ ὡς οὐκ ἄν ποτε οἱ Πέρσαι, ἀστρατήγητοι δῆθεν γεγονότες, 67 ἐπ' αὐτοὺς ἥξουσι, μᾶλλον μὲν οὖν καὶ ὡς πορρωτάτω φευξοῦνται. 3 ταῦτα δὲ γνοὺς ὁ Μερμερόης ἀνακαλύπτει ἐξαπιναίως τὸν δόλον καὶ ἐπιφαίνεται τοῖς Πέρσαις ὁποῖος καὶ πρότερον, καὶ εὐθύς, ὡς εἶχε προθυμίας, ἅπαντας κινήσας καὶ τὴν χαλεπότητα τῆς πορείας εὖ διαθείς, ᾗ πάλαι διενοεῖτο, παραγέγονεν ἀγχοῦ τοῦ φρουρίου. καὶ ἤδη ἐπέλαζε τοῖς Ῥωμαίοις κατεπτηχόσι τῷ παραλόγῳ καὶ οἵοις οὐκέτι ἀμύνεσθαι. 4 τότε δὴ οὖν ὁ Μαρτῖνος ἔγνω καταλιπεῖν τὸ χωρίον, πρὶν τελεώτατα παρελθεῖν εἴσω τὸν Μερμερόην καὶ μέγα τι κακὸν τοὺς τῇδε Ῥωμαίους ἐργάσασθαι. πῶς γὰρ ἐνῆν αὐτοὺς ὀλίγους γε ὄντας ἐνεγκεῖν τὰ πλήθη τῶν πολεμίων καὶ μὴ οὐχὶ αὐτοβοεὶ διαφθαρῆναι; οὕτω δὴ οὖν κατα στρατηγηθέντες ὑπὸ τῶν βαρβάρων καὶ αἰσχίστην ποιούμενοι τὴν ἀναχώρησιν ἠπείγοντο τοῖς ἄλλοις ἀναμιχθῆναι στρατεύμασιν. 5 ἐτύγ χανον γὰρ οἱ ἀμφὶ Βέσσαν τε καὶ Ἰουστῖνον ἐν πεδίῳ τινὶ στρατοπεδευό μενοι, οὐ πόρρω Τηλέφεως κειμένῳ, ἀλλὰ μόνοις σταδίοις ἑπτὰ διεστη κότι. ἔστι δὲ οὐδὲν ὁτιοῦν ἄλλο ἐνταῦθα ἢ μόνον χυτρῶν πωλητήρια, ὡς καὶ τὴν προσηγορίαν τῷ χώρῳ ἐνθένδε εἰλῆφθαι· Ὀλλάρια γάρ, ὡς ἂν Λατῖνός τις φήσοι, ἐπωνόμασται· δύναται δὲ τοῦτο τῇ Ἑλλήνων φωνῇ Χυτροπώλια. 6 ἤδη δὲ πολλῶν ἅμα τῷ Μαρτίνῳ προτερησάν των καὶ ἐν τῷ ἀσφαλεῖ γενομένων ἐβουλεύοντο ἅπαντες οἱ στρατηγοὶ ἐνταῦθα τοὺς δυσμενεῖς ἐκδεξάμενοι στήσεσθαί τε ἐς παράταξιν καὶ διακωλύειν αὐτοὺς ἀνὰ τὰ πρόσω ἰόντας. 7 ἦν δέ τις τῶν ἐπισημοτά των ἐν τοῖς ταξιάρχοις Θεόδωρος ὄνομα, τὸ μὲν γένος ἕλκων ἐκ τοῦ ἔθνους τῶν Τζάνων, παρὰ Ῥωμαίοις δὲ τεθραμμένος καὶ ἤδη τὸ βαρ βαρικὸν τοῦ τρόπου, εἰ καὶ πάτριον ἦν, ἀποσκευασάμενος καὶ ἐς τὸ ἀστειό τατον μετακοσμήσας. 8 οὗτος δὴ οὖν ὁ Θεόδωρος