υἱὸς αὐτοῦ Τωβίας ἀπελθὼν εἰς τὴν Μηδίαν, καὶ θάψας τοὺς πενθεροὺς ἑαυτοῦ, καὶ ἀκούσας περὶ τῆς καταστροφῆς τῆς Νινευῒ, ἀπέθανεν ἐτῶν ρζʹ. Βιβλίον Σοφίας Σολομῶντος. Σοφία Σολομῶντος καλεῖται τὸ βιβλίον. Καὶ γὰρ καὶ τοῦτο, φασὶ, Σολομών ἐστιν ὁ γράψας. Ἔστι δὲ ἐν αὐτῷ διδασκαλία δικαιοσύνης, καὶ τὸ γνωρίζειν τούς τε φαύλους ἄνδρας καὶ τοὺς σπουδαίους, καὶ προφητεία περὶ Χριστοῦ· καὶ ὅτι πολλῷ πόνῳ καὶ πόθῳ κατορθοῦται σοφία· ἔτι δὲ καὶ φυσιολογία με ρική· καὶ κατὰ εἰδώλων, καὶ τῶν αὐτὰ γλυφόντων, καὶ ἐν αὐτοῖς ἐλπιζόντων, καὶ λατρευόντων, καὶ ὕμνος σὺν ἐξομολογήσει τῶν γεγενημένων τοῖς Ἰσραηλί ταις θαυμασίων ἐνώπιον τῶν ἐχθρῶν αὐτῶν παρὰ τοῦ Θεοῦ. Ἡ μὲν οὖν περιοχὴ τοῦ βιβλίου τοιοῦτον ἔχει τὸν τρόπον· ἡ δὲ ἀνακεφαλαίωσίς ἐστιν ἐν τού τοις. Ἐν προοιμίοις μὲν προτροπὴ δικαίου εἰς θεο σέβειαν, καὶ ἔλεγχος ἀσεβοῦς βλασφήμου. «Μὴ ζήλου γὰρ, φησὶ, τοὺς ἀντιχρίστους, οἵτινές εἰσι θάνατος·» πόθεν οἱ ἀσεβεῖς περὶ τῷ σταυρῶσαι τὸν Κύριον τῆς δόξης ἦλθον, τὸν αἰῶνα τοῦτον προ κρίναντες· ὅτι καὶ τοὺς ἀποστόλους ἐδίωξαν καὶ ἀπ έκτειναν· ὅτι τινὲς ἔσονται οἱ ἐξουθενοῦντες τὸν νό μον τοῦ Κυρίου, καί τινες οἱ ὑποταγέντες αὐτῷ· ὅτι οὐδὲ πλήθους ἀσεβούντων εἰς Χριστὸν φείσεται ὁ Θεός. Ἑνὸς γὰρ δικαίου πιστεύοντος Χριστῷ μέλει τῷ Θεῷ, κἂν νέος ἀποθάνῃ. «Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον.» Εἰ καὶ ἀσεβὴς τὴν τελευτὴν τοῦ πιστεύοντος Χριστῷ ἐξουθένωσεν, ἀλλ' ἐκλέγονται ἀπὸ Χριστοῦ. Οἱ ἀσεβεῖς ἀτίμῳ πτώματι παραδοθή σονται, καὶ μεγάλῃ κρίσει καταβληθήσονται οἱ διῶκται τῶν τοῦ Χριστοῦ δούλων ἐν τῇ κρίσει, ἰδόντες τὴν δόξαν αὐτοῦ καὶ αὐτῶν, καὶ ἑαυτοὺς εἰς κόλασιν. Ὅτι πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται ἡμῖν. Τίς ὀργὴ τῶν ἀσεβούντων εἰς Χριστόν. Προτροπὴ τοῖς ἄρχουσι τοῦ Ἰσραὴλ, ὥστε πιστεύειν Χριστῷ, μᾶλλον δὲ παράθεσις τοῖς ἄρχουσι τῆς Καθολικῆς Ἐκκλησίας, πῶς ἄρχειν δεῖ ἀποστραφέντος ἐκείνου. Τίς ἡ σοφία, ὁ Υἱὸς τοῦ Θεοῦ; Καὶ πῶς ὁ Λόγος σὰρξ γέγονε, καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Ὅτι κἀγὼ ὁμοιοπαθὴς ὑμῖν, ὢν ἄνθρωπος, ἐκ κελεύσεως Θεοῦ πεπαίδευμαι. Περὶ Χριστοῦ, τῇ σοφίᾳ τοῦ Θεοῦ. Ὅτι πάντων τὴν γνῶσιν ἐξ αὐτῆς ἔσχον. Ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν. Τίς ἡ σοφία, καὶ πῶς εἰς ἀνθρώπους ἦλθε· μία γὰρ οὖσα πάντα δύνα ται, καὶ μένουσα ἐν αὑτῇ, τὰ πάντα καινίζει. «Τὴν 28.376 σοφίαν,» φησὶν, «ἐκ νεότητος φιλήσας, πάντα τὰ ἀγαθὰ ἐξ αὐτῆς ἔσχον,» σαρκικὰ καὶ πνευματικά. Ὅτι, τὸ μέγεθος τῆς σοφίας ἐγνωκὼς, ἐνέτυχον τῷ Κυρίῳ, ὥστε μοι δοθῆναι τὸ ἅγιον Πνεῦμα, τὸ φωτί ζον με περὶ αὐτῆς, καὶ ἐπέμφθη, ἵνα συγκοπιάσῃ μοι. Λογισμοὶ γὰρ θνητῶν δειλοί. Περὶ τῶν ἔργων τῆς σοφίας. Πῶς τὸν πρωτόπλαστον διεφύλαξεν, ἐξ ὅσων κακῶν σώζει τοὺς πιστεύοντας αὐτῷ ὁ Θεὸς, καὶ ὅσα ἀγαθὰ παρέχει· οἷον τὸν Νῶε, τὸν Ἀβραὰμ, τὸν Λὼθ, τὸν Ἰακὼβ, τὸν Ἰωσὴφ, τοὺς Ἰσραηλίτας,οὓς ἐκ χειρὸς τῶν Αἰγυπτίων ἐῤῥύσατο διὰ Μωϋσέως, καὶ ἐκ πέτρας ἀκροτόμου ἐδόθη αὐτοῖς ὕδωρ. Ὡς τοῖς ζʹ ἔθνεσιν ἀπέστειλε σφῆκας. Μακροθυμίᾳ δὲ χρώμενος, καὶ τούτοις ἐδίδου τόπον μετανοίας, παι δεύων διὰ τούτων τὸν λαὸν εἶναι φιλάνθρωπον. Κατὰ στοιχειολαρῶν, βατράχων, σκνιφῶν, μυῶν, ἀκρίδων, σφηκῶν, ὄφεων. Κατὰ εἰδωλολατρῶν, ἐκ χρυσῶν, καὶ ἀργύρων, ἢ λίθων, ἢ ξυλίνων εἰδώλων κατ εσκευασμένων. Ὅτι ἔστι καὶ σωτηρία διὰ ξύλου τοῖς πιστεύουσι. Τὰ περὶ τῶν εἰδωλοποιῶν ἢ ζωγρα φούντων εἴδωλα. Περὶ πάντων τῶν κακῶν τῶν ἐν εἰδωλολατρείᾳ. Περὶ ἀσεβοῦς θρησκείας, καὶ ὅσα ἐν αὐτῇ κακά. Περὶ τοῦ κεραμέως, καὶ τῶν κεραμι κῶν εἰδώλων τῆς τῶν ἐθνῶν λατρείας. Περὶ τῶν ἐχθίστων ζώων,
35